Μακεδ. Ἐνηνθρωπηκέναι λέγομεν· ἀλλ᾽ οὐχὶ ψυχὴν εἰληφέναι. Ὀρθ. Μὴ λέγε ἐνηνθρωπηκέναι μόνον, ἀλλὰ καὶ σεσαρκῶσθαι. Εἰ γὰρ οὐκ ἔλαβεν ἔμψυχον σῶμα, οὐδὲ ἐνηνθρώπησε. Μακεδ. Διὰ τί; Ὀρθ. Ὅτι σῶμα ἄψυχον, τὸ μὴ κοινωνῆσαν ψυχῇ λογικῇ, οὐκ ἔστιν ἀνθρώπινον σῶμα. Πῶς δὲ ὡς «ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος,» οὕτως ἀκούετε τοῦ Πέτρου λέγοντος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὅτι «Οὔτε ἡ ψυχὴ αὐτοῦ κατελείφθη εἰς ᾅδου, οὔτε ἡ σὰρξ αὐτοῦ οἶδε διαφθοράν; Καὶ ὁ προφήτης Ἡσαΐας βοᾷ· »Ἐὰν δῶτε περὶ ἁμαρτίας τὴν ψυχὴν ὑμῶν, ὄψεσθε σπέρμα μακρόβιον.» Καὶ βουλεύσεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς· καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. Ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τῆς ἀνομίας αὐτῶν παρεδόθη.» Μακεδ. Καὶ ἡμεῖς ἴσμεν, ὅτι πολλαχοῦ εἴρηται ἐν τῇ Γραφῇ, ὅτι ψυχὴν εἶχεν· ἀλλὰ καταχρηστικῶς εἴρηται, καὶ οὐκ ἀληθείᾳ. Ὀρθ. Πάντα οὖν ὅσα εἴρηται περὶ αὐτοῦ ἀνθρώπινα, οἷον ἀκοὴ, ὅρασις, ὄσφρησις, φωνὴ, γεῦσις, ἐπιθυμία, λύπη, θάμβος, ἀδημονία, περίπατος, καταχρηστικῶς εἴρηται, καὶ οὐκ ἀληθείᾳ; Μακεδ.