Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος Ἀθανασίου καὶ Ζακχαίου

Μέγας Αθανάσιος

Η κλήση των εθνών, η νέα διαθήκη και τα μυστήρια του χρίσματος και του βαπτίσματος

Συζήτηση για την αποδοχή του Χριστού από τα έθνη, το νέο όνομα των Χριστιανών και τον καθαρτικό και πνευματικό χαρακτήρα του αγίου βαπτίσματος και της νέας Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 7

τὸν μὴ βασιλεύσαντα, μηδὲ χρισθέντα παρὰ μηδενὸς τῶν προφητῶν; ἀθανάσιος: Ἐδιδάχθης ἀπὸ τῶν προφητῶν ὅτι δύναμις, καὶ λόγος, καὶ σοφία, καὶ βραχίων, καὶ παιδίον, καὶ ἄνθρωπος λέγεται· καὶ ἔστι μαθεῖν, ὅτι καὶ ἄρχων, καὶ βασιλεύς, καὶ χριστός, καὶ ἱερεύς, καὶ προφήτης ἐστιν· τὰ γὰρ πάντα τοῖς ἅπασιν ἐγένετο. ἵνα πάντας σώσῃ μένων θεός, οὐ τραπεὶς τὴν φύσιν: ζακχαίος εἶπεν: Πῶς δύνῃ μοι δεῖξαι; ἀθανάσιος: Τέως ὅτι ἄρχων καὶ ἡγούμενος, ἄκουε τοῦ μωυσέως γράφοντος, τὰς τοῦ Ἰακὼβ εὐλογίας καὶ λέγοντος· οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα· καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ· ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. καὶ βλέπε ποία ἦν ἡ προφητεία· ὅτι αὐτὸς ὁ ἰακὼβ ἀποθνήσκων ἐκάλεσε τοὺς υἱοὺς αὐτοῦ λέγων· συνάχθητε ἀναγγείλω ὑμῖν τί ἀπαντήσει ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν· συνάχθητε ἵνα ἀναγγείλω ὑμῖν. υἱοὶ ἰακὼβ ἀκούσατε ἰσραὴλ τοῦ πατρὸς ὑμῶν. καὶ συναχθέντων αὐτῶν, τὸν ἰούδαν εὐλογεῖ τῇ προειρημένῃ εὐλογίᾳ. καὶ τὸν ἰωσὴφ βασιλεύοντα δοῦλον ποιεῖ τοῦ ἰούδα, λέγων αὐτῷ· καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. ὅτι οὐκ ἐκλείψει ἄρχων ἐξ ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται. καὶ αὐτὸς προσδοκία ἐθνῶν: ζακχαίος: Περὶ τοῦ δαυὶδ εἶπεν, ὅτι ἔμελλε μετὰ γενεὰς ἐξ ἰούδα γεννᾶσθαι: ἀθανάσιος: Καίτοι δὲ ἀπὸ τοῦ δαυὶδ ηὔξησαν οἱ ἄρχοντες.

ἡ δὲ προφητεία λέγει, ἕως τότε εἶναι τοὺς ἄρχοντας τοῦ ἰουδαίων ἔθνους, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. ὁ γὰρ δαυὶδ ὑμῶν ἐγένετο προσδοκία τῶν ἰουδαίων, καὶ οὐχ ἡμῶν τῶν ἐθνῶν: ζακχαίος εἶπε: Καὶ γὰρ καὶ τὰ ἔθνη λέγεις καλεῖσθαι εἰς ζωὴν ἃ ἀπηγόρευσεν ὁ θεός; ἀθανάσιος: Ἤκουσας ἐν δευτέρῳ ψαλμῷ προφητικῶς λέγοντος τοῦ δαυίδ· κύριος εἶπε πρός με· υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς: ζακχαίος εἶπε: Περὶ αὐτοῦ ἔλεγε δαυίδ· κύριος εἶπε πρός με· υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. μὴ γὰρ περὶ χριστοῦ; ἀθανάσιος: Καὶ πότε τὰ ἔθνη ἐκληρονόμησε δαυίδ; ζακχαίος εἶπε: Τὰ ἔθνη λέγει τὰς δώδεκα φυλὰς τοῦ ἰσραήλ: ἀθανάσιος: Καὶ τὰ πέρατα τῆς γῆς, πότε κατέσχε δαυίδ; ζακχαίος εἶπεν: Ὁ γὰρ χριστὸς τὰ πέρατα τῆς γῆς κατέσχεν; ἀθανάσιος: Μάθε ὅτι ἐν αἰγύπτῳ πάσῃ· καὶ ἐν παλαιστίνῃ· καὶ ἐν φοινίκῃ· ἐν συρίᾳ· ἐν κιλικίᾳ· ἐν καπποδοκίᾳ· ἐν πόντῳ· ἐν ἀρμενίᾳ· ἐν σκυθίᾳ· καὶ καθάπαξ ἐν ὅλῃ τῇ οἰκουμένῃ 〈τὸν χριστὸν〉 ἐπιγραφόμεθα καὶ ἐπικαλούμεθα βασιλέα: ζακχαίος εἶπε: Καὶ ἐν αἰγύπτῳ βασιλέα λέγεις τὸν χριστόν, τοῖς ἀποκηρυχθεῖσιν ἀπὸ τοῦ θεοῦ;

