Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογοι δύο κατὰ Μακεδονιανῶν

Μέγας Αθανάσιος

Η αΐδιος εκπόρευση και η ενιαία βούληση της Αγίας Τριάδας

Θεολογική διάκριση μεταξύ γεννήσεως του Υιού και εκπορεύσεως του Πνεύματος, απόδειξη της κοινής θελήσεως των θείων προσώπων και αναίρεση της κατηγορίας περί τριθεΐας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 7

Μακεδ. Οὐκοῦν καὶ Θεός ἐστι τὸ Πνεῦμα; Ὀρθ. Τοῦτο καὶ αὐτὸς ἐξ αὐτῆς τῆς ἀκολουθίας ὡμολόγησας. Ἐκεῖνο δὲ γίνωσκε, ὅτι τὸ Θεὸν εἶναι δεύτερόν ἐστι τῆς φύσεως. Καὶ γὰρ ἡμεῖς, ἐὰν μιμηταὶ γενώμεθα τοῦ Θεοῦ, κατὰ τὸν Παῦλον θεοὶ μὲν γινόμεθα· τῆς δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα. Μακεδ. Καὶ αὐτὸ οὖν τὸ Πνεῦμα κατὰ μίμησιν καὶ χάριν λέγεις εἶναι Θεόν; Ὀρθ. Μὴ γένοιτό μοι ἐπίκτητόν τι εἰπεῖν ἐπὶ τοῦ Πνεύματος! οὔτε γὰρ τὸ ἅγιον, οὔτε τὸ ἀθάνατον, οὔτε τὸ ἀγαθὸν, οὔτε ἄλλο τι τῶν περὶ τὸν Θεὸν θεωρουμένων λέγω εἶναι ἐπίκτητον τῷ ἁγίῳ Πνεύματι· ἀλλὰ φύσει ἅγιον, φύσει ἀγαθὸν, φύσει ἄφθαρτον, φύσει ἀθάνατον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πηγάζον, ἤτοι ἐκπορευόμενον. Μακεδ. Ἀεὶ οὖν ἐκπορεύεται παρ᾽ αὐτοῦ; Ὀρθ. Ἵνα μὴ νομίσῃς, ὅτι ἤρξατο τοῦ ἐκπορεύεσθαι καὶ πέπαυται, διὰ τοῦτο εἴρηται· Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ἵνα μήτε ἀρχὴν, μήτε τέλος ἐπιζητήσῃς τῆς ἐκπορεύσεως.

Τοῦτο καὶ περὶ τῆς γεννήσεως τοῦ Υἱοῦ σημαινόμενον εὑρήσεις. Οὐ γὰρ εἶπε, Πρὸ δὲ πάντων ἐγέννησέ με, ἀλλὰ Γεννᾷ με· ἵνα μήτε ἀρχὴν τῆς γεννήσεως, μήτε τέλος ἐπιζητήσῃς. Μακεδ. Δύο οὖν εἰσιν Υἱοί; Ὀρθ. Μὴ γένοιτο! Μακεδ. Εἰ ἀληθῶς καὶ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς καὶ τὸ Πνεῦμα, δύο εἰσὶν ἀδελφοί. Ὀρθ.

Ἀλλ᾽ ὁ μὲν Υἱὸς γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκπορεύεται. Μακεδ. Καὶ τίς ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως; Ὀρθ. Τὴν διαφορὰν μὴ περιεργάζου· οὐ γὰρ καταληπτὴ, ἀλλ᾽ ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, καὶ περαιτέρω τούτων μὴ ἐξέταζε. Προσετάγη δέ σοι τὸ πιστεύειν, ὅτι ὁ Υἱὸς γεννᾶται, καὶ τὸ Πνεῦμα ἐκπορεύεται· τὰ δὲ ἄλλα πάντα, οὐρανὸς, γῆ, θάλασσα, καὶ τὰ ἐν αὐτοῖς λογικὰ καὶ ἄλογα, κτίσματά εἰσι, κατ᾽ ἐντολὴν αὐτοῦ τοῦ Θεοῦ κτισθέντα· «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Μακεδ. Οὐδὲ ἐγὼ λέγω, ὅτι τὸ Πνεῦμα κτίσμα ἐστίν· ἀλλ᾽ οὖν οὐ Θεὸν αὐτὸ λέγω. Ὀρθ. Ἓν ἔσο γινώσκων, ὅτι διὰ τοῦτο σὺ αὐτὸς οὐκ εἶ Θεὸς τῇ φύσει, ἐπειδὴ κτίσμα Θεοῦ, ὡς εἰ μὴ ἦς κτίσμα, Θεὸς ἂν ἦς τῇ φύσει.

