Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος κατὰ Ἀρείου

Μέγας Αθανάσιος

Η θεότητα και το ομοούσιο του Αγίου Πνεύματος

Αντίκρουση των απόψεων περί κτιστότητας του Αγίου Πνεύματος, προβολή της αγιοποιού ενέργειας, της πανταχού παρουσίας του και των γραφικών μαρτυριών υπέρ της προσκυνήσεώς του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 9

Λοιπὸν περὶ τοῦ ἁγίου Πνεύματος ζητήσωμεν· ἐπειδὴ μάλιστα ὡρίσω σὺ ἐν ἀρχῇ ὁμοούσιον αὐτὸ εἶναι Πατρὶ καὶ Υἱῷ, ἐγὼ δὲ ἀντιλέγω, ἔχων τὴν ἀπόδειξιν ἐκ τῶν ἁγίων Γραφῶν, ὅτι κτιστὸν τυγχάνει· καὶ διὰ συντόμου ἐρῶ τὴν περὶ τούτου παράστασιν, ἐν τῷ τὸν Ἰωάννην διισχυρίσασθαι φάσκοντα, πάντα διὰ τοῦ Υἱοῦ γεγενῆσθαι, μὴ συμπαραλαβόντα καὶ τὸ Πνεῦμα ἐν τούτῳ τῷ λόγῳ, ἔτι μὴν καὶ ἀποστελλόμενον πρὸς τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν πρὸς βοήθειαν τῶν ἀποστόλων· τὸ δὲ ἀπὸ τόπου εἰς ἕτερον τόπον μετιὸν μεταβατικῆς οὐσίας τυγχάνει. Ἐκ τούτου καταδήλου ὄντος κτιστῆς αὐτὸν φύσεως εἶναι, καὶ οὐκ ἀκτίστου, τῆς μακαρίας οὐσίας ἐκείνης Πατρὸς καὶ Υἱοῦ λεγομένης, καὶ περιεχούσης τὰ ὅλα, καὶ πανταχοῦ παρούσης κατ᾽ οὐσίαν· καθὼς προαποδέδοται ὑπὸ σοῦ ἐν τοῖς ἔμπροσθεν εἰρημένοις, κἀμοῦ συνευδοκήσαντος οὐ σοὶ, ἀλλὰ τῇ ἀληθείᾳ· ἔτι δὲ καὶ τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου· «Ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα,» οἷς ἐγὼ νομίζω μὴ δύνασθαί σε ἀντειπεῖν.

Ἀθ. εἶπε· Γέγραπται· «Γένεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιος ἁγιάζων ὑμᾶς.» Καὶ πάλιν ὁ Σωτὴρ πρὸς τὸν ἑαυτοῦ Πατέρα ὑπὲρ τοῦ ἁγιασθῆναι τοὺς μαθητὰς ἔφη οὕτω· «Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου·» καὶ πάλιν περὶ ἑαυτοῦ ὁ Σωτήρ φησιν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Κατὰ ταῦτα ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότης ἐστὶν ἡ ἁγία καὶ ἁγιοποιὸς, ἡ ἁγιάζουσα πάντα τὰ λογικὰ, τὰ καταξιούμενα ἐξ αὐτεξουσίου γνώμης τε καὶ σπουδῆς τὴν ἁγίαν δέξασθαι καὶ μακαρίαν οὐσίαν εἰς κοινωνίαν ἁγιασμοῦ. Εἰ οὖν οὐκ ἔστι τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας τὸ ἅγιον Πνεῦμα, τίνος ἕνεκεν συνηρίθμησεν αὐτὸ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῷ συμβόλῳ τοῦ ἁγιασμοῦ; Φησὶ γὰρ ὁ Κύριος πρὸς τοὺς μαθητάς· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Εἰ οὖν πάντα τὰ ἔθνη τὰ πιστεύοντα καὶ ἁγιαζόμενα ἁγιάζονται τῇ τρισμακαριωτάτῃ ὀνομασίᾳ, δῆλόν ἐστιν ὅτι καὶ τὸ Πνεῦμα τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότητος ὑπάρχει, ἐκ τοῦ ἅγιον αὐτὸ εἶναι κατ᾽ οὐσίαν, καὶ ἁγίους ποιεῖν πάντας τοὺς προσβάλλοντας αὐτοῦ τῇ κοινωνίᾳ, καθώς φησιν ὁ Ἀπόστολος πρὸς οὓς ἔφη· «Ἀλλ᾽ ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι αὐτοῦ τῷ ἁγίῳ.»

