Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογοι δύο κατὰ Μακεδονιανῶν

Μέγας Αθανάσιος

Η θεία οικονομία, η υποταγή του Υιού και το πέρας του πρώτου διαλόγου

Ερμηνεία των χωρίων περί υποταγής του Υιού με βάση τη διάκριση θεολογίας και οικονομίας, και ολοκλήρωση της συζήτησης για την υποστατική φύση του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 7

Ὁμοίως γάρ ἐστιν ἀθάνατος, ὁμοίως ἅγιος, ὁμοίως ἄφθαρτος, ὁμοίως ἄτρεπτος. Πατὴρ δὲ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα ὁμοίως εἰσὶ τὰ προειρημένα. Μία ἄρα φύσις ἐστὶ τῷ λόγῳ τῆς ταυτότητος. Μακεδ. Ἀλλὰ ὑποτάσσεσθαι λέγω τῷ Πατρὶ τὸν Υἱὸν, καὶ πῶς δύναμαι εἰπεῖν μίαν φύσιν; Ὀρθ. Τὴν γὰρ ὑποταγὴν, τῆς φύσεως ὑποταγὴν εἶναι λέγεις, ἢ τῆς οἰκονομίας;

Μακεδ. Τῆς φύσεως. Ὀρθ. Οὐκοῦν ἀνόμοιον λέγεις τὴν φύσιν; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ὅταν λέγῃ ὁ Προφήτης· «Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,» τὴν φύσιν τῶν ἀλόγων τῇ φύσει τῶν ἀνθρώπων ὑποτάσσεσθαι λέγει; Μακεδ. Ναί. Ὀρθ.

Ἀνόμοιος δὲ ἡ φύσις τῶν κτηνῶν τῇ φύσει τῇ ἀνθρωπίνῃ; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν λέγῃ. «Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν,» οὐ τὴν φύσιν τῇ φύσει λέγει, ἀλλὰ τὴν τῆς ἁμαρτίας δουλείαν τῇ ἐλευθερίᾳ τῆς πίστεως; Μακεδ. Ναί. Ὀρθ. Ἄλλως οὖν ἡμῖν τὰ κτήνη ὑποτάσσεται, καὶ ἄλλως τὰ ἔθνη; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν λέγῃ ἡ Γραφὴ, «Οἱ δοῦλοι ὑποτασσόμενοι τοῖς κατὰ σάρκα κυρίοις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς,» ἄλλως τὰ κτήνη, καὶ ἄλλως τὰ ἔθνη, καὶ ἄλλως οἱ δοῦλοι· τὰ γὰρ κτήνη τῇ φύσει, τὰ ἔθνη τῇ πίστει, οἱ δοῦλοι τῷ νόμῳ. Ἐγχωρεῖ γὰρ τοὺς δούλους κρείττονας εἶναι τῇ ἀρετῇ τῶν δεσποτῶν. Μακεδ.

Ὁμολογουμένως ἄλλως καὶ ἄλλως ὑποταγή. Ὀρθ. Ἀλλὰ καὶ ἡμεῖς ἀλλήλοις ὑποτασσόμενοι διὰ τὴν ἀγάπην, οὐχ ὡς τὰ κτήνη φυσικῶς, οὔθ᾽ ὡς τὰ ἔθνη τῇ πίστει, οὔθ᾽ ὡς δοῦλοι τῷ νόμῳ. Μακεδ. Οὔτε ὡς κτήνη, οὔτε ὡς ἔθνη, οὔτε ὡς οἱ δοῦλοι, ἀλλὰ διὰ τὴν τοῦ Κυρίου ἀγάπην. Ὀρθ. Ὁ τοίνυν Υἱὸς ὑποτασσόμενος τῷ Πατρὶ, ὡς τὰ κτήνη διὰ τὴν φύσιν τοῖς ἀνθρώποις ὑποτάσσεται, ἢ ὡς δοῦλοι διὰ τὸν νόμον, ἢ ὡς ἁμαρτωλὸς διὰ τὴν πίστιν, ἢ ὡς Υἱὸς διὰ τὴν ἀγάπην.

Υἱὸς δὲ Πατρὶ τὴν αὐτὴν ἔχει φύσιν ὑποτασσόμενος, οὐχὶ φύσει τῆς θεότητος, ἀλλὰ τῇ οἰκονομίᾳ τῆς ἀνθρωπότητος. Ὁ γὰρ ὑποτασσόμενος ἔχει τι θέλημα, ὃ κολάζει, ἵνα τὸ τοῦ προστάσσοντος ποιήσῃ· Πατρὸς δὲ καὶ Υἱοῦ ἕν ἐστι θέλημα τῷ λόγῳ τῆς θεότητος.