Μακεδ. Ἀλλ᾽ οὐδαμοῦ γέγραπται, ὅτι Θεός ἐστι τὸ Πνεῦμα. Ὀρθ. Δῶμεν, ὅτι οὐ γέγραπται τὸ «Θεός.» Σὺ δὲ τὴν φύσιν ὁμολόγει, καὶ τὰς θεϊκὰς ἐνεργείας, καὶ ἀρκεῖ μοι πρὸς τὴν ὁμολογίαν τῆς θεότητος. Μακεδ. Διὰ τί ὃ οὐ γέγραπται, σὺ λέγεις;

Ὀρθ. Γέγραπται μὲν, σὺ δὲ τὴν φύσιν ὁμολόγει· καὶ εἰ μὴ γέγραπται, αὐτὴ ἡ φύσις τὸ ὄνομα ἑπόμενον ἔχει· ὡς γὰρ ἐὰν ὁμολογηθῇ Πνεῦμα ἐνυπόστατον, ἁγιαστικὸν, ἄκτιστον, Θεός ἐστι, κἂν μὴ θέλῃς. Μακεδ. Ποῦ γέγραπται, ὅτι Θεὸς τὸ Πνεῦμά ἐστιν;

Ὀρθ. Ἔνθα γέγραπται τὸ ὅμοιον κατ᾽ οὐσίαν. Μακεδ. Ἀλλ᾽ οἱ Πατέρες ἡμῶν τὸ ὁμοούσιον κατ᾽ οὐσίαν εἶπον περὶ τοῦ Υἱοῦ. Ὀρθ. Ἀπὸ τῆς ἐννοίας τῆς Γραφῆς κινούμενοι, ἢ ἀπὸ ἰδίας αὐθεντίας εἰρήκασι τὸ μὴ γεγραμμένον; Μακεδ. Ἀπὸ τῆς ἐννοίας τῆς Γραφῆς κινούμενοι. Ὀρθ Καὶ ἡ ἔννοια τῆς Γραφῆς διδάσκει τὸ ἄκτιστον Πνεῦμα ἐκ Θεοῦ ὂν, καὶ ζωοποιὸν, καὶ ἁγιαστικὸν θεῖον εἶναι Πνεῦμα. Μακεδ.

Καὶ ἡμεῖς θεῖον αὐτὸ λέγομεν, ἀλλ᾽ οὐ Θεόν. Ὀρθ. Τὸ δὲ θεῖον Πνεῦμα, ἄκτισκον ὂν, τί ἄλλο ἐστὶν ἢ Θεός; Μακεδ. Ἄλλο ἐστὶ θεῖον, καὶ ἄλλο Θεός. Ὀρθ. Ἐὰν λέγει ἡ Γραφὴ, «Πνεῦμα θεῖον τὸ ποιῆσάν με,» οὐ τὸ Πνεῦμα τὸ ἅγιον λέγει; Μακεδ. Οὔ· ὁ γὰρ Θεός ἐστιν ὁ ποιήσας τὸν ἄνθρωπον. Ὀρθ. Οὐχὶ δὲ τὸ Πνεῦμα; Μακεδ. Ὁ Θεὸς οὖν θεῖόν ἐστι Πνεῦμα;