Εἰ δὲ οὐκ ἔστι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Υἱοῦ ὑποστάσεως, πάλιν φημὶ, πῶς συνηριθμήθη Πατρὶ καὶ Υἱῷ· ὡς μὴ δυναμένης τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος ἐπαρκέσαι πρὸς ἁγιασμὸν τοῖς πιστοῖς, προσέλαβε τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας εἰς συμπλήρωσιν ἁγιασμοῦ, τὸν οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ ὄντα; Εἰ δὲ τοῦθ᾽ οὕτω νομισθείη, πῶς φαμεν ἀπροσδεὲς τὸ Θεῖον; αὐτοτελὲς, μηδαμῶς χρῇζον παρ᾽ ἑτέρου τινός τι τῶν ὁ προσδεόμενος τοῦ εὐεργετεῖν δυναμένου.

Ἄρ. εἶπεν· Εἰ τῆς ἀϊδίου θεότητος ἦν τὸ Πνεῦμα ὁμοούσιον, πάντως οὖν πανταχοῦ κατ᾽ οὐσίαν παρῆν, καὶ οὐκ ἀποστελλόμενον ἀπὸ τόπου εἰς ἕτερον τόπον ἐπορεύετο. Ἀθ. εἶπεν· Οἱ ἅγιοι ἄγγελοι τὸ Πνεῦμα ἔχουσι; ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καὶ πάνυ. Ἀθ. εἶπε· Διαπαντὸς συνὸν αὐτοῖς τυγχάνει, ἢ πρὸς καιρὸν συνῆν καὶ τὸ ἅγιον Πνεῦμα ταῖς ἁγίαις δυνάμεσιν; ἆρα πὴ μὲν λέξεις τοὺς ἀγγέλους ἁγίους, πὴ δὲ οὐχ ἁγίους; Τῇ μὲν γὰρ παρουσίᾳ τοῦ ἁγίου Πνεύματος ἅγιοι τυγχάνουσιν, ἐν τῇ ἀπουσίᾳ δὲ αὐτοῦ δῆλόν ἐστι μὴ εἶναι ἁγίους αὐτοὺς, κατὰ τὸ εἰρημένον πρὸς τοῦ Θεοῦ· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου μετὰ τῶν ἀνθρώπων τῆς γενεᾶς ταύτης, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Καὶ Παῦλος ὁ ἀπόστολός φησιν· «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Εἰ οὖν ἡ τῶν κακῶν πράξεων αἰτία γίνεται μὴ συνεῖναι τὸ Πνεῦμα τοῖς ἁμαρτάνουσιν, ἐκ τοῦ μὴ εἶναι καὶ ἐνοικεῖν ἔν τισι τὸ ἅγιον Πνεῦμα, δείκνυται μὴ εἶναι Χριστοῦ. Ἄρα οὖν ἅγιοι ἄγγελοι ἁμαρτίας διάκονοι, εἰ μὴ διαπαντὸς ἔχουσι τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς οὖν ἀδιαλείπτως προσέχουσι τῇ δόξῃ τοῦ Θεοῦ, εἰ μὴ ἅγιοι καὶ κοινωνοὶ Πνεύματος ἁγίου εἶεν διαπαντός;

