Ἔργον
Μέγας Αθανάσιος – Διάλογος κατὰ Ἀρείου
Προοίμιο και έναρξη του διαλόγου
Η πορεία και οι στοχασμοί του συγγραφέα περί ευσεβείας, η συνάντηση με τον Άρειο και η εκατέρωθεν έκθεση των ομολογιών πίστεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και έναρξη του διαλόγου
Η πορεία και οι στοχασμοί του συγγραφέα περί ευσεβείας, η συνάντηση με τον Άρειο και η εκατέρωθεν έκθεση των ομολογιών πίστεως.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΔΙΑΛΟΓΟΣ ΕΝ ΤΗ ΚΑΤΑ ΝΙΚΑΙΑΝ ΣΥΝΟΔΩ ΠΡΟΣ ΑΡΕΙΟΝ. Τῇ τοῦ Θεοῦ προνοίᾳ ἀπῄειν προσεληλυθὼς σὺν τοῖς φιλτάτοις μου ἀδελφοῖς πρὸς τοὺς ἐμοὶ ποθουμένους τοῦ Θεοῦ δούλους. Ἠρέμα δέ πως βαδίζοντα διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἅμα τοῖς προειρημένοις τοῦ Θεοῦ δούλοις, ἤρετό μέ τις τῶν συμπορευομένων μοι ἀνδρῶν περὶ τοῦ Κυριακοῦ ῥητοῦ τοῦ φάσκοντος· «Ὁ Πατήρ μου ὁ πέμψας με μείζων μου ἐστί.» Κἀγώ φημι πρὸς τὴν πεῦσιν, ἣν προσαγήοχεν· «Ἐπὶ τοῦ παρόντος ἐπίσχες τὴν περὶ τούτου ζήτησιν, γλυκύτατε ἀδελφῶν· ἐπὰν δὲ, Θεοῦ ἐπιτρέποντος, ἐν τοῖς οἰκείοις ἐπαναζεύξωμεν, τὴν ἐξέτασιν τοῦ κεφαλαίου ἀσφαλεστάτην ποιησόμεθα.
Κἀμοῦ τοῦτο εἰρηκότος, αἰφνίδιός τις κατοχὴ τῆς εὐσεβείας γίνεται ἐν τῇ καρδίᾳ μου, ἔλεγον δὲ ἐν ἐμαυτῷ· Οὐκ ἀσκόπως ὁ μακάριος Παῦλος ἐπιστέλλων τῷ ἑαυτοῦ μαθητῇ Τιμοθέῳ ἔφασκε· »Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν.» Ἀληθῶς γὰρ θεῖος θησαυρὸς ἀῤῥήτων καὶ ἀνεικάστων ἀγαθῶν πεπληρωμένη τυγχάνει ἡ εἰς τὸ Θεῖον εὐσέβεια. Ἔλεγον δὲ ἐν ἐμαυτῷ κατὰ διάνοιαν, ὅτι μεγαλοπρεπὴς καὶ ἐπίδοξός ἐστιν ἡ εὐσέβεια, καὶ δυναμένη σῶσαι τὸν προσπελάσαντα τῇ ἑαυτῆς εὐπρεπείᾳ.
Ὑπεισῄει δέ με καὶ τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ παραβολὴ περὶ τῆς μακαρίας εὐσεβείας, ὡς μεγίστη τις καὶ πάντων ἀμβροσίων πλούτων πεπληρωμένη τυγχάνει, καὶ σπανίως εὑρίσκεται ἐν τοῖς ἀνθρώποις, εἰ μὴ ἄρα ἀπὸ τῶν πολλῶν ὀλίγοι μόλις φιλαλήθει γνώμῃ κατατύχωσι τοῦ ἀφθάρτου κάλλους αὐτῆς. Καὶ οὗτοι δὲ οὐκ ἰδίᾳ δυνάμει κατειλήφασι τὴν ἐπέραστον ταύτης ὄψιν· ἀλλὰ τὴν πρὸς Θεὸν φιλίαν στειλάμενοι, συχναῖς λιταῖς χρησάμενοι, εἰλήφασι τοῦτο παρὰ τοῦ Θεοῦ δῶρον, ὅπως ἀΐδιον χαρὰν ἐνστερνίσωνται οἱ κατοπτριζόμενοι τὸ ὡραιότατον ταύτης ἀξίωμα.