καὶ πῶς δύναται ἐκ τοῦ θεοῦ εἶναι ὁ χριστός, καί, ὡς λέγεις σύ, υἱὸς τοῦ θεοῦ, τοῦ αἰτιωμένου τοὺς πατέρας ἡμῶν, διότι τῇ ὁδῷ αἰγύπτου ἐπορεύοντο; ἢ οὐκ ἤκουσας αὐτοῦ λέγοντος τοῦ προφήτου· τί σοι καὶ τῇ ὁδῷ αἰγύπτου, τοῦ πιεῖν ὕδωρ γαιῶν; ἀθανάσιος: Μιμεῖσθαι ἡμᾶς οὐ θέλει τοὺς αἰγυπτίους· σώζεσθαι δὲ αὐτοὺς βούλεται, καὶ πρὸς θεοσέβειαν ἔρχεσθαι· ἐπειδὴ καὶ πᾶν ἔθνος· ἀμέλει, ἄκουε τοῦ προφήτου λέγοντος· καὶ ἔσται ὅσοι ἂν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν, τῶν ἐλθόντων ἐπὶ ἱερουσαλήμ. καὶ ἀναβήσονται κατ᾽ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ κυρίῳ παντοκράτορι 〈καὶ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται ὅσοι μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι〉, καὶ αὐτοὶ ἐκεῖνοι προστεθήσονται· ἐὰν δὲ φυλὴ αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις ἣν πατάξει κύριος πάντα τὰ ἔθνη ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας: ζακχαίος εἶπεν: Αὕτη ἔσται ἡ ἁμαρτία αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσ᾽ ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας: [ἀθανάσιος:] καὶ αὐτοὺς μὲν τοὺς αἰγυπτίους, θέλει σώζεσθαι καὶ ἀναβαίνειν εἰς ἱερουσαλήμ· οὐ μὴν ἐν αἰγύπτῳ διαπορεύεσθαι:

Ἀθανάσιος εἶπε: Οὐκ ἔχεις με δεῖξαι, ὅτι ἐν τῇ ἱερουσαλὴμ τῇ αἰσθητῇ θέλει πάντας κατ᾽ ἐνιαυτὸν ἀπαντᾶν. πῶς γὰρ τοῦτο δυνατὸν γενέσθαι; ὥστε καὶ τοὺς ἀπὸ ὠκεανοῦ κατ᾽ ἐνιαυτὸν ἔρχεσθαι εἰς ἱερουσαλήμ. ἵνα δέ σοι καὶ τοῦτο δοθῇ, ὅτι δυνατόν, μηδενὶ ἑτέρῳ προσέχοντας ἀνθρώπους ἢ τοῦτο μόνον σχολάζειν: [ἀθανάσιος]: Ἄκουε ἡσαίου τοῦ προφήτου, ἐν αὐτῇ τῇ αἰγύπτῳ προσκυνεῖσθαι τὸν θεόν, καὶ διαρρήδην προφητεύοντος· καὶ γνωστὸς ἔσται κύριος τοῖς αἰγυπτίοις· καὶ φοβηθήσονται οἱ αἰγύπτιοι τὸν κύριον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ θύσουσι θυσίας· καὶ εὔξονται τῷ κυρίῳ εὐχὰς καὶ ἀποδώσουσιν: ζακχαίος εἶπεν: Οὐκ εἶπεν ἐν αἰγύπτῳ, ἀλλ᾽ οἱ αἰγύπτιοι φοβηθήσονται τὸν κύριον· καὶ θύσουσι θυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν οὐκ ἐν αἰγύπτῳ ἀλλ᾽ ἐν ἱερουσαλήμ: ἀθανάσιος: Οὐ δὲ τοῦτο ἔχεις δεῖξαι ὅτι ἐν ἱερουσαλὴμ λέγει· ἵνα δὲ μή σε φιλόνεικον ποιήσω, ἄκουε αὐτοῦ τοῦ προφήτου φανερῶς λέγοντος· τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν αἰγύπτῳ, λαλοῦσαι τῇ γλώσσῃ τῇ χαναανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου. πόλις ἀσεδέχ, κληθήσεται ἡ μία πόλις· τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον ἐν αὐτῇ τῷ κυρίῳ. καὶ ἔσται σημεῖον εἰς αἰῶνα κυρίῳ ἐν χώρᾳ αἰγύπτου. ὅτι κεκράξονται πρὸς κύριον, διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς.