Ἄρ. εἶπε· Διαπαντὸς ἔχουσιν αἱ ἅγιαι δυνάμεις τὸ Πνεῦμα. Ἀθ. εἶπεν· Οἱ ἅγιοι Πατέρες οἱ ἀπ᾽ αἰῶνος εὐαρεστήσαντες τῷ Θεῷ συνὸν ἔσχον τὸ ἅγιον Πνεῦμα, καὶ νῦν ἔχουσιν αὐτό; ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καὶ ἔσχον καὶ ἔχουσι πάντες οἱ ἅγιοι τὸ ἅγιον Πνεῦμα ἀχωρίστως. Ἀθ. εἶπε· Τοῖς ἀποστόλοις συνῆν τὸ ἅγιον Πνεῦμα ἐν σαρκὶ οὖσι; ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀθέμιτόν ἐστι φάναι μὴ συνεῖναι τὸ ἅγιον Πνεῦμα τοῖς ἀποστόλοις. Ἀθ. εἶπεν· Ἅμα πάντες ἐπορεύοντο κηρύττοντες τὴν βασιλείαν τῶν οὐρανῶν, ἢ διεσπάρησαν εἰς τὰ δώδεκα μέρη τοῦ κόσμου; Ἄρ. εἶπεν· Ἐχωρίσθησαν ἀπ᾽ ἀλλήλων σαρκὶ, πρὸς τὸ μαθητεῦσαι πάντα τὰ ἔθνη εἰς τὴν ἐν Χριστῷ πίστιν.

Ἀθ. εἶπεν· Εἰ οὖν ἀγγέλοις σύνεστι τὸ ἅγιον Πνεῦμα, καὶ ταῖς ἁγίαις ψυχαῖς τῶν Πατέρων τῶν εὐαρεστησάντων τῷ Θεῷ συνὸν τυγχάνει τὸ ἅγιον Πνεῦμα, καὶ τῶν ἀποστόλων διαστάντων μακραῖς διαστάσεσιν ἀπ᾽ ἀλλήλων, πρὸς τὸ κηρύξαι τὴν βασιλείαν τῶν οὐρανῶν, παρῆν αὐτοῖς τὸ ἅγιον Πνεῦμα· ἄρα τὰ σύμπαντα πληροῖ πανταχοῦ παρὸν κατ᾽ οὐσίαν, ὥσπερ ὁ Θεὸς ὁ Πατὴρ, καὶ ὁ μονογενὴς Υἱὸς αὐτοῦ.

Ἄρ. εἶπε· Δεδόσθω κατ᾽ οὐσίαν πανταχοῦ παρεῖναι τὸ ἅγιον Πνεῦμα· διὰ τί οὖν ὁ προφήτης ἐκ προσώπου τοῦ Θεοῦ ἔλεξεν· «Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα,» εἰ μὴ ἦν κτιστὴ δύναμις; Ἀθ. εἶπεν· Ἀεὶ τὸ Πνεῦμα τὸ ἅγιον κτίζεται, ἢ ἅπαξ ἐκτίσθη κατὰ σέ; Ἄρ. εἶπε· Μὴ παρὰ τὸν ὀρθὸν νοῦν πεύσεις πρόσαγε.

