Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος Ἀθανασίου καὶ Ζακχαίου

Μέγας Αθανάσιος

Ο αληθινός Ισραήλ, η προσκύνηση των εθνών και ο Χριστός ως αποδοκιμασθείς λίθος

Ερμηνεία της πνευματικής περιτομής της καρδίας, της μεταστροφής των εθνών και η ανάλυση του εβδομηκοστού πρώτου Ψαλμού σε αντιπαραβολή με την ταύτιση του Χριστού ως του λίθου που απέρριψαν οι οικοδόμοι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 7

ἀθανάσιος: Ἄνθρωπος ἦν κατὰ σάρκα· θεὸς δὲ κατὰ πνεῦμα. ἀμέλει· ἄκουε τί λέγει ὁ θεὸς διὰ τοῦ προφήτου ἡσαίου· ἐκοπίασεν αἴγυπτος καὶ ἐμπορία αἰθιόπων καὶ οἱ σεβοεὶμ ἄνδρες ὑψηλοὶ ἐπί σε διαβήσονται ... καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρός με νῆσοι. ἰσραὴλ σώζεται σωτηρίᾳ αἰώνων· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ... μὴ νομίζεις τὸν προφήτην ψευδῶς λέγοντα· ἰσραὴλ σώζεται ὑπὸ κυρίου σωτηρίᾳ αἰώνων· εἰ θέλεις εἰπεῖν, ὅτι οὔτε ᾐσχύνθημεν, οὔτε ἐνετράπημεν πάντα ἀπολέσαντες, καὶ ῥωμαίων γενόμενοι δοῦλοι· τόλμησον εἰπεῖν ὅτι ψευδεῖς ἐκτήσαντο οἱ πατέρες ἡμῶν προφήτας: ζακχαίος εἶπε: Μὴ γένοιτο ψευδεῖς εἰπεῖν τοὺς προφήτας: ἀθανάσιος: Οὔκουν ἰσραὴλ ἐσώθη σωτηρίᾳ αἰώνων· καὶ οὐ μὴ αἰσχυνθῶσιν, οὐδ᾽ οὐ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, οἱ ἅγιοι ἀπόστολοι, φύσει ἑβραῖοι ὄντες, καὶ κατὰ σάρκα, καὶ κατὰ πνεῦμα· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ περιτετμημένος ἐστὶν ἰουδαῖος· ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ τὴν περιτομὴν τῆς καρδίας ἔχων. μέμφεται οὖν ὁ θεὸς τοὺς ἐν τῷ φανερῷ μόνον ἔχοντας τὴν περιτομὴν καὶ μὴ ἐν τῇ καρδίᾳ, λέγων οὕτως· πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί, ὁ δὲ λαός μου οὗτος τῇ καρδίᾳ: ζακχαίος εἶπεν: Ὁ θεὸς ἐντειλάμενος τῷ ἀβραάμ, λέγων· περιτμηθήσεταί σου πᾶν ἀρρενικὸν τῇ ὀγδόῃ ἡμέρᾳ, ἀπεστράφη τὴν περιτομήν;

ἀθανάσιος: Διδαχθήσῃ τὸν περὶ τῆς περιτομῆς λόγον· τέως δέ μοι εἰπέ, εἰ νενόηκας τίνι ἔλεγε διὰ τοῦ προφήτου· ἐκοπίασεν αἴγυπτος καὶ ἐμπορία αἰθιόπων· καὶ οἱ σεβοεὶμ ἄνδρες ὑψηλοὶ ἐπί σε διαβήσονται καί σοι ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις· καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ ἰσραήλ, σωτηρία: ζακχαίος εἶπε: Τῇ ἱερουσαλὴμ ἔλεγεν ἐκοπίσσεν αἴγυπτος, καὶ ἐμπορία αἰθιόπων· καὶ οἱ σεβοεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται· καὶ σοὶ ἔσονται δοῦλοι· καὶ σοὶ ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις: ... ἀθανάσιος: Αὕτη οὖν ἱερουσαλὴμ καὶ θεός ἐστιν, λέγει γὰρ ὅτι καὶ προσκυνήσουσί σοι· καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεὸς ἔστι, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ θεὸς καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ ἰσραήλ, σωτήρ: ζακχαίος εἶπε: Τίνι οὖν ἄλλῳ λέγει: ἀθανάσιος: Οὐδενὶ ἄλλῳ· πλὴν τοῦ χριστοῦ: ζακχαίος εἶπε: Πῶς; ἀθανάσιος: Ἐκοπίασεν αἴγυπτος καὶ ἐμπορία αἰθιόπων, χριστοῦ γεννηθέντος καὶ τῆς εἰδωλολατρείας λυομένης, καὶ τῆς μαγείας καταργουμένης.

