Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος Ἀθανασίου καὶ Ζακχαίου

Μέγας Αθανάσιος

Εισαγωγή και θεολογία περί του άκτιστου Λόγου και της Σοφίας

Οι αρχικές ιουδαϊκές ενστάσεις του Ζακχαίου και η ανάπτυξη της χριστιανικής διδασκαλίας από τον Αθανάσιο για το ομοούσιο, τη δημιουργική Σοφία και τις παλαιοδιαθηκικές θεοφάνειες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 7

Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας λόγος πρὸς ζακχαίον νομοδιδάσκαλον τῶν Ἰουδαίων. Ζακχαίος εἶπεν: Πλανᾶσθε οἱ Χριστιανοὶ πρῶτον ὅτι νομίζετε καὶ ἑτέρους θεοὺς εἶναι παρὰ τὸν ἕνα καὶ μόνον θεόν· τῆς γραφῆς πανταχοῦ λεγούσης, ἕνα εἶναι θεόν: ἄκουε φησὶν Ἰσραήλ. κύριος ὁ θεός σου εἷς ἐστίν· καὶ πάλιν· ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεός. καὶ πάλιν· ἄκουσον λαός μου καὶ λαλήσω σοι ἰσραὴλ καὶ διαμαρτυροῦμαί σοι· ἰσραήλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔστιν ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσῃς θεῷ ἀλλοτρίῳ. ἐγὼ γὰρ εἰμὶ κύριος ὁ θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς αἰγύπτου. καὶ ἄλλα μυρία ταῦτα· δεύτερον δὲ ὅτι καὶ θεὸν λέγετε τὸν χριστόν· καὶ παθητὸν αὐτὸν καὶ ἐκ γυναικός, ἀκούοντες οὐκ αἰσχύνεσθε:

Ἀθανάσιος εἶπεν: Θέλεις οὖν σοι πρότερον δείξω ὅτι θεὸς καὶ ὁ χριστὸς ἐν τῇ γραφῇ γέγραπται· καὶ οὐκ εἰσὶ δύο θεοί. καὶ οὕτως, ὅτι καὶ παθητὸς ὁ χριστός, καὶ ἐκ γυναικός. καὶ οὔκ ἐστιν αἰσχύνη τοῖς ἐπικαλουμένοις αὐτόν; ζακχαίος εἶπεν: Δεῖξον ὅτι θεὸς καὶ ὁ χριστὸς καὶ οὐκ εἰσὶ δύο θεοί: ἀθανάσιος εἶπεν: Πρῶτον ὅτι θεὸς ὁ χριστὸς διδάχθητι· καὶ τότε μαθήσῃ ὅτι οὐ δύο θεοί: ζακχαίος: Εἰπέ: ἀθανάσιος εἶπεν: Βούλομαί σε ἀπὸ τῆς πρώτης βίβλου ὁδηγῆσαι, καὶ οὕτως ἐφεξῆς ἐπὶ τὰς ἄλλας ἀγαγεῖν: ζακχαίος εἶπεν: Οὐκ ἔχεις δεῖξαι: ἀθανάσιος εἶπεν: Κἂν λέγῃ μωυσῆς εἰρηκέναι τὸν θεόν· ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. τίνι λέγεις αὐτῷ τὸν θεὸν εἰρηκέναι; ζακχαίος εἶπεν: Ἦν γὰρ τότε ὁ χριστός, ὁ ἐπὶ καίσαρος αὐγούστου γεννηθείς; ἀθανάσιος εἶπεν: Ἦν ἀεὶ θεὸς λόγος ὤν· χριστὸς δὲ ἐκλήθη ἑνωθεὶς τῇ σαρκί: ζακχαίος εἶπε: Πόθεν δῆλον ὅτι ἦν; ἀθανάσιος εἶπε: Τέως γνῶμεν τίνι ἔλεγε· καὶ οὕτως εὑρίσκεται πότερον εἰ ὁ αὐτὸς ἐστὶν ὁ σαρκωθείς, ἢ οὔ; ζακχαίος εἶπεν: Ἐγὼ λέγω ὅτι οὔκ ἐστιν ὁ χριστὸς ᾧ ἔλεγεν: ἀθανάσιος εἶπεν: Ὅλως ἔλεγέ τινι ὁ θεὸς ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν;