Πρὸ πάντων τῶν αἰώνων φημὶ ἐκτίσθαι τὸ Πνεῦμα. Ἀθ. εἶπεν· Ὁ προφήτης εἶπε, «κτίζων,» ὡς διαπαντὸς κτίζοντος τοῦ Θεοῦ ἡ τοῦ προφήτου δηλοῖ φωνή. Ἄρα οὖν οὐ περὶ τοῦ ἁγίου Πνεύματος φάσκει τὸ «κτίζων,» ἀλλὰ περὶ πνοῆς ἀνέμων πρὸς ἀνάκτησιν ἁπάσης τῆς κτίσεως. Ἔσται δέ σοι σαφεστάτη ἡ περὶ τούτου γνῶσις, ἐὰν, λαβὼν τὸν προφήτην, ἐντύχῃς ἐκ τῶν ἑπομένων. Εἰ γὰρ, καθὼς ἔδωκας, πρὸ πάντων τῶν αἰώνων ἔκτισται τὸ Πνεῦμα, εἰρήκει ἂν, Ἐγὼ ὁ Θεὸς στερεῶν βροντὴν καὶ κτίσας Πνεῦμα. Νῦν δὲ οὐχ οὕτως ἔφη. Ἄρ. εἶπε· Παρατετηρημένως οὖν τοῦτο καλῶς ἔφης. Τὸ δέ· «Πάντα δι᾽ αὐτοῦ ἐγένετο,» ἅπαντα περιγράφει. ὡς καὶ τοῦ Πνεύματος σὺν πᾶσι ταγέντος. εἰ καὶ μεγίστη δύναμις ὑπέστη πρὸς δημιουργίαν. Ἀθ. εἶπεν· Ὁ τῶν ὅλων Δεσπότης, ὁ Πατὴρ τοῦ Κυρίου ὑμῶν Ἰησοῦ Χριστοῦ, ὑπὸ κτιστῆς οὖν φύσεως καταλαμβάνεται κατὰ σέ; Ἄρ. εἶπε· Μὴ γένοιτο τοῦτο φῆσαί ποτε! Καὶ γὰρ ἀκούομεν τὸ παρὰ τοῦ Σωτῆρος λεχθὲν, «Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός.» Ἀθ. εἶπεν· Ἔστιν ἄνθρωπος, ὅστις ἐκτὸς ἢ ἔνδον γινώσκεται πρὸς τοῦ ἰδίου πνεύματος; ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀποστόλου φωνή ἐστιν ἡ φάσκουσα ἕτερον μὴ ἐπίστασθαι τὰ ἑτέρου, εἰ μὴ μόνον γινωσκόμενον ἕκαστον πρὸς τοῦ ἰδίου πνεύματος. Καὶ πῶς ἐγχωρεῖ λέξαι μὴ οὕτως ἔχειν;

Ἀθ. εἶπε· Τοῦ Θεοῦ οὖν τὰ βάθη τίς γινώσκει, κτιστὴ φύσις, ἢ ἄκτιστος οὐσία; Ἢ τὴν ἄκτιστον οὐσίαν πρὸς τῆς κτίσεως καταλαμβάνεσθαι λέξεις; Εἰ δὲ πρὸς ἀκτίστου λέξεις, λείπεται λοιπὸν ὁμοούσιον ὁμολογεῖσθαι ὑπὸ σοῦ τὸ ἅγιον Πνεῦμα Πατρὶ καὶ Υἱῷ. Πάντα γὰρ τὰ τοῦ Θεοῦ καὶ τὰ βάθη ἐπίσταται τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸν μακάριον Παῦλον φάσκοντα· «Οὐδεὶς ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ.» Ἄρ. εἶπε· Τὰ τοῦ Θεοῦ πάντα ἅπερ ἂν δόξῃ αὐτῷ, ταῦτα οἶδε τὸ Πνεῦμα, τουτέστι τὰς βουλὰς, ἅσπερ ἂν καταδήλους αὐτῷ ποιήσῃ ὁ Θεός. Ἀθ. εἶπεν· Οὐκοῦν οὐδὲν περισσὸν δίδως τῷ Πνεύματι παρὰ τὸ γένος τῶν ἀνθρώπων. Εἰ ποιήσει γὰρ πρᾶγμα ὁ Θεὸς, ἐὰν μὴ ἀποκαλύψῃ τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις. Ἄρ. εἶπεν· Οὐ δοκεῖ σοι «τὰ τοῦ Θεοῦ πάντα» τὰς βουλὰς αὐτοῦ εἶναι; Ἀθ. εἶπε· «Τὰ τοῦ Θεοῦ» λέγονται «πάντα,» καὶ αἱ ἐνέργειαι, καὶ τὰ ποιήματα αὐτοῦ, τὰ ὁρατὰ καὶ τὰ μὴ ὁρώμενα· λέγονται δὲ καὶ αἱ βουλαὶ αὐτοῦ, καὶ πολλά ἐστιν, ἅπερ ὀνομάζεται Θεοῦ.