καὶ γνωστὸς ἔσται κύριος τοῖς αἰγυπτίοις· καὶ φοβηθήσονται οἱ αἰγύπτιοι τὸν κύριον. καὶ γνώσονται οἱ αἰγύπτιοι τὸν θεὸν τὸν ἅγιον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται τῷ κυρίῳ καὶ ἀποδώσουσι. καὶ πατάξει κύριος τοὺς αἰγυπτίους πληγῇ μεγάλῃ, σείων αὐτῶν τὰ χειροποίητα. καὶ ἰάσεται αὐτοὺς ἰάσει· καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς: ζακχαίος εἶπε: Πρὸς ταῦτα ἀντειπεῖν οὐκ ἔχω: ἀθανάσιος: Γένοιτό σοι καὶ ἐν τοῖς μείζοσι τὴν αὐτὴν φωνὴν ἐᾶσαι. ἵνα καὶ σὺ κληθῇς τῷ ὀνόματι τῷ καινῷ, τῷ δεδομένῳ ἐπὶ τῆς γῆς: ζακχαίος εἶπεν: Ἔνι γὰρ μεῖζον ὄνομα ὃ ἔχωμεν, ἰσραηλῖται καλούμενοι; ἀθανάσιος: Ἄκουε τοῦ θεοῦ διὰ τοῦ προφήτου ἡσαίου λέγοντος πάλιν· τοῖς δὲ δουλεύουσί μοι, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς: ζακχαίος εἶπε: Καὶ ποῖόν ἐστι τὸ ὄνομα; ἀθανάσιος: Ἐὰν καταξιωθῇς χριστιανὸς καλεῖσθαι, γνώσῃ τὸ ὄνομα τὸ καινόν: ζακχαίος εἶπεν: Ἐπηγγείλω δεικνύναι ὅτι καὶ χριστός ἐστι, καὶ βασιλεύς, καὶ ἱερεύς: ἀθανάσιος: Εἰ χρίεται χριστός, οὐκ ἐν ἐλαίῳ γηίνῳ, ἀλλὰ πνεύματι θεοῦ· κατὰ τὸν προφήτην δαυὶδ τὸν λέγοντα· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου: ζακχαίος εἶπεν: Ἔλαιον ἀγαλλιάσεως ἐστὶ τὸ χρίσμα τὸ παρὰ μωσέως κατασκευασθέν: ἀθανάσιος: Διὰ τοῦτο παρὰ τοὺς μετόχους σου εἴρηται.

καὶ οὐκ ἔχει κατὰ τοὺς μετόχους σου· οἱ γὰρ μέτοχοι αὐτοῦ, ἐλαίῳ γηίνῳ ἐχρίσθησαν· αὐτὸς γὰρ πνεύματι ἁγίῳ καθὼς γέγραπται· πνεῦμα κυρίου ἐπ᾽ ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. ζακχαίος εἶπεν: Ἡσαίας ὁ ταῦτα λέγων· μὴ γὰρ ὁ σὸς χριστός; ἀθανάσιος: Χριστὸς οὐ λέγεται ὁ χριόμενος ἐν πνεύματι ἁγίῳ; ζακχαίος εἶπε: Ναί: ἀθανάσιος: Ἄπελθε οὖν εἰς ἱερουσαλήμ, καὶ μάθε ἐν αὐτῇ ἐρωτήσας, ποῦ κατῆλθεν 〈πνεῦμα〉 ἅγιον καὶ ἐπὶ τίνα· καὶ τότε ἵνα ἀκούσῃς, ὅτι ἐν τῷ ἰορδάνῃ ἐπὶ τὸν ἐκ μαρίας γεγεννημένον ἐπὶ καίσαρος αὐγούστου: ζακχαίος εἶπε: Καὶ ἔχω πιστεῦσαι τοῖς εὐαγγελίοις σου;

