Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος κατὰ Ἀρείου

Μέγας Αθανάσιος

Αντιπαράθεση περί της αϊδιότητος του Υιού και ερμηνεία του «Κύριος έκτισέ με»

Διάλογος σχετικά με το αν ο Υιός είναι κτίσμα ή αΐδιος δημιουργός, με επίκεντρο την ορθόδοξη ερμηνεία του χωρίου των Παροιμιών ως προτύπωση της ενανθρωπήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 9

Ἀθ. εἶπεν· Λοιπὸν λάβε μοι ἐν νῷ τὸ ῥητὸν, ὅπερ ἔφης, ὅτι ὁ Θεὸς Λόγος ἐκτίσθη. Πόθεν λάβωμεν τὴν ἀρχήν; Οὐ τολμῶ οὕτως ἀφόβως φθέγγεσθαι κατὰ τῆς ἀϊδίου θεότητος τοῦ Υἱοῦ αὐτοῦ. Ἄρ. εἶπεν· Ἐγὼ μὲν ἀπὸ τῶν Γραφῶν τοῦτο λέγω· σὺ δὲ πόθεν ἀΐδιον λέγεις τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἀπὸ τῶν θεοπνεύστων Γραφῶν ἔμαθον, ὅτι ἀΐδιός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ἄρ. εἶπεν· Ποῖαί εἰσιν αἱ Γραφαὶ, αἱ φάσκουσαι ἀΐδιον τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἐλθὼν ὁ ἀοίδιμος Παῦλος μαρτυρήσει τῇ ἀληθείᾳ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρίστησαν.» Ἄρ. εἶπεν· Περὶ τοῦ Πατρὸς λέγει τοῦτο ἡ Γραφή. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ μακάριος ἀπόστολος Παῦλος αἰτιᾶται τοὺς τὸ διὰ σώματος ἐπιφανέντα Θεὸν Υἱὸν Θεοῦ μὴ ἐπεγνωκότας ἀΐδιον θεότητα αὐτοῦ, τοῦ τὸ πᾶν διακοσμήσαντος; ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖ τὸν δημιουργὸν γνωρισθέντα εὐχαριστηθῆναι.

Φανερὸν δέ ἐστιν ὅτι πάντα διὰ τοῦ Λόγου τὰ γεγενημένα γέγονε, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν· ἔδει οὖν καὶ σὲ ἐκ τῆς τῶν στοιχείων ἐναρέτου συμπήξεως ἀναλογίσασθαι τὸν δημιουργὸν ἀναλόγως, καὶ σαυτοῦ ἐπιγνώμονα γενέσθαι, ὅτι ἀϊδίου Θεοῦ τυγχάνει ἔργον ὁ κόσμος, οὐ κτιστῆς δὲ φύσεως, μὴ δυναμένης ἐπαρκέσαι τοσαῦτα δρᾷν.

Ἄρ. εἶπεν· Ἔστω ἀΐδιος ὁ Υἱὸς, ἀλλὰ καὶ ἀϊδίως κτισθεὶς ἔχει τὸ ἀΐδιον. Ἀθ. εἶπεν· Εἰ ἀΐδιός ἐστιν ὁ Υἱὸς, οὐκ ἦν κτίσμα· εἰ δὲ κτίσμα τυγχάνει, οὐκ ἦν ἀΐδιος. Ἄρ. εἶπεν· Μὴ γὰρ ἐγὼ ἐξ οἰκείας αὐθεντίας ταῦτά φημι· ὁ Υἱὸς εἶπεν, ὅτι πρῶτον πάντων ἔκτισεν αὐτὸν ὁ Θεός. Ἀθ. εἶπεν· Τοῦτό σοι μόνῳ ἀπεκαλύφθη, ἢ καὶ ἄλλοις τὸ περὶ τοῦ Υἱοῦ Θεοῦ μυστήριον; Ἄρ. εἶπεν· «Οὐ πάντων ἡ πίστις· πλὴν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ ἑτέροις πολλοῖς ἐγνωρίσθη ἡ πίστις αὕτη. Ἀθ. εἶπεν· Πόθεν ὑμῖν ἀπεκαλύφθη, ἐκ Θεοῦ, ἢ ἐξ ἀνθρώπων· Ἄρ. εἶπεν· Ἐκ Θεοῦ. Ἀθ. εἶπεν· Σὺ αὐτήκοος γέγονας, ἢ ἄλλοι σοι ὑφηγήσαντο περὶ τούτου; Ἄρ. εἶπεν· Οὐκ ἐμοὶ ὑφηγήσαντο, ἀλλὰ πολλοὶ ἅγιοι, ἐν Πνεύματι Θεοῦ λαλοῦντες, ἔφησαν ὅτι ἐκτίσθη ὁ Υἱός. Ἀθ. εἶπε· Τίνες εἰσὶν οὗτοι; Οὐ δυνάμεθα γνῶναι καὶ ἡμεῖς;