Εἰπέ μοι οὖν σὺ ἐπὶ τοῦ παρόντος· Τῷ πνεύματι τοῦ ἀνθρώπου ὁ ἄνθρωπος τὰ ἴδια ἀποκαλύπτει, ἢ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ πάντα ἐπίσταται ἀφ᾽ ἑαυτοῦ τὰ πραττόμενα ὑπὸ τοῦ ἀνθρώπου, ὑπ᾽ αὐτοῦ τοῦ πνεύματος δηλαδὴ κινουμένου τοῦ ἀνθρώπου πρὸς τὸ ἅπαντα δρᾷν, Ἄρ. εἶπεν· Ἀφ᾽ ἑαυτοῦ ἐπίσταται τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ. Ἀθ. εἶπε· Τῷ μὲν πνεύματι τοῦ ἀνθρώπου ἀποδέδωκας ἀφ᾽ ἑαυτοῦ εἰδέναι πάντα, τῷ δὲ Πνεύματι τοῦ Θεοῦ οὐδὲ οὕτω παρεχώρησας ἔχειν τὴν γνῶσιν; Πρὸς δὲ τούτοις λέγε μοι, «βάθη Θεοῦ» τί νοεῖς; Ἄρ. εἶπε· Πρῶτον φιλαλήθως ὁμολογῆσαι δεῖ, ὅτι πάντα ἀφ᾽ ἑαυτοῦ γινώσκει τὰ τοῦ Θεοῦ τὸ Πνεῦμα· ἔπειτα δὲ δεῖ φάναι «βάθη Θεοῦ» τὸ ἀπέραντον καὶ ἀκατάληπτον, ὅπερ ἐστὶ, καὶ ὥσπερ ἐστὶν ὁ Θεός· ταῦτα εἰδέναι φημί. Ἀθ. εἶπεν· Εἰ οὖν τὸ ἀπέραντον καὶ ἀκατάληπτον, καὶ ὅπερ ἐστὶ καὶ ὡς ἔστι ταῦτα φὴς, τὸν Θεὸν ὑπὸ κτιστῆς φύσεως καταλαμβάνεσθαι ἐρεῖς.

Εἰ δὲ τοῦθ᾽ οὕτως ἔχει, οὐκέτι ἀκατάληπτός ἐστι κατὰ σέ. Τὸ γὰρ πρὸς οἵας δήποτ᾽ οὖν καταλαμβάνεσθαι κτιστῆς φύσεως τὸν Θεὸν, οὐ δύναται λέγεσθαι ἀκατάληπτος. Ἄρ. εἶπε· Δός μοι μαρτυρίαν ἐκ τῶν ἁγίων Γραφῶν, ὡς περὶ τοῦ Υἱοῦ, ὅτι ὁμοούσιον τυγχάνει τὸ Πνεῦμα τοῦ Θεοῦ.

Ἀθ. εἶπε· Γέγραπται ἐν τῷ νόμῳ τοῦ Θεοῦ· «Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.» Καὶ περὶ τοῦ Πνεύματος εὑρίσκομεν γεγραμμένον πρὸς τοῦ Σωτῆρος.

Φησὶ γὰρ πρὸς τοὺς τοῦ Βεελζεβοὺλ υἱοὺς, τοὺς ἐνυβρίζειν θέλοντας αὐτόν· «Πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθεῖσα ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτὴν πίπτει. Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, καὶ ἐφ᾽ ἑαυτὸν ἀνέστη καὶ μεμέρισται, πῶς οὖν σταθήσεται αὐτοῦ ἡ βασιλεία;