Φησὶν ὁ Κύριος· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἐχάρη, εἶτα ὑπάγει καὶ πωλεῖ πάντα, ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.» Εἶτα ὥσπερ ἑστὼς ἐν τῇ καρδίᾳ μου, προσωμίλει μοι προσηνῶς, καί φησιν· Ἄνθρωπε, εἰ καὶ πολλαί σου εἰσὶν αἱ ἁμαρτίαι, κράτει ἰσχυρῶς τὴν εἰς τὸ Θεῖον εὐσέβειαν. Διὰ γὰρ ταύτην, καὶ ἡ ἄφεσις τῶν ἁμαρτιῶν παρὰ Θεοῦ δίδοται, καὶ θάνατος νικᾶται, καὶ εἰς βασιλείαν οὐρανῶν ἄνθρωπος εἰσελάσαι ἄριστα δυνήσεται. Πρὸς δὲ τούτοις εἰς ὑπόμνησιν εἴληφα καὶ τὸ, «Οἶδεν ὁ Θεὸς εὐσεβεῖς ῥύεσθαι, ἀνόμους δὲ τηρεῖν εἰς ἡμέραν κρίσεως κολαζομένους αἰωνίῳ πυρί.» Καὶ γὰρ ὁ ἄνομος οὗτος τυγχάνει καὶ ἀσεβής· ἐκ δὲ τῆς ἀσεβείας ἁμαρτία γίνεται. Μήτηρ οὖν πάντων τῶν κακῶν ἡ ἀσέβεια, τιθηνὸς δὲ ψεκτῶν ἁπάντων ἡ ἄνοια τυγχάνει. Μακάριος οὖν ὁ τῆς εὐσεβείας υἱὸς, ὅτι οὗτος υἱὸς Χριστοῦ κληθήσεται.
Ἀθρόως δὲ ἐπέστημεν τῷ τόπῳ ἔνθα ἦμεν τὴν ὁρμὴν πεποιημένοι, καὶ περιτυγχάνοντες τοῖς γνησίοις, ἀσμένως διετελοῦμεν ἅπαντες ἡμεῖς τε, ὅτι ἠξιώθημεν τοὺς ἁγίους θεάσασθαι, ἐκεῖνοι δὲ, ὅτι ἀδελφοὺς ἑωράκασι. Κοινολογούντων δὲ ἡμῶν ἐπὶ πολὺ τῶν ἀνηκόντων τῇ σεβασμιωτάτῃ θρησκείᾳ μετὰ πολλῆς εὐταξίας καὶ φειδοῦς, αἰφνιδίως ἀπὸ τῆς ῥίζης τοῦ χριστομάχου Ἀρείου θηρίον ἀνθρωπόμορφον εἰσεπήδησε πρὸς ἡμᾶς, καὶ πρὸς βραχὺ ἐπακροασάμενος τῶν εὐσεβείας ῥημάτων, μὴ δυνάμενος φέρειν, ἔλεξε τοιάδε· «Διδάξατέ με τὴν ὑμετέραν δόξαν, ἢ διδάξω ὑμᾶς τὸ ἐμὸν φρόνημα.» Ἐγὼ δὲ ἀπεκρινόμην πρὸς αὐτόν· «Μὴ πάντας προσκαλοῦ εἰς ζήτησιν· μεγάλοι γάρ εἰσιν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.