Μακεδ. Πῶς οὖν γέγραπται· «Ὑπήκοος γενόμενος μέχρι θανάτου·» καὶ, «Ὅταν δὲ αὐτῷ ὑποταγῇ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;» Ὀρθ. Μορφὴν γὰρ δούλου λαβὼν ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἀναγκαῖον καὶ τὴν ὑποταγὴν τῆς δουλικῆς μορφῆς ἀνειληφὼς, ὑπὲρ ἡμῶν ὑποτάσσεται τῷ ἑαυτοῦ Πατρὶ, οὐ φύσει θεότητος, ἀλλ᾽ ἑνώσει μορφῆς δουλικῆς, ἧς ἔλαβε. Τί δὲ καὶ ἐλαττοῦσθαι τὴν τοῦ Υἱοῦ φύσιν νομίζεις διὰ τὸ ὑποτάσσεσθαι αὐτὸν τῷ Πατρί; Ἐὰν οὖν ἀκούσῃς, ὅτι καὶ ἀνθρώποις ὑπετάγη ὁ Θεὸς Λόγος, ἆρα καὶ τῶν ἀνθρώπων ἐλάττονα θήσεις τῇ φύσει; Μακεδ. Ποῦ γέγραπται, ὅτι καὶ ἀνθρώποις ὑπετάγη; Ὀρθ. Ἄνθρωπος ἦν ἡ Μαρία καὶ ὁ Ἰωσὴφ, καὶ ὑπετάγη αὐτοῖς, ὡς ἐν Εὐαγγελίοις γέγραπται. Εὑρόντες γὰρ αὐτὸν, φησὶν, ἐν τῷ ἱερῷ, ἔλεγον αὐτῷ· «Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως;

Ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε. Ὁ δὲ εἶπε· Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε, ὅτι ἐν τῷ οἴκῳ τοῦ Πατρός μου δεῖ με εἶναι; καὶ κατῆλθεν εἰς Ναζαρὲτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς.» Ἆρα καὶ τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας ὑποδεέστερος ἦν ὁ Μονογενὴς τοῦ Θεοῦ, ὁ Σωτὴρ τοῦ κόσμου; Μακεδ. Οὐχὶ, μὴ γένοιτο! Ὀρθ. Οὕτω, κἂν ὑποτάσσεσθαι λέγηται τῷ Πατρὶ, οὐκ ἐλαττοῦται τὴν φύσιν· ἀλλ᾽ ὡς Υἱὸς μορφὴν δούλου εὐδοκήσας λαβεῖν, καὶ τὴν ὑποταγὴν ἔλαβε τῆς δουλικῆς μορφῆς. Ἐν γὰρ ταύτῃ ὢν, καὶ τῇ Μαρίᾳ ὑπετάγη. Μακεδ. Αὐτὸς εἶπε Θεὸν ἑαυτοῦ τὸν Πατέρα. Καὶ πῶς δύναται ἡ αὐτὴ φύσις εἶναι; Ὀρθ.

Ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός ἐστι τῇ φύσει, καὶ ἄνθρωπος τῇ προσλήψει τῆς σαρκὸς, ἢ οὔ; Μακεδ. Ναί. Ὀρθ. Οὐκοῦν τῇ μὲν θεότητι Πατὴρ αὐτοῦ ἐστιν ὁ Θεὸς, τῇ δὲ ἀνθρωπότητι, Θεός. Μακεδ. Ἐγὼ τοῦ συναμφοτέρου αὐτὸν Θεὸν λέγω. Ὀρθ. Ἀναμνήσθητι τοῦ ῥητοῦ τοῦ λέγοντος οὕτως· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Ἢ οὐχ οὕτως; Μακεδ. Οὕτως. Ὀρθ. Οὕτως οὖν ἐστιν αὐτοῦ Πατὴρ ὡς καὶ ἡμῶν; Μακεδ.