ζακχαίος εἶπεν: Ἑαυτῷ ἔλεγε: ἀθανάσιος εἶπεν: Ἀλλ᾽ οὐκ εἶπε ποιήσω ἄνθρωπον, ἀλλὰ ποιήσωμεν: ζακχαίος εἶπε: Τοῖς ἀγγέλοις ἔλεγε: ἀθανάσιος εἶπε: Καὶ τοὺς ἀγγέλους, τοῦ θεοῦ συνεργοὺς λέγεις; ζακχαίος εἶπε: Καὶ τί ἄτοπον; ἀθανάσιος εἶπε: Οὐκέτι οὖν πάντα ἐν σοφίᾳ ἐποίησεν; ζακχαίος εἶπε: Καὶ πάντα ἐν σοφίᾳ ἐποίησε: ἀθανάσιος εἶπε: Δῆλον οὖν ὅτι αὐτῷ ἔλεγε, ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν: ζακχαίος εἶπε: Τί οὖν, ἡ σοφία τοῦ θεοῦ χριστός ἐστιν; ἀθανάσιος εἶπεν: Μὴ σπεῦδε· ἀλλὰ μετὰ πραότητος καὶ φόβου, συνείδησιν ἔχοντος ἀγαθὴν ζητήσωμεν: ζακχαίος εἶπε: Πῶς ἔχεις δεῖξαι ὅτι ἡ σοφία ἐστὶν ὁ χριστός; ἀθανάσιος εἶπε: Συντίθεσαι ὅλως, ὅτι πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ θεός; ζακχαίος 〈εἶπεν〉: Οὕτως γέγραπται: ἀθανάσιος 〈εἶπεν〉: Ἡ δὲ σοφία αὐτὴ καὶ ὁ λόγος αὐτοῦ εἴρηται, ὡς ὁ προφήτης λέγει· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. ζακχαίος εἶπε: Ναί· ἀλλ᾽ οὐχὶ ὁ χριστὸς εἶπεν: ἀθανάσιος εἶπε: Τέως ὁμολόγησον ὡς ἡ σοφία ἐστὶν ὁ λόγος ᾧ εἶπε ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· ὡς οὔσης εἰκόνος τοῦ ἀρχετύπου: ζακχαίος εἶπε: Ναί: ἀθανάσιος εἶπεν: Ἡμετέραν δὲ εἰρηκώς, καὶ τοῦ ἀκούοντος τὴν ὑπόστασιν ἔδειξεν· οὐ γὰρ εἶπε κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἐμήν, ἀλλὰ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν: ζακχαίος εἶπε: Θέλεις εἰπεῖν ὅτι ἄλλος θεὸς ἐστὶν ἡ σοφία τοῦ θεοῦ;