καὶ οἱ σεβοεὶμ ἄνδρες ὑψηλοὶ ἐπ᾽ αὐτὸν διέβησαν· καὶ αὐτοῦ ἐγένοντο δοῦλοι· καὶ ὀπίσω αὐτοῦ ἀκολουθήσουσι· δεδεμένοι χειροπέδαις πάντες οἱ ὑψηλοὶ τῆς γῆς· καὶ ἐν αὐτῷ προσεύξονται· καὶ προσκυνήσουσιν αὐτόν· καὶ ὁμολογήσουσιν, ὅτι ἐν αὐτῷ θεὸς ἔστι, καὶ οὐκ ἔστι θεὸς πλὴν αὐτοῦ· αὐτὸς γάρ ἐστι θεὸς καὶ οὐκ ᾔδεισαν, θεὸς τοῦ ἰσραήλ, σωτήρ: ζακχαίος εἶπε: Πῶς καὶ ἐν αὐτῷ ἔστι θεὸς καὶ οὐκ ἔστιν θεὸς πλὴν αὐτοῦ; ἀθανάσιος: Διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας· διὰ τὸ ταὐτὸν τῆς δόξης, διὰ τὸ ἀμεσίτευτον τῆς δυνάμεως· διὰ γὰρ τοῦτο κύριος ὁ θεός, κύριος εἷς ἐστιν· ὅτι ἓν τὸ θέλημα· μία ἐξουσία· ἓν τὸ κράτος· οὐδὲ γὰρ ἄλλο βούλεται ὁ πατήρ, καὶ ἄλλο ὁ υἱός· εἰ δὲ θέλεις καὶ πλειόνων μυστηρίων, ἀνάγνωθι τὸν ἑβδομηκοστὸν πρῶτον ψαλμὸν τοῦ δαυὶδ μετὰ φόβου θεοῦ καὶ ἀληθείας καὶ συνειδήσεως ἀγαθῆς· τάχα γὰρ ἐν τῇ συναγωγῇ ὑμῶν ἀντὶ ᾠδῶν τερπουσῶν τὴν ἀκοήν, ταῦτα ἀναγινώσκετε: ζακχαίος εἶπε: Τί γὰρ λέγει ὁ ψαλμὸς περὶ τοῦ χριστοῦ σου; ἀθανάσιος: Ἀνάγνωθι καὶ εὑρήσεις: ζακχαίος εἶπεν: Ἀνέγνων καὶ εὗρον ὅτι περὶ σολομῶνος λέγει: ἀθανάσιος: Ὁ θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δός· τίς λέγει; ζακχαίος εἶπεν: Ὁ δαυὶδ ἀξιοῖ τὸν κύριον ἵνα τὸ κρίνειν καλῶς δῷ τῷ υἱῷ αὐτοῦ, τοῦτ᾽ ἔστιν τῷ σολομῶντι: ἀθανάσιος: Καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως;

ζακχαίος εἶπε: Τῷ υἱῷ τοῦ βασιλέως, λέγει· τῷ ἐμῷ υἱῷ· ἡ βασιλεία γὰρ ἦν δαυὶδ ὅτε ηὔχετο τῷ θεῷ, ἵνα τὴν δικαιοσύνην αὐτοῦ δῷ τῷ σολομῶντι αὐτὸς ὁ θεός: ἀθανάσιος: Ἀκολούθησον αὐτῷ μετὰ φόβου θεοῦ. ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ καὶ οἱ βουνοὶ δικαιοσύνην· κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ. καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην: ζακχαίος λέγει: Ταῦτα πάντα περὶ τοῦ σολομῶνος λέγει: ἀθανάσιος: Ἴδωμεν οὖν καὶ τὰ ἑξῆς: ζακχαίος εἶπεν: Εἰπέ: ἀθανάσιος: Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ· καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν· ἄρα ὁ σολομὼν συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν; ζακχαίος εἶπε: Τὸ ὄνομα αὐτοῦ συμπαραμενεῖ ἐν τῷ ἡλίῳ. ἰδοὺ γοῦν· καὶ ὑμεῖς οἱ χριστιανοὶ ἐν πάσῃ τῇ γῇ μνημονεύετε τοῦ ὀνόματος αὐτοῦ ὡς σοφοῦ· καὶ ἕως γενεῶν συμπαραμένει αὐτῷ ἡ δόξα τοῦ ὀνόματος: ἀθανάσιος: Καὶ πρὸ τῆς σελήνης 〈γενεὰς〉 γενεῶν ἦν αὐτοῦ τὸ ὄνομα. ζακχαίος εἶπε: Καὶ ἐγίνωσκεν αὐτοῦ τὸ ὄνομα ὁ θεός· καὶ πρὸ τῆς σελήνης: ἀθανάσιος: Ἄκουσον οὖν τῶν ἑξῆς: ζακχαίος εἶπεν: Εἰπέ: ἀθανάσιος: Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν, ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς οἰκουμένης.

