Ὀρθ. Οὐκοῦν τὸ αὐτὸ θέλημα Πατρὸς καὶ Υἱοῦ. Καὶ γὰρ ὁ Υἱὸς θέλει σῶσαι διὰ σταυροῦ καὶ θανάτου τὸ γένος ἡμῶν, καὶ ὁ Πατὴρ τοῦτο θέλει. Ἐὰν δὲ λέγῃ, «Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,» ὡς εἰς Πατέρα τὰ ὅλα ἀνάγει· κἂν λέγῃ, «Ὁ πέμψας με ὁ Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω, καὶ τί λαλήσω;» τιμῶν τὸν Πατέρα ὡς Πατέρα λέγει. Εἰ δὲ μὴ, πῶς ὁ Υἱὸς, ἐν ᾧ ἀπόκεινται πάντες οἱ θησαυροὶ τῆς σοφίας, οὐκ οἶδε τί λαλήσει; Μακεδ. Τοῦτο δέχομαι, ὅτι ὁ Υἱὸς ὡς Υἱὸς ἓν θέλημα ἔχει τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα, ἐὰν μὴ ἀκούσῃ καὶ λάβῃ, οὐ λαλεῖ ἀφ᾽ ἑαυτοῦ. Ὀρθ. Ὥσπερ οὖν ὁ Υἱὸς πάντα ἔχων ἐν τῇ φύσει, ὡς Υἱὸς λέγει, «Οὐδὲν ποιῶ ἀπ᾽ ἐμαυτοῦ,» ἵνα τῶν ἀγαθῶν τὴν ἀρχὴν ἐπὶ τὸν Πατέρα ἀναγάγῃ· οὕτως καὶ περὶ τοῦ Πατρὸς ἄκουε αὐτοῦ λέγοντος· πάντα γὰρ ἔχοντος ἐν τῇ αὐτοῦ φύσει ὡς Πνεύματος Θεοῦ, ἐπὶ τὸν αἴτιον ἀνάγει λέγων· «Οὐ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν·» καὶ τὸ, «Ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται,» δηλονότι ἐκ τοῦ Πατρός. Ἐπάγει γάρ· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.» Λαμβάνειν δὲ αὐτὸ εἶπεν, οὐχ ὡς ἀγνοοῦν, ἀλλ᾽ ὡς ἐπὶ τὸν αἴτιον ἀνάγων τὴν τοῦ Πνεύματος ἐνέργειάν τε καὶ χάριν. Μακεδ.