ἀθανάσιος εἶπεν: Ἄλλος θεὸς ἐκτὸς τοῦ θεοῦ οὐκ ἔστιν· ὥσπερ οὐδὲ ἄλλο φῶς τὸ ἀπαύγασμα τοῦ φωτός· ἀλλὰ φῶς μὲν τὸ φῶς, καὶ τὸ ἀπαύγασμα φῶς· ἀλλ᾽ οὐχὶ ἄλλο καὶ ἄλλο φῶς· οὕτως καὶ ἡ σοφία τοῦ θεοῦ· θεός, ἀλλ᾽ οὐχὶ ἄλλος καὶ ἄλλος θεός· γέγραπται γάρ· ἐγὼ εἰμὶ θεὸς καὶ οὐκ ἔστιν ἄλλος· καὶ πάλιν· Κύριε ὁ θεὸς ἡμῶν· πλήν σου ἄλλον οὐκ οἴδαμεν: ζακχαίος εἶπεν: Οὐκοῦν θεὰ ἐστὶν ὁ χριστός: ἀθανάσιος εἶπεν: Θεός, εἰπέ· καὶ μὴ ὡς ἰουδαῖος νόμιζε, ἐπὶ τῶν ἀσωμάτων τὰ θηλυκὰ ὀνόματα καὶ τὰ ἀρρενικὰ ὁμοίως λέγεσθαι, ὡς καὶ ἐπὶ τῶν σωμάτων· ἐπεὶ καὶ ἡ ψυχή σου θηλυκῷ ὀνόματι κέκληται ψυχή· καὶ οὐκ ἔστι θήλεια καὶ ἄρρην ψυχή: ζακχαίος εἶπε: Δεῖξον μοι ὅτι θεὸς λέγεται καὶ ἡ σοφία τοῦ θεοῦ ἐν ἰδίῳ προσώπῳ: ἀθανάσιος εἶπε: Τέως ἐδείχθη ὅτι ἔστι τις δύναμις κατὰ τὴν γραφὴν ᾗ λέγει ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, καὶ ὅτι ταύτην τὴν δύναμιν σοφίαν τοῦ θεοῦ εἶναι ὁ προφήτης εἶπε λέγων· πάντα ἐν σοφίᾳ ἐποίησας· καὶ αὐτὴν τὴν σοφίαν λόγον ὠνόμασε λέγων· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν· καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· ὅτι δὲ οὔτε λόγος διὰ φωνητηρίων ὀργάνων ἀναπεμπόμενος, οὔτε πνεῦμα διὰ τῶν ἀναπνευστικῶν δῆλον ὅτι ἐκ τοῦ ἀσώματον εἶναι τὸν θεόν: ζακχαίος εἶπεν: Ἔστω τὶς δύναμις καὶ ἡ σοφία ᾗ λέγει· ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· μὴ καὶ θεὸς ἐστὶν ἡ δύναμις;

ἀθανάσιος εἶπε: Αὐτῇ ταύτῃ τῇ δυνάμει λέγει ὁ θεός· ἰδοὺ γέγονεν ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν: ζακχαίος εἶπεν: Εἰ γὰρ εἶπεν ἰδοὺ γέγονεν ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν 〈θεός〉; ἀθανάσιος εἶπεν: Ὁμολογεῖς τέως· ὅτι ἔστι τις δύναμις, ᾗ συνήθως συνομιλεῖ ὁ θεός· καὶ αὐτὴ ἐστὶν ἡ λέγουσα διὰ τοῦ σολομῶνος· ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα· καὶ τό, ἐγὼ ἤμην ᾗ προσέχαιρεν: ζακχαίος εἶπε: Μὴ εἶπεν ὅτι ἐγὼ ἤμην ὁ θεός; ἀθανάσιος εἶπε: Προκοπτέτω ὁ λόγος ἡλικίᾳ καὶ σοφίᾳ πνευματικῇ: ζακχαίος εἶπε: Δεῖξον ὅτι θεὸς καὶ ἄλλος ἐστίν: ἀθανάσιος εἶπεν: Ἐὰν μὴ μάθῃ τις τὰ στοιχεῖα, συλλαβὰς ἀναγνῶναι οὐ δύναται· ἀνάγκη οὖν σε στοιχειωθῆναι καὶ οὕτως νοῆσαι τὰ λεγόμενα καὶ σημαινόμενα διὰ τῶν στοιχείων: ζακχαίος εἶπεν: Ἰδοὺ ἔγνων ὅτι ἔστι τις δύναμις ᾗ προσέχαιρεν ὁ θεός· μή, ὅτι καὶ θεός ἐστιν ἔδειξας; ἀθανάσιος εἶπεν: Ἐὰν λέγῃ ἡ γραφή· καὶ ὤφθη κύριος ὁ θεὸς τῷ ἀβραάμ. καὶ εἶπεν· οὐ μὴ κρύψω ἐγὼ ἀπὸ ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ. Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς· ᾔδει γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾽ αὐτόν.

καὶ φυλάξουσι τὴν ὁδὸν κυρίου τοῦ θεοῦ· τοῦ ποιεῖν ἐλεημοσύνην καὶ κρίσιν· ὅπως ἂν ἐπαγάγῃ κύριος ὁ θεὸς ἐπὶ ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν· εἶπε δὲ κύριος ὁ θεός· κραυγὴ σοδόμων καὶ γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται τὴν ἐρχομένην πρός με. εἰ δὲ μή, ἵνα γνῷ. καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες, ἦλθον εἰς σόδομα. ἀβραὰμ δὲ ἦν ἔτι ἑστηκὼς ἐναντίον τοῦ κυρίου. καὶ εὐλογήσας ἀβραὰμ εἶπεν· μὴ συναπολέγῃς δίκαιον μετὰ ἀσεβοῦς. καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἐκεῖνον, ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; μηδαμῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο, ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; μηδαμῶς ὁ κρίνων πᾶσαν γῆν οὐ ποιήσεις κρίσιν; εἶπε δὲ κύριος ὁ θεός· ἐὰν εὕρω ἐν σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι᾽ αὐτούς. καὶ οὕτως ὑφελὼν πέντε· καὶ πάλιν πέντε· ἦλθεν ἕως δέκα. τίνα οὖν λέγεις τῷ ἀβραὰμ ταῦτα λελαληκέναι, αὐτὸν τὸν θεόν, ἢ τὴν δύναμιν αὐτοῦ; ζακχαίος εἶπεν: Αὐτὸν τὸν θεόν: ἀθανάσιος εἶπεν: Ὅτ᾽ ἂν λέγῃ ἡ γραφή· καὶ κύριος ὁ θεὸς ἔβρεξεν ἐπὶ σόδομα καὶ γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ.

καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίχωρον. ἄρα παρὰ ποίου κυρίου κύριος ὁ θεὸς ἔβρεξε ἐπὶ σόδομα καὶ γόμορρα θεῖον καὶ πῦρ; ζακχαίος εἶπεν: Οὐ λέγει κύριος ὁ θεὸς ἔβρεξεν· ἀλλὰ κύριος ἔβρεξεν: ἀθανάσιος: Καὶ μάλιστα τὰ πλείονα τῶν ἀντιγράφων, Κύριος ὁ θεὸς ἔχουσιν. δῶμεν δὲ ὅτι οὐ πρόκειται ὁ θεός· οὔκ ἐστι δῆλον ὅτι ὁ βρέξας ὁ εἰρηκὼς τῷ λώτ· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας: ζακχαίος εἶπεν: Οὔ· ἀλλὰ τὸ κύριος ἔβρεξεν ἐπὶ σόδομα καὶ γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον. τοῦτ᾽ ἔστιν, ἄγγελος ἔβρεξεν παρὰ κυρίου τοῦ θεοῦ: ἀθανάσιος: Καὶ τὸν μὲν ἄγγελον κυρίου κύριον λέγεις· τὴν δὲ δύναμιν αὐτοῦ κύριον οὐ λέγεις; ζακχαίος εἶπεν: Εἶπον ὅτι τὸν ἄγγελον κύριον εἶπε, παρὰ κυρίου τοῦ θεοῦ βρέξαντα. μὴ γὰρ τὴν δύναμιν εἶπεν κύριον; ἀθανάσιος εἶπεν: Εἴπαμεν ἐν ἀρχῇ τοῦ λόγου ὅτι γέγραπται· πάντα ἐν σοφίᾳ ἐποίησεν· δηλονότι· εἰ τὰ πάντα καὶ τοῦτο· ἓν γὰρ τῶν πάντων καὶ αὐτὸ τὸ βρέξαι πῦρ καὶ θεῖον ἐπὶ σόδομα καὶ γόμορρα: ζακχαίος εἶπε: Κύριος οὖν ὁ θεὸς παρὰ κυρίου τῆς σοφίας ἔβρεξεν;