ἐνώπιον αὐτοῦ προπεσοῦνται αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσιν. βασιλεῖς θαρσεὶς καὶ νῆσοι δῶρα προσοίσουσιν, βασιλεῖς ἀράβων καὶ σαβὰ δῶρα προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός· φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει. ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτοῦ. καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς ἀραβείας, καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν· ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾽ ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν λίβανον ὁ καρπὸς αὐτῶν, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν· εὐλογητὸς κύριος ὁ θεὸς ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος. καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ τὸ ἅγιον εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· γένοιτο γένοιτο. ζακχαίος εἶπε: Ταῦτα ὁμολογουμένως περὶ τοῦ χριστοῦ εἴρηται· ἀλλ᾽ οὐδέπω ἦλθε τέως: ἀθανάσιος: Τί οὐ πεπλήρωται τῶν εἰρημένων;

ζακχαίος εἶπε: Πάντα: ἀθανάσιος: Ἄκουε οὖν τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως καθὰ συνέταξέν μοι κύριος. ὁρᾷς ὅτι ὁ προδότης καὶ τὰ τριάκοντα ἀργύρια λαβὼν ἐκ τῶν ἀρχιερέων ἀνέδωκε· καὶ ὁ ἀγρὸς ἠγοράσθη· καὶ ἡ προφητεία ἀπεπληρώθη· καὶ πῶς λέγεις ὅτι οὔπω ἦλθεν ὁ χριστός: ζακχαίος εἶπεν: Οἶδα ὅτι ταῦτα λέγει ὁ προφήτης, ἀλλ᾽ οὐχὶ περὶ τοῦ χριστοῦ: ἀθανάσιος: Κατεκυρίευσεν ἀπὸ θαλάττης ἕως θαλάττης· καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης· ἐνώπιον αὐτοῦ πεσοῦνται αἰθίοπες. καὶ οἱ ἐχθροὶ αὐτοῦ ὑμεῖς· χοῦν ἐσθίετε· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς· πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς: ζακχαίος εἶπεν: Οἱ σταυρώσαντες αὐτόν, προσκυνήσουσιν αὐτόν; ἀθανάσιος: Οἱ ἐχθροὶ ἀνεγράφησαν, καὶ τὸ πάθος, καὶ ὁ θάνατος, καὶ ἡ τιμή, καὶ ἡ δόξα, καὶ ἡ ἀνάστασις· ἀκούεις γοῦν τοῦ δαυὶδ λέγοντος· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς· καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτῶν: ζακχαίος εἶπε: Πῶς οὖν κατ᾽ αὐτοῦ καὶ ὑπὲρ αὐτοῦ;

ἀθανάσιος: Ἐπειδὴ καὶ τὰ καλὰ ὁ θεὸς ἐγίνωσκε καὶ τὰ ἄλλα ὡς ἔχοντα, πεποίηκε πάντα γραφῆναι· καὶ τοῦτο ἐστὶ τὸ εἰρημένον παρὰ τοῦ θεοῦ, διὰ τοῦ προφήτου· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος· καὶ πέτραν σκανδάλου· καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ, οὐ μὴ καταισχυνθῇ: ζακχαίος εἶπε: Καὶ ἵνα τί λίθος προσκόμματος αὐτὸν ἐτίθει, καὶ οὐχὶ μᾶλλον ἐκ τοῦ φανεροῦ ὁμολογηθῆναι αὐτὸν ἐποίησεν; ἀθανάσιος: Εἰ μὲν μὴ προεῖπεν οὐ μὴ καταισχυνθῇ· αἰτιῶ τὸν θέμενον· εἰ δὲ προείρηταί σοι, ἑαυτὸν αἰτιῶ μὴ πιστεύσαντα. αὐτὸς γάρ ἐστιν ὁ λίθος, ὁ ἐξουθενηθεὶς ὑφ᾽ ἡμῶν τῶν οἰκοδομούντων, περὶ οὗ λέγει ὁ δαυίδ· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας: ζακχαίος εἶπεν: Ἡ σοφία τοῦ θεοῦ λίθος ἐγένετο; ἀθανάσιος: Ἡ σοφία τοῦ θεοῦ λίθος ἐκλήθη τὸ κατὰ σάρκα· ἐπειδὴ γὰρ ἔλαβε σάρκα ἐκ τῆς παρθένου, ἵνα καθάπερ ἐν αὐτῇ σαρκὶ ἡμῖν ἐπιφανεῖ, διὰ τοῦτο λίθος ἐκλήθη· καὶ οὗτός ἐστιν ὁ λίθος ὃν ἑρμήνευσεν δανιήλ, τμηθέντα ἐξ ὄρους ἄνευ χειρῶν, καὶ λεπτύναντα τὴν εἰκόνα τῆς εἰδωλολατρείας: ζακχαίος εἶπε: Καὶ ἀπὸ ποίου ὄρους ἐτμήθη λίθος;