Οὔκ. Ὀρθ. Ἀλλ᾽ αὐτοῦ μὲν φύσει, ἡμῶν δὲ χάριτι; Μέτοχοι γὰρ γενόμενοι τοῦ Χριστοῦ, εὑρέθημεν ἐγγὺς οἱ μακρὰν τῇ φύσει, ὥστε χρηματίζειν ἡμῶν τὸν Θεὸν Πατέρα. Μακεδ. Οὕτως. Ὀρθ. Ὥσπερ οὖν ἡμεῖς, μέτοχοι τοῦ Χριστοῦ γενόμενοι, ἔχομεν τὸν Θεὸν Πατέρα, οὕτω καὶ ὁ Υἱὸς Λόγος ὢν καὶ Θεὸς, μετασχὼν αἵματος καὶ σαρκὸς, ἔσχε τὸν Πατέρα Θεόν· ὥστε λέγειν αὐτόν· «Ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ.» Ἐκ κοιλίας δὲ μητρὸς ὁ Λόγος ἐγένετο, ὅτε ἡ Παρθένος ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκε τὸν Ἐμμανουὴλ, καὶ οὕτως ὑποτάσσεται μορφὴν δούλου λαβών. Μακεδ.

Αὐτὸς λέγει· «Ὁ Πατήρ μου μείζων μου ἐστίν.» Ὀρθ. Καὶ τὸ «μείζων» τῶν πολλαχῶς ἐστι λεγομένων ἐν τῇ θείᾳ Γραφῇ. Μακεδ. Καὶ τὸ «μείζων» διὰ τὴν σάρκα λέγεις; Ὀρθ. Ἴδωμεν μετὰ φόβου Θεοῦ τὸν νοῦν τῆς Γραφῆς, ποσαχῶς λέγει τὸ «μείζων.» Μακεδ.

Ἴδωμεν. Ὀρθ. Λέγει ὁ Υἱὸς ἐν Εὐαγγελίοις· «Ὁ Πατὴρ, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ περὶ τοῦ Ἡσαῦ εἴρηται· «Ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάττονι·» καὶ, «Μείζων ἦν ὁ Σαοὺλ τῶν πάντων ἀνθρώπων·» καὶ, «Ἡ ἀγάπη μείζων πάντων ἐστί·» καὶ, «Ὁ κόκκος τοῦ σινάπεως, ὅταν αὐξηθῇ, μείζων πάντων τῶν λαχάνων γίνεται.» Γέγραπται ταῦτα, ἢ οὔ; Μακεδ.

Γέγραπται. Ὀρθ. Οὕτως οὖν λέγεις τὸν Ἡσαῦ τοῦ Ἰακὼβ μείζονα, ὡς τὸν Σαοὺλ τῶν ἄλλων ἀνθρώπων, ὡς τὴν ἀγάπην τῆς ἐλπίδος καὶ πίστεως; Μακεδ. Οὔ. Ὀρθ. Εὖ λέγεις. Ὁ γὰρ Σαοὺλ μεγέθει τοῦ σώματος μείζων ἐλέχθη τῶν ἄλλων ἀνθρώπων· ἡ δὲ ἀγάπη τῆς ἐλπίδος καὶ τῆς πίστεως μείζων ἐλέχθη, ὡς τῆς τῶν ἄλλων ἀρετῶν ἐπιδόσεως αἰτία οὖσα· ἀγαπήσαντες γὰρ πιστεύομεν, πιστεύσαντες δὲ ἐλπίζομεν.

Μακεδ. Καὶ τοῦτο δέχομαι. Ὀρθ. Οὕτως οὖν λέγεις τὸν Πατέρα μείζονα πάντων, ὡς τὴν ἀγάπην τῆς ἐλπίδος τῇ ποιότητι, ἢ ὡς τὸν Ἡσαῦ τοῦ Ἰακὼβ τῷ χρόνῳ, ἢ ὡς τὸν Σαοὺλ τῶν ἄλλων ἀνθρώπων τῷ μεγέθει; Μακεδ. Οὔ. Ὁ γὰρ Πατὴρ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων πάντων ἐστίν. Ὀρθ. Οὐκοῦν, εἰ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων πάντων ἐστὶν ὁ Πατὴρ, οὔτε ὡς Ἡσαῦ τοῦ Ἰακὼβ τῷ χρόνῳ, οὔτε ὡς ὁ Σαοὺλ τῶν ἄλλων ἀνθρώπων τῷ μεγέθει, οὔτε ὡς ἡ ἀγάπη τῆς πίστεως καὶ ἐλπίδος τῇ ποιότητι. Μακεδ. Πῶς δέ; Ὀρθ. Ὅτι ὁ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων πάντων ὢν, ὁμοίως καὶ ὡσαύτως μείζων πάντων ἐστὶ, καὶ οὐ τοῦ μὲν πλεῖον, τοῦ δὲ ἔλαττον. Μακεδ. Ἀληθῶς λέγεις.