Ὀρθ. Ναί. Εἰ δὲ ὁ Θεὸς Πνεῦμα θεῖον εἴρηται ἐν τῇ Γραφῇ, οὔτε δὲ ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλη τις δύναμις εἴρηται θεῖον ἐν τῇ Γραφῇ· μόνος δὲ ὁ Θεὸς καὶ τὸ Πνεῦμα αὐτοῦ θεῖον εἴρηται· οὐκ ἄρα τὸ θεῖον ἄλλο τί ἐστι παρὰ τὸ, Θεός. Καὶ Παῦλος δὲ ἐν ταῖς Πράξεσιν οὕτως λέγει· «Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ, ἢ λίθῳ χαράγματος τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τὸ θεῖον εἶναι ὅμοιον.» Ὁρᾷς, ὅτι ὁ Θεὸς θεῖον, καὶ τὸ θεῖον Θεός; Καὶ ὁ Ἰὼβ δὲ θεῖον εἶπε τὸ Πνεῦμα, οὕτως λέγων· «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχήν. Εἰ μὴ ἔτι τῆς πνοῆς μοι ἐνούσης, Πνεῦμα δὲ θεῖόν μοι ἐν ῥισὶ, μὴ λαλῆσαι τὸ στόμα μου ἄδικα·»—«Ζῇ Κύριος» λέγων, τὸν Υἱόν· καὶ «ὁ παντοκράτωρ,» τὸν Πατέρα· «Πνεῦμα τὸ θεῖον,» τὸ Πνεῦμα τὸ ἅγιον.

Μακεδ. Τρία οὖν ἴσα λέγεις; Ὀρθ. Τῇ πατρότητι, οὔ· τῇ υἱότητι, οὔ· τῇ φύσει, ναί. Μακεδ. Πῶς οἷόν τε; Ὀρθ. Ὡς ἀποδέδεικται. Μακεδ. Πῶς ἀποδέδεικται; Ὀρθ. Ὅτι τὸ Πνεῦμα ὁμοίως Πατρὶ καὶ Υἱῷ οὐσίᾳ καὶ δυνάμει καὶ βουλῇ καὶ δόξῃ πανταχοῦ ἐστιν, ὁμοίως ὁδηγεῖ πρὸς πᾶσαν ἀλήθειαν, ὁμοίως ἁγιάζει, ὁμοίως τὰ πάντα ἐν πᾶσιν ἐνεργεῖ. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ φύσις. Μακεδ. Πῶς οὖν εἴρηται· «Οὐ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἀκούσει, λαλήσει;» Ὀρθ. Ὅτι καὶ ὁ Υἱὸς λέγει· «Ὁ πέμψας με ὁ Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω.» Τοῦτο δὲ μάλιστα τὴν αὐτὴν δείκνυσι φύσιν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Μακεδ.

Πῶς; Ὀρθ. Ὅτι πᾶσα ἡ γενητὴ φύσις, ἡ οὖσα λογικὴ, καὶ ἀφ᾽ ἑαυτῆς λαλεῖ· ὡς ὅταν λέγῃ ὁ Ἀβραάμ· «Μή τι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ·» καὶ ὁ Μωσῆς· «Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι·» καὶ τὸ, «Δέομαί σε, Κύριε, προχείρισαι ἄλλον·» καὶ ὡς Ἱερεμίας· «Νεώτερός εἰμι, καὶ οὐ δύναμαι προφητεύειν·» ὥστε λέγειν αὐτῷ τὸν Θεόν· «Μὴ λέγε, ὅτι Νεώτερός εἰμι ἐγώ.» Καὶ ὁ Ἰωνᾶς, ἀφ᾽ ἑαυτοῦ βουλευσάμενος, ἀνέβη εἰς πλοῖον, τοῦ φυγεῖν εἰς Ταρσεῖς ἀπὸ προσώπου Κυρίου. Τὸ δὲ Πνεῦμα οὐχ οὕτως· οὐδὲ γὰρ ἔχει φύσιν τοῦ ἕτερον ἔχειν θέλημα, ὅπερ οὐκ ἔστι τοῦ Θεοῦ· ἀλλὰ πάντα, ὅσα ἂν λαλῇ, τοῦ Θεοῦ εἰσι λόγια. Καὶ διὰ τοῦτο εἴρηται· «Οὐ λαλήσει ἀφ᾽ ἑαυτοῦ.» Καὶ γὰρ καὶ περὶ τοῦ Υἱοῦ τὸ αὐτὸ εἴρηται· ἐπειδὴ μή ἐστιν ἐν αὐτῷ ἄλλο τι θέλημα, ὃ οὐκ ἔστι τοῦ Πατρός. Μακεδ. Οὐκ ἔχει οὖν ἴδιον θέλημα τὸ Πνεῦμα; Ὀρθ. Ἀπεξενωμένον τοῦ Θεοῦ μὴ γένοιτο εἰπεῖν! Μακεδ. Ἀλλὰ πῶς οὐκ ἔχει θέλημα ἴδιον; Ὀρθ. Τὸ τοῦ Θεοῦ θέλημα τοῦ Πνεύματός ἐστι θέλημα. Οὐ γὰρ ἀγνοεῖ τὸ τοῦ Θεοῦ θέλημα· ἀλλ᾽ ὃ θέλει ὁ Πατὴρ, τοῦτο θέλει καὶ τὸ Πνεῦμα· πάντα γὰρ οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ τοῦ ἀνθρώπου. Μακεδ. Καίτοιγε καὶ ὁ Υἱὸς λέγει· «Οὐκ ἦλθον ποιῆσαι τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ὀρθ. Τί δὲ ἦν τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν, ὃ ἦλθε ποιῆσαι; Μακεδ.

