Ὁ γὰρ Θεὸς οὐ πρὸς πᾶσαν ἀλήθειαν ὁδηγεῖ; Μακεδ. Ἀλλ᾽ αὐτός ἐστιν ἀληθῶς ἡ πᾶσα ἀλήθεια. Ὀρθ. Τὴν αὐτὴν ἄρα ὁδηγεῖ ὁδηγίαν, ἣν ὁδηγεῖ τὸ Πνεῦμα. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, καὶ ἡ αὐτὴ φύσις. Οὐδὲ γὰρ δύνῃ εἰπεῖν, ὅτι τὸ μὲν Πνεῦμα ἄλλως ὁδηγεῖ, ὁ δὲ Θεὸς πρὸς πᾶσαν τὴν ἀλήθειαν· τοῦ Κυρίου Ἰησοῦ εἰρηκότος, ὅτι αὐτὸ τὸ Πνεῦμα ὁδηγεῖ ἡμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν. Μακεδ. Ἀλλ᾽ εἶπον, ὅτι ὁ Θεός ἐστιν ἡ πᾶσα ἀλήθεια, καὶ αὐτὸς πρὸς ἑαυτὸν ὁδηγεῖ, τὸ δὲ Πνεῦμα οὐ πρὸς ἑαυτὸ, ἀλλὰ πρὸς πᾶσαν ἀλήθειαν, ὅ ἐστι πρὸς τὸν Θεόν. Ὀρθ. Καὶ εἰ ὁ Θεὸς πρὸς ἑαυτὸν ὁδηγεῖ, τίς ἡ χρεία τῆς τοῦ Πνεύματος ὁδηγίας; Μακεδ. Πρῶτον ὁδηγεῖ τὸ Πνεῦμα, καὶ τότε ὁ Θεός. Ὀρθ. Εἰ ὁ ὁδηγῶν πρὸς ἄλλον τινὰ ὁδηγεῖ, ὁδηγεῖ δὲ τὸ Πνεῦμα πρὸς τὸν Θεόν· καὶ ὁ Θεὸς, ὁδηγῶν, πρὸς ἄλλον τινὰ ὁδηγεῖ. Μακεδ. Εἶπον, ὅτι πρὸς ἑαυτόν. Ὀρθ. Οὐκ ἄρα ὁ ὁδηγῶν, πρὸς ἄλλον τινὰ ὁδηγεῖ, ἀλλὰ πρὸς ἑαυτόν. Εἰ δὲ τοῦτο, καὶ τὸ Πνεῦμα ὁδηγοῦν, καὶ πρὸς ἑαυτὸ ὁδηγεῖ, καὶ πρὸς τὸν Πατέρα, καὶ πρὸς τὸν Υἱόν. Ἡ γὰρ πᾶσα ἀλήθεια, πρὸς ἣν ὁδηγούμεθα, ἡ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστιν ὁδηγία· κἂν ὁδηγῇ ὁ Πατὴρ, πρὸς ἑαυτὸν ὁδηγεῖ· κἂν ὁδηγῇ τὸ Πνεῦμα, πρὸς ἑαυτὸ ὁδηγεῖ. Μακεδ. Ἀλλ᾽ εἶπον, ὅτι πρῶτον ὁδηγεῖ τὸ Πνεῦμα, καὶ τότε ὁ Θεός. Ὀρθ. Ἀλλ᾽ εἰ τὴν αὐτὴν ὁδηγίαν ὁδηγεῖ τῷ Θεῷ τὸ Πνεῦμα τὸ ἅγιον, ὧν ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ φύσις.