Ὀρθ. Ὡσαύτως οὖν λέγεις μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα καὶ τῶν ἵππων, καὶ τῶν κυνῶν, καὶ πάντων ἀλόγων ζώων, καὶ τῆς ἀναισθήτου ὕλης; Μακεδ. Οὐχὶ, μὴ γένοιτο! Ὀρθ. Οὐκ ἄρα πάντων ἀσυγκρίτῳ ὑπεροχῇ μείζων ἐστί. Τοῦ γὰρ Υἱοῦ ὡς Πατὴρ Υἱοῦ. Μακεδ. Συγκρίτως ἄρα. Ὀρθ. Εἶπον ὡς Πατὴρ Υἱοῦ. Ὑπερέχων γὰρ τῶν ἄλλων ἀσυγκρίτῳ ὑπεροχῇ, οὐ τοῦ Υἱοῦ μείζων ἐστὶν ἀσυγκρίτῳ ὑπεροχῇ, ἀλλ᾽ ὡς Πατὴρ Υἱοῦ. Εἰ δὲ οὐκ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων αὐτοῦ ἐστιν, οὐ φύσει μείζων· οὐ γὰρ ἀσύγκριτος. Εἰ δὲ οὐ τῇ φύσει μείζων, οὐδὲ τῷ μεγέθει· ἀμεγέθης γάρ· οὐδὲ τῷ χρόνῳ· ἄχρονος γάρ· οὐδὲ τῇ ποιότητι· ἄποιος γάρ. Οὐκ ἄρα ἄλλῳ τινὶ μείζονα ἑαυτοῦ τὸν Πατέρα λέγει, ἀλλ᾽ ἢ ὡς Υἱὸς μορφὴν δούλου λαβὼν καὶ τιμῶν τὸν ἑαυτοῦ Πατέρα. Μακεδ.

Τοῦτο δέχομαι. Ὀρθ. Ἡ αὐτὴ ἄρα φύσις ἐστὶ Πατρὸς καὶ Υἱοῦ· ἐπειδὴ μὴ ἀσυγκρίτῳ ὑπεροχῇ μείζω ἑαυτοῦ τὸν Πατέρα λέγει. Οὐδὲ γὰρ ἂν εἴη Υἱὸς μὴ τὴν αὐτὴν φύσιν ἔχων. Εἰ δὲ τοῦτο, οὐκ ἄρα τῇ φύσει ὑποτάσσεται, ἀλλ᾽ ὡς Υἱὸς μορφὴν δούλου λαβών.

Μακεδ. Περὶ μὲν τοῦ Υἱοῦ καλῶς λέγεις· περὶ δὲ τοῦ Πνεύματος οὐ καλῶς. Κἂν γὰρ μὴ ᾖ κτιστὸν τὸ Πνεῦμα, ἀλλὰ γενητόν ἐστι. Πάντα γὰρ διὰ τοῦ Υἱοῦ ἐγένοντο. Εἰ δὲ πάντα, δηλονότι καὶ τὸ Πνεῦμα. Ὀρθ. Εἰ γενητόν ἐστι, καὶ κτιστόν ἐστιν. Εἰ γὰρ τὸ γενητὸν οὐκ ἔστι κτιστὸν, πάντα δὲ δι᾽ αὐτοῦ ἐγένετο· οὐδὲ τὰ πάντα κτιστά. Εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ παρὰ τῷ Παύλῳ εἰρημένον· «Τὰ πάντα ἐν αὐτῷ ἔκτισται;» Μακεδ. Ἀλλ᾽ οὐ πάντα ὁμότιμά εἰσιν. Ὀρθ. Κἂν μὴ ὦσιν ὁμότιμα, ἀλλ᾽ ὅμως τὰ πάντα κτίσματά εἰσι. Κτίσμα δὲ κτίσματος οὐδὲν διαφέρει, ᾗ κτίσμα ἐστί. Μακεδ. Οὐδὲν διαφέρει ὁ Γαβριὴλ τοῦ ἵππου, ἢ καὶ ἑτέρου τινὸς τῶν ἀλόγων;

Ὀρθ. ᾟ κτίσμα ἐστὶν, οὐδὲν διαφέρει· ᾗ δὲ ἄγγελος, πνεῦμα λειτουργικὸν, εἰς διακονίαν ἀποστελλόμενον, οὐ τῶν ἀλόγων μόνον, ἀλλὰ καὶ ἡμῶν τῶν ἀνθρώπων, καὶ τῶν ἀγγέλων, ἀρχάγγελος ὤν. Καὶ γὰρ ὀφθαλμὸς τῶν ἄλλων μελῶν τοῦ σώματος τιμιώτερός ἐστιν, ᾗ ὀφθαλμός ἐστιν· ἀλλ᾽ οὐχὶ σῶμά ἐστι. Μακεδ.