Ἡ σωτηρία τοῦ κόσμου. Ὀρθ. Τοῦτο καὶ ποιῶν οὐ ποιεῖ τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν. Μακεδ. Αὐτὸς λέγει, ὅτι Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ὀρθ. Ἀνάγκη οὖν πᾶσα ἐναντίον εἶναι θέλημα ἐν αὐτῷ, ὃ ἐκώλυσεν, ἵνα τὸ τοῦ πέμψαντος ποιήσῃ. Μακεδ. Μὴ γένοιτο! οὐ λέγω ἐναντίον εἶναι θέλημα τοῦ Υἱοῦ τῷ θελήματι τοῦ Πατρός.

Ὀρθ. Οὐκοῦν τὸ αὐτὸ θέλημα Πατρὸς καὶ Υἱοῦ. Καὶ γὰρ ὁ Υἱὸς θέλει σῶσαι διὰ σταυροῦ καὶ θανάτου τὸ γένος ἡμῶν, καὶ ὁ Πατὴρ τοῦτο θέλει. Ἐὰν δὲ λέγῃ, «Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,» ὡς εἰς Πατέρα τὰ ὅλα ἀνάγει· κἂν λέγῃ, «Ὁ πέμψας με ὁ Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω, καὶ τί λαλήσω;» τιμῶν τὸν Πατέρα ὡς Πατέρα λέγει. Εἰ δὲ μὴ, πῶς ὁ Υἱὸς, ἐν ᾧ ἀπόκεινται πάντες οἱ θησαυροὶ τῆς σοφίας, οὐκ οἶδε τί λαλήσει; Μακεδ. Τοῦτο δέχομαι, ὅτι ὁ Υἱὸς ὡς Υἱὸς ἓν θέλημα ἔχει τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα, ἐὰν μὴ ἀκούσῃ καὶ λάβῃ, οὐ λαλεῖ ἀφ᾽ ἑαυτοῦ. Ὀρθ. Ὥσπερ οὖν ὁ Υἱὸς πάντα ἔχων ἐν τῇ φύσει, ὡς Υἱὸς λέγει, «Οὐδὲν ποιῶ ἀπ᾽ ἐμαυτοῦ,» ἵνα τῶν ἀγαθῶν τὴν ἀρχὴν ἐπὶ τὸν Πατέρα ἀναγάγῃ· οὕτως καὶ περὶ τοῦ Πατρὸς ἄκουε αὐτοῦ λέγοντος· πάντα γὰρ ἔχοντος ἐν τῇ αὐτοῦ φύσει ὡς Πνεύματος Θεοῦ, ἐπὶ τὸν αἴτιον ἀνάγει λέγων· «Οὐ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν·» καὶ τὸ, «Ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται,» δηλονότι ἐκ τοῦ Πατρός. Ἐπάγει γάρ· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.» Λαμβάνειν δὲ αὐτὸ εἶπεν, οὐχ ὡς ἀγνοοῦν, ἀλλ᾽ ὡς ἐπὶ τὸν αἴτιον ἀνάγων τὴν τοῦ Πνεύματος ἐνέργειάν τε καὶ χάριν. Μακεδ.

