Ἄρ. εἶπε· Σύμφημι ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί· ἀπόδος μοι λοιπὸν λόγον περὶ τῆς ἀμπέλου Ἀθ. εἶπε· Δύο γενεῶν ἀμπέλου εἴωθε μνημονεύειν ἡ θεία Γραφὴ, μίαν μὲν χρηστὴν καὶ εὐφραντικήν τε καὶ χαροποιοῦσαν καρδίαν ἀνθρώπου, τὸν Κύριον Ἰησοῦν Χριστόν· θατέραν δὲ τὸν διάβολον, λύσσαν καὶ ἰὸν ἀποστάζοντα, κατὰ τὸ γεγραμμένον· «Ἡ γὰρ ἄμπελος αὐτῶν ἐκ Σοδόμων, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας· ὁ οἶνος αὐτῶν θυμὸς ἀσπίδων ἀνίατος.» Καὶ ὁ λαὸς δὲ ἄμπελος ὠνομάσθη, καὶ δίκαιοι πολλαχοῦ ἐκλήθησαν ἀμπελῶνες, ἁπλῶς μέντοι καὶ ἀπολελυμένως, χωρὶς τοῦ, «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή.» Ἵνα μὴ οὖν καὶ ὁ Σωτὴρ ἐκ τῆς ἐπωνυμίας προσλογισθῇ ταῖς προειρημέναις ἀμπέλοις, οὐ λέγω τῷ διαβόλῳ, ἀλλ᾽ οἷον τῇ μετενεχθείσῃ ἐξ Αἰγύπτου καὶ φυτευθείσῃ, ἵνα ποιήσῃ καρπὸν σταφυλῆς, ἐποίησε δὲ ἀκάνθας, εἶπε μετὰ προσθήκης· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,» ἧς ὁ καρπὸς ζωὴ, χαρὰ, εἰρήνη, ἀγάπη, δικαιοσύνη, πίστις εἰλικρινεστάτη, γνῶσις, εὐσέβεια, ἁγνεία, σεμνότης, φιλανθρωπία, πραότης, ἐγκράτεια, καὶ τὰ παραπλήσια τούτοις. Ἐπειδὴ καὶ τὰ κλήματα, τῆς αὐτῆς εὐγενείας τῆς ἀληθινῆς ἀμπέλου τυγχάνοντα, δεῖ ὅμοιον καρπὸν προβάλλεσθαι, ἧς εἰσιν ἀμπέλου κλήματα.