ἀθανάσιος: Διὰ τοῦτο καὶ ὁ τόπος σοι εἴρηται καὶ ὁ χρόνος, ἵνα ἀπελθὼν ἐπὶ τὸν τόπον, λάβῃς τῶν πραγμάτων τὴν ἀπόδειξιν· καὶ γνῷς πεπληρωμένην τὴν προφητείαν ἐπὶ πάντας τοὺς πιστεύοντας αὐτῷ, εὐφροσύνην αἰώνιον ὁρῶν ἐπὶ κεφαλῆς αὐτῶν, καὶ λέγοντας· ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου κύριε· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου: ζακχαίος: Ἀλλ᾽ οὐχὶ περὶ ὑμῶν εἴρηται τοῦτο τῶν χριστιανῶν· ἀλλὰ περὶ ἡμῶν τῶν ἰσραηλιτῶν εἴρηται: ἀθανάσιος: Ἄκουσον τῶν ἑξῆς τῆς προφητείας· ἵνα γνῷς ὅτι περὶ ἡμῶν εἴρηται: ζακχαίος εἶπεν: Εἰπέ: ἀθανάσιος: Λέγει οὕτως· καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς· καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσιν τὸ σπέρμα αὐτῶν: ζακχαίος εἶπε: Τὸ σπέρμα τῶν ἰουδαίων γνωσθήσεται ἐν τοῖς ἔθνεσιν: ἀθανάσιος: Ἀληθῆ λέγεις: οἱ γὰρ ἅγιοι ἀπόστολοι, σπέρμα τοῦ ἀβραὰμ ὄντες, ἡμῖν τοῖς ἔθνεσιν ἐγνώσθησαν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ λαῶν, ἅγιοι μάρτυρες· πᾶς γὰρ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς· ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ἀπὸ θεοῦ· καὶ εὐφροσύνῃ 〈εὐφρανθήσονται ἐπὶ κύριον: ζακχαίος εἶπεν: Ηὐφράνθημεν ἡμεῖς ἐπὶ κύριον: ἀθανάσιος: Καὶ πάλιν λέγω: ὑμῶν τίς εὐφροσύνη ἡ〉 αἰώνιος;

τῆς γῆς ὑμῶν ἐρημωμένης, καὶ τῶν πόλεων ὑμῶν πυρικαύστων γεγενημένων, καὶ ἀεὶ διὰ τοῦτο παθεῖν ὀφειλόντων; 〈ναὶ ἢ οὔ;〉 εἰπέ: ζακχαίος εἶπεν: Ἀλλ᾽ εἶπον ὅτι μέλλει γίνεσθαι ταῦτα καὶ οἰκοδομεῖσθαι ἡ πόλις: ἀθανάσιος εἶπεν: Ἴδωμεν τοῦτο ἀπὸ τῶν ἑξῆς εἰ μὴ ἐγένετο· λέγει οὕτως· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι. εἰ δὲ ᾔδεις ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς χριστόν, χριστὸν ἐνεδυσάμεθα, καὶ χιτῶνα εὐφροσύνης, τὴν τοῦ πνεύματος ἐλάβομεν χάριν, καὶ ὡς νυμφίοι μίτραν τὸ σημεῖον τοῦ σταυροῦ ἔχομεν.

καὶ ὡς νύμφη κατεκοσμήθημεν κόσμῳ ταῖς πράξεσιν· καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς, ἡ ἐκκλησία κατ᾽ ἐνιαυτὸν τοὺς φωτιζομένους ἀνθεῖ· καὶ ὡσεὶ κῆπος τὰ σπέρματα αὐτῆς ἀνατελεῖ τοὺς κατηχουμένους, οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην· ὅτι ἔστιν ἡμέρα σωτηρίας καὶ ἀγαλλιάματος· λέγω δὲ τὴν ἀνάστασιν ἐναντίον πάντων τῶν ἐθνῶν: ζακχαίος: Σεαυτῷ ὡς θέλεις νοεῖς· καὶ τὸ δὴ λεγόμενον, νεομηνίας κηρύττεις: ἀθανάσιος: Ἐπειδὴ ἔτι ἀπειθεῖς, ἄκουε τῶν ἑξῆς· καὶ φοβηθεὶς εἰπὲ τὴν ἀλήθειαν· διὰ σιὼν οὐ σιωπήσομαι· καὶ διὰ ἱερουσαλὴμ οὐκ ἀνήσω· ἕως ὂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται· καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου· καὶ καλέσει μου τὸ ὄνομα τὸ καινόν, ὃ ὁ κύριος ὀνομάσει αὐτό. καὶ ἔσει στέφανος κάλλους ἐν χειρὶ κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου. ζακχαίος: Περὶ τίνος λέγεις, λέγεσθαι ταῦτα; ἀθανάσιος: Περὶ ἱερουσαλήμ· οὐκέτι γάρ ἐστιν ἰουδαίων πόλις· ἀλλὰ χριστιανῶν πόλις, τῷ καινῷ ὀνόματι καλουμένη. ἀπελθὼν ἐκεῖσε ὄψει χριστοῦ τὴν πόλιν ταύτην οὖσαν, καὶ μοναζόντων οἰκητήριον· καὶ τοῦ χριστοῦ τὴν ἀνάστασιν· καὶ πάντας τοὺς βασιλεῖς τὴν δόξαν αὐτῶν φέροντας· καὶ τὰ ἔθνη μετὰ πάντων τῶν λαῶν τὴν δικαιοσύνην αὐτῆς ἣν ἐδικαιώθη ἀπαγγέλλοντας: ζακχαίος εἶπεν: Οὐκέτι οὖν πυρίκαυστος καὶ ἄδοξος ἐστίν;