Ἐὰν οὕτως, καλῶς καὶ τοῦτο δέχομαι· διακονεῖ γὰρ ἡμῖν τὴν τοῦ Θεοῦ χάριν τὸ Πνεῦμα.

Ὀρθ. Πάλιν διακονίαν λέγεις, ὡς παραιτούμενος εἰπεῖν συνεργὸν τοῦ Θεοῦ τὸ Πνεῦμα; Μακεδ. Οὐ μὴ πείσῃς μέ ποτε εἰπεῖν συνεργὸν τοῦ Θεοῦ τὸ Πνεῦμα. Ὀρθ. Παῦλος ὁ ἀπόστολος συνεργοὺς τοὺς ἀποστόλους λέγει τοῦ Θεοῦ, καὶ σὺ τὸ Πνεῦμα αὐτοῦ συνεργὸν φοβῇ εἰπεῖν; Ἄξιον ἵνα ἀκούσης· «Ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος.» Μακεδ. Κἂν εἴπω συνεργὸν τὸ Πνεῦμα τῷ Θεῷ, ἀλλ᾽ οὐ συνδοξάζω αὐτὸ τῷ Θεῷ. Ὀρθ. Ἐὰν οὖν λέγῃ Παῦλος περὶ τῶν πιστευσάντων, ὅτι «Οὐκ ἔτι εἶ δοῦλος, ἀλλ᾽ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος μὲν Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ·» ἄρα σαυτὸν μὲν ἄξιον τῆς συγκληρονομίας ἡγῇ, τὸ δὲ Πνεῦμα οὔ; Καὶ σὺ μὲν ἀκούεις· «Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν·» τὸ δὲ Πνεῦμα οὔ; «Εἰ συναπεθάνομεν, καὶ συμβασιλεύσομεν·» τὸ δὲ Πνεῦμα οὔ; Μακεδ. Καὶ τὸ Πνεῦμα βασιλέα λέγεις; Ὀρθ. «Εἰ ὁ θάνατος ἐβασίλευσεν ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας,» πῶς οὐχὶ τὸ Πνεῦμα τῆς ζωῆς βασιλεύει ἡμῖν; Μακεδ. Ἡμεῖς λέγομεν, ὅτι ὁ Πατήρ ἐστι βασιλεὺς, καὶ ὁ Υἱός· τὸ δὲ Πνεῦμα ὑπηρέτης.

Ὀρθ. Οὐδὲ οἶδας σαυτοῦ τὴν αἵρεσιν. Ὁ γὰρ ὑπηρέτης, κἂν μὴ ᾖ βασιλεὺς, τῆς αὐτῆς ἐστι τῷ βασιλεῖ οὐσίας. Λέγεις οὖν καὶ αὐτὸς τῆς αὐτῆς οὐσίας εἶναι τῷ Θεῷ τὸ Πνεῦμα. Μακεδ. Οὔ. Ὀρθ. Τὸ δὲ μὴ ὂν τῆς αὐτῆς οὐσίας κτίσμα ἐστὶ καὶ τρεπτὸν, καὶ ἀλλοιωτόν· ἀλλὰ προωμολόγηται ἄτρεπτον καὶ ἀναλλοίωτον καὶ ἄκτιστον εἶναι· τῆς αὐτῆς ἄρα οὐσίας τῷ Θεῷ καὶ τῷ Υἱῷ αὐτοῦ ἐστι. Μακεδ. Εἷς οὖν ἐστι καὶ ὁ αὐτὸς Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα;

Ὀρθ. Μὴ γένοιτο εἰπεῖν τοῦτο! εἰ γὰρ ἦν εἷς καὶ ὁ αὐτὸς Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, οὐκ ἂν εἴρητο παρ᾽ ἡμῶν τῆς αὐτῆς εἶναι οὐσίας. Οὐδὲ γὰρ αὐτὸς ἑαυτῷ τῆς αὐτῆς οὐσίας εἶναι λέγεται. Μακεδ. Ποῦ γέγραπται Θεὸς τὸ Πνεῦμα; Ὀρθ.