Ἄρ. εἶπεν· Οἶσθα καὶ αὐτὸς, ὅτι καὶ οἱ προφῆται, καὶ οἱ ἀπόστολοι ἐλάλησαν πολλαχοῦ τὸν Υἱὸν κτίσμα εἶναι. Ἀθ. εἶπεν· Ἤκουσά σου λέγοντος πρὸ βραχείας ὥρας, ὅτι ὁ Υἱὸς εἶπεν. Ἄρτι μετέβης εἰς τοὺς προφήτας καὶ ἀποστόλους. Πλὴν ὑφήγησαι ποῖος προφήτης ἔλεξε τοιάδε περὶ τούτου; Ἄρ. εἶπε· Καὶ νῦν φημι τὸν Υἱὸν λέγειν διὰ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων ὥσπερ καὶ διὰ τοῦ Σολομὼν ἔφη· »Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Ὁρᾷς, ὅτι πρὸ πάντων ἔκτισεν αὐτὸν ὁ Θεὸς διὰ τὰ δι᾽ αὐτοῦ μέλλοντα γίνεσθαι ἔργα. Ἀθ. εἶπεν· Οὐκοῦν ἡ τῶν κτισμάτων πρόφασις αἰτία γέγονε τοῦ κτισθῆναι τὸν Υἱὸν κατὰ σέ. Ἄρ. εἶπεν· Οὕτως ἔχει.

Ἀθ. εἶπεν· Ἄρα οὖν τοῦ Θεοῦ ἐντιμότερα τὰ κτιζόμενα παρ᾽ αὐτοῦ; Πῶς χωρεῖ; Εἰ γὰρ ἐκεῖνος διὰ ταῦτα γέγονε, καὶ οὐκ ἐκεῖνα διὰ τοῦτον, κατὰ σὲ, ἀραρότως ἐντιμότερα ταῦτα ἐκείνου· ἀλλὰ μὴ γένοιτο οὕτως ἡμᾶς φρονῆσαι! Διὰ γὰρ τὸν Υἱὸν τὰ πάντα, καθὼς γέγραπται· «Ἔπρεπε γὰρ,» φησὶν ὁ Ἀπόστολος, «δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.» Ἄρ. εἶπε· Σύγγνωθί μοι εἰρηκότι, ὅτι διὰ τὰ ἔργα ἐκτίσθη ὁ Υἱὸς, πλὴν ὅτι ἐκτίσθη πρὸ πάντων.

Ἀθ. εἶπε· Τίς ἐκτίσθη πρὸ πάντων τῶν δημιουργημάτων; Ἄρ. εἶπεν· Ὁ Υἱὸς, διὰ τοῦτο καὶ πρωτότοκος ἀναγέγραπται. Ἀθ. εἶπεν· Εἴ τις τὸν Σατανᾶν προσκυνεῖ, καλῶς ἢ κακῶς πράττει; Ἄρ. εἶπεν· Ἀσεβὴς καὶ ἄθεος, καὶ μηδὲ τὰς κοινὰς φρένας σώζων τυγχάνει ὁ τοιοῦτος, ὃν οὐκ ἄξιον καλεῖν ἄνθρωπον, ἀλλ᾽ ἀπάνθρωπον. Ἀθ. εἶπεν· Ὁ Θεὸς τῷ Ἰὼβ χρηματίζων, οὕτως ἔφη περὶ τοῦ Σατανᾶ, τουτέστιν· «Ἀρχὴ πλάσματος Κυρίου πεποιημένη ἐμπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου.» Σὺ οὖν τὸ πρῶτον ποίημα προσκυνῶν, τὸν Σατανᾶν προσκυνεῖς, καθὼς παρέστησεν ὁ λόγος. Ἐὰν δὲ σοφίσασθαι θελήσειας, ὅτι τοῦ Υἱοῦ πρότερον ποίημά ἐστιν ὁ Σατανᾶς, ἄρα πρεσβύτερον αὐτὸν φῂς τοῦ ἁγίου Πνεύματος; οὕτω γὰρ ὡρίσω, τὸν μὲν Υἱὸν ὑπὸ τοῦ Θεοῦ ἐκτίσθαι· τὸ δὲ Πνεῦμα ὑπὸ τοῦ Υἱοῦ γεγενῆσθαι διεβεβαιώσω.