ἀθανάσιος εἶπεν: Οὔ· ἀλλὰ αὐτὴ ἡ σοφία κύριος καὶ θεὸς οὖσα ἔβρεξε παρὰ κυρίου τοῦ θεοῦ πῦρ καὶ θεῖον: ζακχαίος εἶπε: Ἀλλ᾽ οὐκ εἶπε παρὰ κυρίου τοῦ θεοῦ, ἀλλὰ παρὰ κυρίου· ἄρα οὖν ἡ μὲν σοφία κύριος ὁ θεὸς λέγεται, ὁ δὲ θεὸς κύριος μόνον; ἀθανάσιος εἶπεν: Ἐπεὶ δὴ πᾶσίν ἐστιν ὁμολογούμενον ὅτι ὁ αἴτιος καὶ γεννήτωρ τῆς σοφίας κύριος ἐστὶ καὶ θεός· διὰ τοῦτο ἐπ᾽ αὐτῷ τὸ κύριος μόνον εἶπεν· ἐπὶ δὲ τῆς σοφίας καὶ τὸ θεὸς προσέθηκεν. ᾔδει γὰρ τοὺς ἀπειθοῦντας αὐτῷ: ζακχαίος εἶπε: Δύο οὖν θεοί; ἀθανάσιος εἶπε: Μὴ γένοιτο τοῦτ᾽ εἰπεῖν: ζακχαίος εἶπεν: Εἰ ὁ θεός, θεὸς καὶ γεννήτωρ, καὶ θεὸς ἡ σοφία, δύο θεοί: ἀθανάσιος εἶπε: Δύο θεοὶ οὐκ εἰσίν· ἐπεὶ δὴ ἡ αὐτή ἐστι φύσις, καὶ ἓν θέλημα, καὶ μία συμφωνία. καὶ ὥσπερ βασιλεὺς λέγεται, καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὕτως θεός, καὶ ἡ τοῦ θεοῦ εἰκὼν καὶ σοφία· καὶ οὐ δύο θεοί.

καὶ ἐπὶ μὲν τοῦ ἀνθρώπου μιμητικῶς εἰκών, ἐπὶ δὲ τοῦ θεοῦ φυσικῶς: ζακχαίος εἶπεν: Εἰ ὁ θεὸς ὁ θεός, καὶ θεὸς ἡ εἰκών, δύο θεοί: ἀθανάσιος εἶπε: Δύο θεοὶ εἰσὶν ὅτ᾽ ἂν ἄλλο θέλημα τὸ πρωτότυπον· καὶ ἄλλο ἡ εἰκών· ὅτ᾽ ἂν δὲ τὸ αὐτὸ θέλημα, ἡ αὐτὴ γνῶσις, ἡ αὐτὴ γνώμη, ἡ αὐτὴ φύσις· εἷς θεός, διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας· ἀμέλει καὶ αὐτὸς μωυσῆς τὸ ἀπαράλλακτον τῆς γνώμης καὶ τοῦ θελήματος καὶ τῆς οὐσίας δεικνὺς τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, μίαν σάρκα εἶπε λέγων· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. καὶ ἐν τῇ ᾠδῇ λέγει· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν διὰ τὸ ταὐτὸν τῆς φύσεως· εἰ δὲ τοὺς ἵππους καὶ τοὺς ἀναβάτας, καίτοι σώματα ὄντα, ἑνικῶς εἶπεν, τὸν ἀσώματον θεόν, καὶ τὸν αὐτοῦ λόγον θεὸν ὄντα, οὐκ ἂν πληθυντικῶς ἐκάλεσεν: ζακχαίος εἶπε: Δῶμεν ὅτι θεός ἐστι καὶ ἡ σοφία, μὴ καὶ ὁ χριστὸς ἐκ γυναικός; ἀθανάσιος εἶπεν: Αὐτὴ ἡ σοφία, μόνη καὶ ἀληθῶς οὖσα ἐκ τοῦ θεοῦ θεός, ἀπολλυμένων τῶν ἀνθρώπων, ἠθέλησεν ἐπὶ τῆς γῆς ὀφθῆναι καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι· ἵνα δι᾽ ἑαυτοῦ σώσῃ βουλήματι τοῦ πατρὸς τὸ τῶν ἀνθρώπων γένος.