Ὅταν λέγει ὁ προφήτης, «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ,» περὶ τίνος λέγει; Μακεδ. Περὶ τοῦ Υἱοῦ. Ὀρθ. Καίτοιγε ὁ Υἱὸς λέγει· «Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· αὐτὸ γὰρ τὸ Πνεῦμα διδάξει ὑμᾶς, τί δεῖ ποιεῖν.» Εἰ δὲ οἱ ὑπὸ τοῦ Πνεύματος διδασκόμενοι διδακτοὶ Θεοῦ ἀκούουσι, τί ἄλλο ἂν εἴη τὸ Πνεῦμα, σαυτὸν ἐρώτα. Μακεδ. Διδακτοὶ Θεοῦ ἀκούουσιν οἱ ὑπὸ τοῦ Πνεύματος διδασκόμενοι, ἐπειδὴ ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοὺς διδάσκει. Ὀρθ. Οὐκ εἶπεν· Ἔσονται πάντες διδακτοὶ τοῦ Θεοῦ, ἀλλ᾽ ἄνευ τοῦ ἄρθρου.

Μακεδ. Τρεῖς οὖν εἰσι Θεοί; Ὀρθ. Μὴ γένοιτο! Εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Θεὸς ὁ Υἱὸς, καὶ εἷς Θεὸς τὸ ἅγιον Πνεῦμα. Μακεδ. Τρεῖς οὖν Θεοί; Ὀρθ. Ὁμολογεῖς καὶ αὐτὸς Θεὸν εἶναι τὸν Πατέρα, καὶ Θεὸν τὸν Υἱὸν, ἢ οὐδὲ τοῦτο; Μακεδ. Ὁμολογῶ Θεὸν τὸν Πατέρα, καὶ τὸν Υἱόν. Ὀρθ. Δύο οὖν Θεοὺς λέγεις; Μακεδ. Μὴ γένοιτο!

Ὀρθ. Ὥσπερ οὖν Θεὸν λέγων τὸν Πατέρα καὶ Θεὸν τὸν Υἱὸν, οὐ δύο Θεοὺς λέγεις· οὕτως ὁμολογῶν καὶ τὴν τοῦ Πνεύματος θεότητα, μὴ τρεῖς λέγε Θεούς· «Ἄκουε, γὰρ, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι.» Μακεδ. Εἷς οὖν ἐστι Θεὸς, Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Ὀρθ. Εἷς Θεὸς, οὐχ ὡς τριώνυμος, ἀλλ᾽ ὡς οἱ ἐν Χριστῷ κατηρτισμένοι, εἷς τῷ λόγῳ τῆς συμφωνίας καὶ τῆς φύσεως. Μακεδ. Κἀγὼ λέγω μίαν συμφωνίαν. Ὀρθ. Εἰπὲ καὶ φύσιν, ἵνα μακάριος γένῃ. Μακεδ. Οὐ δύναμαι εἰπεῖν μίαν φύσιν.

Ὀρθ. Οὐκοῦν εἰπὲ ἀνομοίους. Μακεδ. Οὐδὲ τοῦτο λέγω. Ὀρθ. Οὔτε οὖν ψυχρὸς εἶ, κατὰ τὸ γεγραμμένον, οὔτε θερμός· εἰ γὰρ ἦς ψυχρὸς, ἀνομοίους ἂν εἶπες τὰς φύσεις· εἰ ἦς θερμὸς, ἀπαραλλάκτους. Μακεδ. Ἀπαράλλακτον λέγω φύσιν τὸν Υἱόν. Ὀρθ. Φύσις δὲ φύσεως ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι φύσις.