Ἄρ. εἶπεν· Ἡ ἀλήθειά με περιγράφει, καὶ οὐ σύ. Πλὴν ἐπειδὴ συνήγαγές με ἐν τούτῳ, κἀγώ σε περικλείσω ἐν ταῖς πολλαῖς μαρτυρίαις, ταῖς φασκούσαις ὅτι κτίσμα ἐστὶν ὁ Υἱός. Ἀθ. εἶπε· Πρόφερε ἐκ τοῦ θησαυροῦ τὰ ἀποτεθησαυρισμένα ὑπὸ τοῦ πατρός σου. Ἄρ. εἶπεν· Ἐμὸς πατήρ ἐστιν, ὃν προσκυνῶ Θεόν· πλὴν σὺ ἀποκρίθητί μοι περὶ τοῦ, «Κύριος ἔκτισέ με,» τοῦ Κυρίου ὁμολογήσαντος ἑαυτὸν ἐκτίσθαι ὑπὸ τοῦ ἰδίου Πατρός. Ἀθ. εἶπε· Τὸ ῥητὸν ἄλλην δύναμιν ἔχει πνευματικὴν ἔνδον, καὶ θεῖον θησαυρὸν ἐναποτεθειμένον κέκτηται. Ἄρ. εἶπεν· Οὐκ ἐπὶ τοῦ ῥητοῦ μόνον ἵστημι τὴν φωνὴν τοῦ Σολομῶντος· οὐ γὰρ ἀσύνετός εἰμι, ἀλλὰ συνίημι, ὅτι πνευματικὸν νόημα θεωρεῖται ἀπὸ τῶν ἐπιστημόνων. Ὅθεν κἀγὼ οὐκ ἄμοιρος ὢν τῆς μυήσεως, οὕτω φημὶ, τὸ μὲν, «Κύριος ἔκτισέ με» κατὰ τὸ ῥητὸν, τὴν δὲ ἐν αὐτῷ δύναμιν, μειζοτέραν ὁρῶ ἣν ἔχει, ἣν σὺ μὴ νοήσας, ἀγνοίᾳ κατεχόμενος, πλανᾶσαι, ἀνδρὸς δὲ κακοῦ ἴδιον τὸ φθονεῖν τοῖς κρείττοσιν. Ἀθ. εἶπεν· Ἃ οὖν φρονεῖς, φράσον κἀμοὶ ἀφθόνως, ὅπερ δοκεῖ σοι καλὸν φαίνεσθαι.

Ἄρ. εἶπε· Τὸ γὰρ, «Κύριος ἔκτισέ με,» ἐπὶ τοῦ, «ἐγέννησέ με,» καταλαμβάνω. Ἀθ. εἶπεν· Εἰ οὖν ἐγεννήθη ὁ Υἱὸς, δηλαδὴ οὐκ ἐκτίσθη· εἰ δὲ ἐκτίσθη, οὐκ ἐγεννήθη. Ἄρ. εἶπε· Σὺ οὐ νοεῖς τὴν δύναμιν ταύτην.

Ἀθ. εἶπε· Μὴ ὀκνήσῃς ἀνέχεσθαί μου, ἕως νοήσω, παρακαλῶ. Ἄρ. εἶπεν· Ἵνα μὴ πάθος νοηθείη, εἶπεν, «Ἔκτισέ με Κύριος·» ἐπὶ Θεοῦ οὖν τὸ κτίζειν τῷ γεννᾶν ταὐτόν ἐστιν. Ἀθ. εἶπεν· Εἰ οὖν ἐπὶ Θεοῦ τὸ κτίζειν καὶ γεννᾷν ταὐτόν ἐστιν, οὐκοῦν πάντα τὰ κτίσματα γεννήματα τοῦ Θεοῦ ὑπάρχουσιν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, ἄρα πάντων ἀδελφὸς τυγχάνει ὁ Κύριος, κατὰ σὲ, τῶν δι᾽ αὐτοῦ γεγονότων. Ποῦ οὖν ὁ Μονογενὴς τοῦ Θεοῦ; Ἄρ. εἶπε· Τὸ μονογενὲς τάττεται ἐπὶ ἐξαιρέτῳ καὶ ἐξοχωτάτῳ καὶ μεγίστῳ πράγματι. Ἀθ. εἶπεν· Οὐ δοκεῖ σοι μέγιστος εἶναι ὁ οὐρανός; Ἄρ. εἶπε· Καὶ πάνυ. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Υἱός ἐστι κατὰ σὲ, καὶ ἡ γῆ δὲ καὶ ἡ θάλασσα θυγατέρες κατὰ σέ. Ἄρ. εἶπε· Μὴ γένοιτο! ἕνα ἐποίησεν ὁ Θεὸς Υἱὸν μόνον. Ἀθ. εἶπε· Δοκεῖ σοι πάντα τῷ αὐτῷ ὅρῳ τῆς γεννήσεως μονογενῆ τυγχάνειν, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Οὐκοῦν εἰ ἐποιήθη ὡς καὶ τὰ λοιπὰ δημιουργήματα ὁ Υἱὸς, πῶς Υἱός ἐστι τοῦ Θεοῦ; Ἄρ. εἶπε· Παρακαλῶ σε, σὺ πῶς νοεῖς τὸ, «Κύριος ἔκτισέ με;» Ἀθ. εἶπε· Πέπεισο· οὐκ ἄν σοι ἀπεκρινάμην· ἀλλὰ διὰ τοὺς ἀκροωμένους ἐρῶ. Σολομὼν, δίκαιος ὢν, καὶ σοφίας πληρωθεὶς, κατηξιώθη ἐν παραβολῇ προσημᾶναι τὴν κτίσιν τοῦ ναοῦ, τουτέστι τοῦ σώματος τοῦ Κυρίου Ἰησοῦ, ὡς αὐτὸς ὁ Κύριός φησι τοῖς Ἰουδαίοις· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