Ἡμεῖς λέγομεν, ὅτι ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ ἔχει τὸ εἶναι. Ὀρθ. Τὰ γὰρ ἄλλα, οὐκ ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ ἔχοντα τὸ εἶναι, κτίσματά εἰσι; Μακεδ. Ναί. Ὀρθ. Κτίσμα ἄρα καὶ τὸ Πνεῦμα. Μακεδ. Οὐ λέγω κτίσμα, ἐπειδὴ οὐ γέγραπται. Ὀρθ. Μὴ γενητὸν λέγε, ἐπειδὴ ἐκ παραλλήλου αὐτὸ σημαινόμενόν ἐστι.

Μακεδ. Ἀλλὰ, «Πάντα δι᾽ αὐτοῦ ἐγένετο,» γέγραπται· καὶ, «Τὰ σύμπαντα δοῦλα σὰ,» γέγραπται. Ὀρθ. Δοῦλον οὖν λέγεις τὸ Πνεῦμα; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκ ἄρα μετὰ τῶν πάντων συναριθμεῖται. Μακεδ. Τρία οὖν ἀγένητα λέγεις; Ὀρθ. Ἀλλ᾽ οὐκ ἀναίτια, οὔτε μὴ ἀπάτορα. Καὶ γὰρ εἰ ἀγένητον τὸ Πνεῦμα, ἀλλ᾽ οὐκ ἀναίτιον· ἔχει γὰρ αἴτιον τὸν Θεὸν, οὗ Πνεῦμά ἐστι. Κἂν ἀγένητος ὁ Υἱὸς, ἀλλ᾽ οὐκ ἀπάτωρ· ἔχει γὰρ Πατέρα τὸν Θεὸν, ἐξ οὗ καὶ γεγέννηται. Ὁ δὲ Πατὴρ καὶ ἀγένητος καὶ ἀναίτιος καὶ ἀπάτωρ. Μακεδ. Οὐκ ἐγένετο οὖν τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ; Ὀρθ. Μὴ γένοιτο! Πῶς γὰρ ὁ Πατὴρ λέγει τιθέναι αὐτὸ ἐπὶ τὸν Υἱὸν, εἴπερ δι᾽ αὐτοῦ ἐγένετο;

Μακεδ. Ποῦ γέγραπται, ὅτι ὁ Πατὴρ ἐπὶ τὸν Υἱὸν τίθησι τὸ Πνεῦμα; Ὀρθ. «Ἰδοὺ ὁ Παῖς μου ὁ ἀγαπητὸς, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ᾽ αὐτόν.» Μακεδ. Οὐ τοῦτο λέγει τὸ Πνεῦμα. Ὀρθ. Ἔστι γὰρ ἄλλο Πνεῦμα τοῦ Πατρός;

Μακεδ. Καὶ αὐτὸς ὁ Πατὴρ Πνεῦμά ἐστι· καὶ ὅταν λέγει, «Θήσω τὸ Πνεῦμά μου ἐπ᾽ αὐτὸν,» δύναμιν αὐτοῦ λέγει. Ὀρθ. Ὅταν οὖν λέγει, «Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτὸν,» τὴν δύναμιν αὐτοῦ λέγει; Μακεδ. Οὔκ, ἀλλ᾽ αὐτὸ τὸ Πνεῦμα τὸν Παράκλητον λέγει. Ὀρθ. Ἄλλο οὖν εἶπε τῷ προφήτῃ τιθέναι ἐπ᾽ αὐτὸν, καὶ ἄλλο τῷ Ἰωάννῃ.