Ἢ πῶς δύναταί τις τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρότερον, εἰσελθὼν ἐν τῇ οἰκίᾳ, δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει; Καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι;» Καὶ μετ᾽ ὀλίγα φησί· «Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. Καὶ ὃς ἂν εἴπῃ λόγον εἰς τὸν Υἱὸν ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.» Ὁρᾷς, ὅτι καὶ ἐνταῦθα ἰσότιμον τοῦ Θεοῦ γνωρίζομεν τὸ Πνεῦμα καὶ ἐν τῷ μέλλοντι; Ὡς γὰρ ὁ εἰς τὸν Θεὸν Πατέρα βλασφημῶν οὐ καθαρισθήσεται τοῦ εἶναι αὐτὸν αἰωνίου κολάσεως ἔνοχον, οὕτω καὶ ὁ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσας ὑπεύθυνος γίνεται αἰωνίου ἁμαρτίας, μὴ συγχωρουμένου τοῦ πταίσματος. Εἰ γὰρ ἦν δοῦλον, οὐκ ἂν ὁ σφαλεὶς εἰς αὐτὸ αἰωνίῳ κολάσει ἐτιμωρεῖτο, ὥσπερ ὁ εἰς τὴν ἄκτιστον τοῦ Θεοῦ μεγαλειότητα βλασφημῶν. Ὅπερ δὲ ἐνταῦθα ὁ τοῦ Θεοῦ Υἱὸς φάσκει Πνεῦμα τοῦ Θεοῦ, περὶ αὐτοῦ τις διαλαβὼν τῶν μαθητῶν τοῦ Χριστοῦ, δάκτυλον Θεοῦ ἔφη.

Ἀναλογίσασθαι θέλησον τὴν περὶ τοῦ Υἱοῦ συνοδοιπορήσασαν συνεξέτασιν, καὶ εὑρήσεις τὴν ἀΐδιον τοῦ ἁγίου Πνεύματος δύναμιν ὁμοούσιον τῷ Πατρὶ, ἐκ τοῦ δάκτυλον αὐτὸ εἰρῆσθαι. Ἀμέλει γοῦν τὴν ἀκαταμάχητον δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσαντες οἱ μάγοι ἐν Αἰγύπτῳ, ἐβόων λέγοντες· «Τοῦτο δάκτυλος Θεοῦ ἐστιν.» Οὐδὲν ἕτερον ἢ τὴν ὁμοούσιον τοῦ ἁγίου Πνεύματος δύναμιν ὡμολόγουν, ἣν ἔχει πρὸς τὸν Θεὸν Πατέρα διὰ τῆς τοῦ δακτύλου Θεοῦ φωνῆς, ἧς ἀντοφθαλμῆσαί τινα ἀδύνατον. Καὶ ἵνα μή τις σοφίσασθαι θέλων μὴ ὀρθῶς εἰρῆσθαι πρὸς τῶν μάγων, οἱ ἀπόστολοι, μᾶλλον δὲ ὁ ἐν αὐτοῖς Κύριος, ὡς ὀρθῶς εἰρημένων ὑπ᾽ αὐτῶν, ἐβεβαίωσε τὰ λεχθέντα πρὸς αὐτῶν, διὰ τὸ καὶ αὐτὸν φάναι· «Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» Ἄρ. εἶπε· Θεὸς ποῦ γέγραπται τὸ Πνεῦμα;

Ἀθ. εἶπε· Πανταχοῦ ἀπαγγέλλουσιν αἱ θεῖαι Γραφαὶ ὅτι Θεός ἐστι τὸ ἅγιον Πνεῦμα, καὶ οὐ κεχώρισται τῆς τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τῆς τοῦ Μονογενοῦς αὐτοῦ δόξης. Λέγει γὰρ Πέτρος ἐν ταῖς Πράξεσι πρὸς Ἀνανίαν· «Οὐχὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Ὁρᾷς πῶς ἐν τοῖς ἀνωτέροις ὅπερ ἔφη Πνεῦμα ἅγιον, ἐν τοῖς μεταγενεστέροις ἔφη Θεόν;

Ἔτι μὴν καὶ τοῦ μακαρίου Παύλου λέγοντος ἐν τῇ πρὸς Θεσσαλονικεῖς δευτέρᾳ Ἐπιστολῇ οὕτως· «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.» Τί θέλεις ἐν τῇ Ἐπιστολῇ νοῆσαι;