Εἰ δὲ βούλει ἐπὶ τοῦ παρόντος πρὸς μὲ τὸν σμικρότατον μόνον συνεξετάσαι, ἥδιστα ἐγώ σοι τοῦτο παρέξω περὶ τοῦ ζητήματος. Προσάγαγε πρῶτος τὴν πρότασιν· μόνον φιλαλήθως ποιήσωμεν τὴν συνεξέτασιν, καὶ μὴ φιλονεικότερον πρὸς τὰ προσφερόμενα ὑπὸ τοῦ πλησίον θεόπνευστα ῥήματα διατεθῶμεν.» ἌΡΕΙΟΣ εἶπεν· Ἐμοὶ δοκεῖ προηγουμένως ὁρισθῆναι ὑφ᾽ ἑκατέρων ἐμοῦ τε καὶ σοῦ εἰς τὰ ζητούμενα, ἕκαστόν τε ἡμῶν ἐκθεῖναι, ἃ φρονεῖ περὶ Θεοῦ καὶ Χριστοῦ, καὶ Πνεύματος ἁγίου, ἐν ἐπιτομῇ, ὅπως κατὰ σκοπὸν πέμπωμεν τοὺς λόγους, καὶ μὴ εἰς κενὸν ποιησώμεθα ἅμιλλαν λόγων, φανερά τε ᾖ ἡ ἐπικρατοῦσα δόξα ὁμοίως τε καὶ ἡ καθαιρουμένη.
Περὶ γὰρ πίστεως βούλομαι ζητῆσαι πρὸς σὲ, ἐπειδὴ μάλιστα ἀκήκοα ὀρθῶς μὴ ὁμιλούντων ὑμῶν περὶ τῆς εἰς τὸ Θεῖον πίστεως καὶ εὐσεβείας. ἈΘΑΝΑΣΙΟΣ εἶπεν· Θεοπρεπῶς πάντα σοι εὐτρέπισται· ἐγὼ δὲ ὃ φρονῶ, φημὶ ἐν ἐπιτομῇ Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ἀεὶ ὄντα Θεὸν Πατέρα, καὶ εἰς τὸν Θεὸν Λόγον, τὸν Μονογενῆ Υἱὸν τοῦ Θεοῦ, ὅτι συνυπάρχει τῷ ἰδίῳ Πατρὶ, καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ ὅτι ἴσος ὁ Υἱὸς τοῦ Πατρὸς τυγχάνει, καὶ ὅτι ἰσότιμός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὅτι σὺν τῷ Πατρὶ αὐτοῦ πάρεστι πανταχοῦ τῇ θεότητι, καὶ ὅτι πάντα περιέχει τῇ οὐσίᾳ αὐτοῦ, καὶ ὅτι οὐ περιέχεται ὑπ᾽ οὐδενὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καθάπερ καὶ ὁ Θεὸς ὁ Πατὴρ αὐτοῦ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τῆς τοῦ Πατρός ἐστιν οὐσίας, καὶ συναΐδιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ τυγχάνει τὸ ἅγιον Πνεῦμα. Τὸν Λόγον φημὶ ἐν σαρκὶ γεγονέναι.
Ἄρ. εἶπεν· Πιστεύω κἀγὼ εἰς ἕνα Θεὸν ἀΐδιον, καὶ εἰς τὸν Υἱὸν αὐτοῦ, ὃν πρὸ τῶν αἰώνων ἔκτισεν ὁ Θεὸς, καὶ Υἱὸν ἐποίησε. Καὶ πάντα, ὅσα ἔχει ὁ Υἱὸς, μὴ ἔχων ἔλαβε παρὰ τοῦ Θεοῦ· καὶ ὅτι οὐκ ἴσος ἐστὶν ὁ Υἱὸς, οὐδὲ ἰσότιμος τῷ Πατρὶ, ἀλλὰ πολὺ λείπεται τῆς τοῦ Θεοῦ δόξης, ὡς ποίημα, λείπεται τῆς τοῦ Θεοῦ δυνάμεως· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ὑπὸ τοῦ Υἱοῦ γεγονός. Ἰδοὺ κἀγὼ ταῦτα φρονῶ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.