Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος κατὰ Ἀρείου

Μέγας Αθανάσιος

Η κατάληξη του διαλόγου και η καταδίκη της αιρέσεως

Η ομολογία της ορθοδόξου πίστεως από τον Άρειο, το αίτημα για κοινή προσευχή και η απαίτηση του Αθανασίου για αποκήρυξη του αιρετικού κληρικού αξιώματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 9 από 9

Ἀλλὰ μὴν καὶ τὸν χριστοφόρον Παῦλον μὴ ἄλλως δεδυνῆσθαι ἕως τρίτου οὐρανοῦ ἀνεληλυθέναι, εἰ μὴ ἐκέκτητο ἐν στέρνοις αὐτοῦ τὴν τῆς Τριάδος ἀνέκλειπτον καὶ ὁμοούσιον πίστιν· ὁ Θεὸς βουλόμενος δεικνύναι διὰ τοῦ τοιούτου πράγματος, μηδένα εἰσελάσαι δύνασθαι εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, τὸν ἐκ τῆς πίστεως τῆς ἐνοικησάσης ἐν Παύλῳ μὴ γεγονότα. Τί δὲ καὶ τὸ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν παρεκτικὸν, καὶ ζωοποιὸν, καὶ ἁγιαστικὸν λουτρὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν, οὐκ ἐν τῇ τρισμακαρίᾳ ὀνομασίᾳ δίδοται τοῖς πιστοῖς; Πρὸς δὲ τούτοις πᾶσιν Ἰωάννης φάσκει· «Καὶ οἱ τρεῖς τὸ ἕν εἰσιν.» Ἄρ. εἶπεν· Ἀληθῶς μακάριοι πάντες οἱ ἔχοντες ταύτην τὴν πίστιν, καὶ ἕως θανάτου ὁμολογοῦντες αὐτὴν, καὶ ἀξίως αὐτῆς πολιτευόμενοι· νῦν γὰρ ἐγὼ ἀνέζησα ἀναστὰς ἐκ νεκρῶν. Νεκρὰ γὰρ ἡ πλάνη, καὶ νεκροῦσα τὸν κεκτημένον αὐτὴν, καὶ ῥυθμίζουσα τὴν ψυχὴν τοῦ συνοδοιποροῦντος αὐτῇ ἐν ἀσελγείαις φύρεσθαι, πρὸς τὸ παρ᾽ ὀφθαλμοῖς ζωῆς αἰωνίου σύμβολα μὴ γνωρισθέντα πρὸς τοῦ ἀνθρώπου, καταλεῖψαί με τὸν θάνατον, καὶ τὴν αὐτοῦ θυγατέρα πλάνην, προσοικειῶσαι δὲ ἑαυτὸν τῇ ζωοποιῷ πίστει. Εἷς γὰρ ὢν ὁ ἄνθρωπος, μίαν ἔχειν ὀφείλει πίστιν τῆς αἰωνίου καὶ ὁμοουσίου Τριάδος.

Ἐξ ἧς γὰρ ἐῤῥύσατό με ὁ Θεὸς ἀπιστίας, οὐ μία πίστις, ἀλλὰ τρεῖς ὁμολογοῦνται, ἑνὸς μὲν Πατρὸς αἰωνίου, ἑτέρου δὲ κτιστοῦ Υἱοῦ, καὶ Πνεύματος πεποιημένου.

Ἐκ δὲ τούτων κατάδηλόν ἐστι μὴ εἶναι πίστιν ἐκεῖ ἐκ πολλῶν μηδὲ μίαν. Ἐγὼ οὖν εὐχαριστῶ τῇ ἁγίᾳ Τριάδι, προσκυνῶ Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα. Λοιπὸν, ἀγαπητὲ, ἅμα εὐξώμεθα. Ἐγὼ γὰρ, πάντα τὰ ἐνδύματα τῆς πλάνης ἀποδυσάμενος, ἀπέῤῥιψα διὰ τοῦ ἐλεήμονος Θεοῦ.

Ἀθ. εἶπεν· Ἀκμὴν ἔτι ἔνδυμα φορεῖς τῆς πλάνης· συνευγνωμονήσαις ῥίψεις καὶ αὐτὸ πρὸς τοῖς λοιποῖς τῆς ἀποστασίας πράγμασι, καὶ δυνησόμεθα ἐπὶ τὸ αὐτὸ εὔξασθαι. Ἄρ. εἶπεν· Ἐὰν μή μοι φράσῃς ἀκραιφνεστάτως, οὐ συνεπίσταμαι ἐμαυτῷ ἔχειν τι τῆς μανιώδους αἱρέσεως ἐκείνης.

Ἀθ. εἶπε· Τὴν τοῦ καλουμένου κλήρου ἀξίαν τὴν πρὸς τῆς αἱρέσεως δεδομένην σοι οὐ δοκεῖ σοι μόριον εἶναι τῆς ἀπάτης, ἔξωθεν μὲν δεικνύντα σχῆμα εὐσεβείας, ἔσωθεν δὲ μεστὸν τυγχάνοντα δυσφημίας, ὡς εἶναι τὸν ἄνθρωπον ὄργανον πνεύματος γιγαντιαίου πρὸς θεομαχίαν τῇ ἱεροσυλίᾳ ἕτοιμον; Ἄρ. εἶπεν· Ὁμολογῶ σοι ἐπὶ τοῦ παρόντος, οὐ συνεπιδίδωσί μου ἡ ψυχὴ, εἰ μὴ ἄρα καὶ εἰ σκέψει ἐξώσω καὶ ταύτην τὴν τυραννίδα τῆς κενοδοξίας ἐκ τῆς ψυχῆς μου. Ἀθ. εἶπεν· Εἰ οὖν οὐ συγκατατίθεται τὰ μέρη τῆς πλάνης εἰς τὴν ἀρετὴν, πολὺ μᾶλλον οὐ συντρέχει τὰ μέρη τῆς ἀρετῆς καὶ τῆς ἀληθείας τοῖς μέρεσι τῆς πλάνης. Ἀντίκειται γὰρ τῇ ἀληθείᾳ τὸ ψεῦδος, καὶ τῷ ψεύδει ἀντίκειται ἡ ἀλήθεια· ἕκαστον γὰρ τούτων ἐκ τοῦ καρποῦ γινώσκεται, καθὼς ἔφη ἡ Ἀλήθεια. Ἐπληρώθη σὺν Θεῷ ἡ τοῦ ἁγίου Ἀθανασίου κατὰ Ἀρείου ἀριστεία.