Τίνα Κύριον ὀνομαζόμενον; τὸν τῶν ἁπάντων δεσπότην Θεὸν Πατέρα, ἢ τὸ Πνεῦμα τὸ ἅγιον; Τὸν μὲν γὰρ Χριστὸν ὑπηρίθμησεν. Εἰ μὲν γὰρ τὸν Πατέρα προτάξειας, Θεός ἐστι τὸ Πνεῦμα· εἰ δὲ τὸ Πνεῦμα προομολογήσειας, Κύριος τυγχάνει· εἰ δὲ Κύριός ἐστι, καὶ Θεὸς ὑπάρχει· γέγραπται γάρ· «Ἐγώ εἰμι Κύριος ὁ Θεός σου.» Ζήτησον δὲ, καὶ εὑρήσεις ἁπανταχοῦ γεγραμμένον, ὅτι καὶ τῆς αὐτῆς ἐνεργείας τυγχάνει τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ δόξης οὐκ ἀπέζευκται. Ἄρ. εἶπε· Διὰ τί οὖν ἡ Γραφὴ οὐδαμοῦ λέγει τιμᾶσθαι τὸ Πνεῦμα σὺν Πατρὶ καὶ Υἱῷ; Ἀθ. εἶπεν· Αἱ ἅγιαι Γραφαὶ πάντα σαφῆ διαλέγονται· εἰς ὃ δέ ἐσμεν τοῦ ἐπὶ παρόντος, αἱ ἅγιαι δυνάμεις πᾶσαι, αἱ ἐν τοῖς οὐρανοῖς, ἀπαύστως τιμῶσι τὸ ἅγιον Πνεῦμα, ὡς Ἡσαΐας λέγει, σὺν Πατρὶ καὶ Υἱῷ. Ἄρ. εἶπε· Σὺν Πατρὶ καὶ Υἱῷ οὐ γέγραπται οὐδαμοῦ τιμᾶσθαι τὸ ἅγιον Πνεῦμα.

Ἀθ. εἶπε· Πεπλάνησαι. Ἡνίκα εἶδεν Ἡσαΐας τὴν δόξαν Κυρίου, καὶ τὰ στρατόπεδα τῶν ἁγίων δυνάμεων, τί ἔφη λέγειν βοώσας ἐν ταῖς θείαις ὑμνῳδίαις; Οὐχ, «Ἅγιος, ἅγιος, ἅγιος;» Διὰ τί οὔτε ἀνωτέρω τοῦ ἀριθμοῦ τούτου ἐπανιόντα ὑμνοῦσιν, οὔτε μὴ κατωτέρω ὑποβαίνοντα μειοῦσι τὸν αἶνον; Πάντως τῷ μὴ ἐκτὸς τῆς Τριάδος θέμις τοιούτῳ γέρᾳ τιμηθῆναί τινα, μήτε ἐλαττῶσαί τινα τὸν ὕμνον, διὰ τὴν ἁγίαν καὶ μακαρίαν θεότητα τῆς Τριάδος, ἐν μονάδι οὖσαν αὐτάρκη. Ἔτι δὲ καὶ Μωσῆς τίνος ἕνεκεν τὸν λαὸν ἐδίδαξε, τρὶς κάμψαντα ἐπὶ γῆς τὸν αὐχένα καὶ τὰ γόνατα, προσκυνῆσαι; Οὐ διὰ τὴν τῆς Τριάδος προσκύνησιν τῆς ἐν μιᾷ θεότητι; Ἀλλὰ καὶ ὁ θεοφόρος Ἡλίας, τρίτῳ φυσήματι ἐγείρει τὸν υἱὸν τῆς χήρας; οὐδὲν ἕτερον δεικνὺς, ἢ μὴ δύνασθαί τινα τῆς αἰωνίου ζωῆς ἀξιωθῆναι, εἰ μὴ ἄρα πρῶτον ἀναλήψεται τὴν ἰσότιμον καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα διὰ τῆς σεβασμιωτάτης πίστεως ἐν ψυχῇ, ἥτις πυρὸς δίκην ἀναλίσκει τὰ νεκρὰ πάντα πταίσματα, τὰ νεκροῦντα τὴν ψυχὴν, καὶ ζωοποιεῖ τὴν κεκτημένην αὐτὴν ἀΐδιον ζωήν;