Μακεδ. Ὃ εἶπε τῷ Ἰωάννῃ τιθέναι ἐπ᾽ αὐτὸν, ἔστιν ὁ Παράκλητος· ὃ δὲ εἶπε διὰ τοῦ προφήτου, τὴν δύναμιν τὴν ἑαυτοῦ λέγει. Ὀρθ. Δύο Πνεύματα ἔχει ὁ Θεός; Μακεδ. Αὐτὸς ὁ Θεὸς Πνεῦμά ἐστι· λέγεται δὲ καὶ ἡ δύναμις αὐτοῦ Πνεῦμα. Ὀρθ. Ἡ δύναμις αὕτη Πνεῦμα ἐνυπόστατον. Μακεδ. Ἐνυπόστατον τί ἐστιν, οὐ νοῶ· τὴν δύναμιν αὐτοῦ εἶπε τιθέναι. Ὀρθ. Τὴν δύναμιν αὐτοῦ, ἣν εἶπε τιθέναι, ἐνυπόστατός ἐστιν.

Μακεδ. Αὐτό ἐστιν ὁ Θεός. Ὀρθ. Καίτοιγε εἰρηκὼς τῷ Ἰωάννῃ· «Ἐφ᾽ ὃν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ᾽ αὐτόν·» καὶ τοῦ Ἰωάννου θεασαμένου, ἐπήγαγε τὴν παρὰ τῷ προφήτῃ σημαινομένην φωνήν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου.» Ὁρᾷς, ὅτι αἱ αὐταὶ φωναὶ κεῖνται· ἵνα μὴ ἄλλο διὰ τοῦ προφήτου Πνεῦμα, καὶ ἄλλο τῷ Ἰωάννῃ εἰρημένον νοήσωμεν; Ἔπειτα μάθε καὶ παρὰ τῷ Λουκᾷ, τί γέγραπται. Ὅτι, κατελθόντος τοῦ Πνεύματος καὶ μείναντος ἐπ᾽ αὐτὸν, καὶ τῆς φωνῆς λεγομένης, λέγει· «Ἰησοῦς δὲ, Πνεύματος ἁγίου πλήρης, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.» Μακεδ. Τὸ Πνεῦμα οὖν τὸ ἅγιον πλήρωσίς ἐστι τοῦ Χριστοῦ;

Ὀρθ. Ὁ εὐαγγελιστὴς λέγει, ὅτι Ἰησοῦς ἦν πλήρης Πνεύματος ἁγίου. Μακεδ. Μεῖζον οὖν λέγει τὸ Πνεῦμα τοῦ Υἱοῦ. Ὀρθ. Μὴ γένοιτο! Μακεδ. Εἰ ἐπλήρωσεν αὐτὸ τὸν Υἱὸν, εἰ ἐν τῷ Πνεύματι ἄγεται, μεῖζον αὐτοῦ ἐστιν. Ὀρθ. Καὶ πάλιν λέγω, μὴ γένοιτο τοῦτο εἰπεῖν! ἀλλ᾽ ὥσπερ ἐὰν ἀκούσῃς, ὅτι ὁ Υἱὸς ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, οὔτε τόπον νοεῖς ἐπὶ Θεὸν, οὔτε μείζονα τὸν Υἱὸν ἡγῇ, ἀλλ᾽ ἐκ τῆς ὑπερβαλλούσης τιμῆς τὸ ταυτὸν τῆς φύσεως νοεῖς· οὕτως, ἐὰν ἀκούσῃς, ὅτι ὁ Ἰησοῦς πλήρης Πνεύματος ἁγίου, μὴ ἐλλείψεως πλήρωσιν νομίσῃς, μήτε μεῖζον τὸ Πνεῦμα ἡγῇ· ἀλλ᾽ ἐκ τῆς ὑπερβαλλούσης τιμῆς καὶ ἑνώσεως τὸ αὐτὸν τῆς φύσεως νόει ἐν τρισὶ τελείαις ὑποστάσεσιν. Ὅτι δὲ ἐπ᾽ αὐτὸν τὸν Υἱόν ἐστι τὸ Πνεῦμα, ἄκουε καὶ αὐτοῦ λέγοντος τοῖς Ἰουδαίοις· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με·» καὶ τοῦ Πέτρου· «Ὅτι ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει.» Μακεδ. Ἐγὼ ἀμαθής εἰμι, ἄγω τὸν διδάσκαλόν μου, καὶ διαλέγεταί σοι. Ὀρθ. Γένοιτό σοι τὸν εὐσεβῆ λογισμὸν λαβεῖν διδάσκαλον! ἵνα μὴ ἀνθρώποις ᾖς ἀκολουθῶν, ἀλλὰ τῷ Θεῷ τῷ εἰρηκότι· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ἀμήν.