Τοῦτο δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ,» ὥς φησιν ὁ Ἰωάννης. Ἀλλὰ μὴν καὶ Σολομὼν παῤῥησιέστερον ἔφη περὶ αὐτῶν τούτων διαλαβὼν οὕτως· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν· ἀπέστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· »Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ,» καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπε· «Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· ἀπολίπετε ἀφροσύνην, ἵνα ζήσητε.» Ἀραρότως ἡ σοφία Θεὸς Λόγος τυγχάνει, ὁ διὰ τὴν ἄῤῥητον αὐτοῦ καὶ τοῦ Πατρὸς αὐτοῦ φιλανθρωπίαν πτωχεύσας πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐν μορφῇ δούλου γέγονεν, ἴσος δὲ ὢν τοῦ ἰδίου Πατρὸς, ὡς δοῦλος καὶ σύνδουλος συνανεστράφη ἡμῖν, τέλειος ὢν ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι.

Οὗτος οὖν ὁ Λόγος καὶ Θεὸς, σοφία καὶ δύναμις πατρικὴ ὑπάρχων, ἀσώματος ὢν, ὥσπερ ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ, διὰ τὴν ἡμετέραν σωτηρίαν ᾠκοδόμησε τὸ σῶμα ἐν τῇ γαστρὶ Μαρίας τῆς Θεοτόκου, ἄνευ κοινωνίας ἀνδρὸς, καὶ γέγονεν, ὡς ἔφην, ἄνθρωπος, καὶ ἑαυτὸν ἐποίησεν ὑπόδειγμα πάσης ἀρετῆς· ἵνα οἱ βουλόμενοι ἐξακολουθεῖν ὡς διὰ τρίβου ἔχωσι θείας ἐκτύπωμα, πρὸς ὃ ὁμοιούμενοι, γίνονται θείας φύσεως κοινωνοὶ, ὥς φησι τὸ Σκεῦος τῆς ἐκλογῆς· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Ἰησοῦ Χριστοῦ.» Μετὰ οὖν τὸ πάθος αὐτοῦ καὶ τὴν ἀνάστασιν ἀπέστειλεν ἡ σοφία, ἡ δύναμις, ὁ Λόγος καὶ Θεὸς, τοὺς ἀποστόλους πρὸς πάντας τοὺς ἄφρονας, τοὺς ἀσυνέτους ἐθνικοὺς, τοὺς μὴ εἰδότας τὸν Θεὸν, προτεθεικὼς τράπεζαν, τουτέστι τὸ ἅγιον θυσιαστήριον, καὶ ἐπ᾽ αὐτῷ ἄρτον οὐράνιον καὶ ἄφθαρτον, καὶ πᾶσι ζωὴν χαριζόμενον τοῖς μεταλαμβάνουσιν ἐξ αὐτοῦ, τὸ ἅγιον καὶ πανάγιον αὐτοῦ σῶμα, οἶνόν τε εὐφραίνοντα καρδίαν, καὶ νῆψιν ἐμποιοῦντα ἐν τῇ ἑκάστου ψυχῇ τῶν ἀπογευομένων ἐξ αὐτοῦ, ὡς ἐπὶ κρατῆρα κεράσας τὸ ἑαυτοῦ αἷμα, καλέσας τοὺς κλητούς τε καὶ ἐκλεκτοὺς διὰ τῶν ἀποστόλων αὐτοῦ, πᾶσαν μὲν ἀφροσύνην ἀπολιμπάνοντας, βασιλείας δὲ οὐρανῶν πολίτας ἀναδεικνυμένους, τοὺς ὑπακούοντας τῆς φωνῆς αὐτοῦ Ἄρ. εἶπεν· Ἐπειδὴ εἰς τὸ σῶμα συνήγαγες τὸ «Κύριος ἔκτισέ με,» καλῶς, κἀγὼ συντίθεμαί σοι διὰ τῆς ἐγγράφου μαρτυρίας.

Λοιπὸν καὶ σὺ ὀρθοπόδησον πρὸς τὴν ἀλήθειαν, καὶ μὴ ἄλλως ποίει.