Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος κατὰ Ἀρείου

Μέγας Αθανάσιος

Το ομοούσιο, η παραβολή της αληθινής αμπέλου και η Παντοκρατορία του Υιού

Θεολογική ανάλυση της φυσικής υιότητας έναντι της κατά χάριν υιοθεσίας, εκτενής αλληγορική ερμηνεία της παραβολής της αμπέλου και ομολογία της Παντοκρατορίας του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 9

Ἄρ. εἶπε· Μὴ ἄλλος ἐστὶν ὁ Υἱός; Ἀθ. εἶπεν· Υἱὸς μὲν ἀληθινὸς τοῦ Θεοῦ εἷς τυγχάνει ὁ Λόγος καὶ Θεός. Ἔστι δὲ καὶ ὡς ἄλλος Υἱὸς υἱοποιηθεὶς διὰ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὥς φησιν ὁ θεῖος Ἀπόστολος· «Οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾽ ἐλάβομεν πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ Πατήρ.» Ὁ δὲ Χριστὸς διαῤῥήδην πρὸς τοὺς ἀποστόλους ἔφη· «Τεκνία μου, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι, καὶ πορεύομαι πρὸς τὸν πέμψαντά με·» καὶ πρὸς Ἰουδαίους δέ φησιν ἐν παραβολαῖς οὕτως· «Ἄνθρωπός τις ἔχων δύο υἱοὺς, προσελθὼν τῷ πρεσβυτέρῳ, εἶπε· Πορεύου, ἐργάζου εἰς τὸν ἀμπελῶνά μου. Ὁ δὲ, ἀποκριθεὶς, ἔφη· Ἐγὼ, κύριε, καὶ οὐκ ἀπῆλθεν. Εἶτα προσελθὼν τῷ ἑτέρῳ, ἔφη· Πορεύου, ἐργάζου εἰς τὸν ἀμπελῶνά μου. Ὁ δέ φησιν· Οὐ θέλω. Ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν.» Ἐρωτᾷ δὲ ὁ Κύριος· Τίς ἐποίησεν τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ; ἀποκριθέντες δὲ οἱ Ἰουδαῖοί φασιν· «Ὁ ἔσχατος υἱός.» Ὁμολογουμένως δὲ, ὁ μὲν πατὴρ ὁ τῶν ὅλων Θεὸς τυγχάνει, ὁ δὲ ἀμπελὼν αἱ τρίβοι τῆς δικαιοσύνης, ἐν αἷς προσέταττε τὸν πρεσβύτερον υἱὸν ἐργάζεσθαι. Ὁ δὲ μικρῷ τῷ διαστήματι χαίρειν φράσας τῷ κελεύσματι κατεφρόνησε τοῦ προστάξαντος· οὗτος δὲ ὁ τῶν Ἰουδαίων λαὸς τυγχάνει, ὁ διὰ τὴν ἀπιστίαν ἀπόβλητος γεγονὼς τῆς υἱοθεσίας.

Ὁ δὲ νεώτερος υἱὸς τοῦ πατρὸς, ὁ ἐξ ἐθνῶν λαὸς, ὁ παρὰ τὴν ἀρχὴν τῆς κλήσεως παρακούων τῇ ἀπιστίᾳ, τῇ εἰδωλολατρείᾳ κρατούμενος, ὕστερον δὲ μεταμεληθεὶς καὶ πιστεύσας, ὑπήκοος προστάγματος πατρικοῦ ἀνεδείχθη. Ἐκ δὲ τῆς ὑπακοῆς φίλος καὶ κληρονόμος, ὡς υἱὸς Πατρὸς, ἀνεφάνη, πάσης τιμῆς καὶ χάριτος ἠξιωμένος πρὸς τοῦ ἰδίου Πατρὸς ἄνευ τῆς ἡμέρας καὶ ὥρας ἐκείνης, λέγω δὴ τῆς συντελείας, ἢ μόνον σημεῖα λαβὼν, ἵνα μὴ ἀγνοῶν, ὅτι ἐγγύς ἐστι τὸ τέλος, πρὸς τὸ μὴ ἀπαρασκεύαστον ὄντα, αἰφνιδίως καταλάβῃ ἡ ἡμέρα.

Ἄρ. εἶπεν· Ὁμολογῶ ὀρθῶς εἰρῆσθαι τοῦτο τὸ περὶ τῆς ἡμέρας· τὸ δὲ τῇ οὐσίᾳ ἡνῶσθαι τὸν Υἱὸν τῷ Πατρὶ οὐκ ὀρθῶς ἔχειν φημί. Ἀθ. εἶπεν· Ἐπειδὴ σπουδὴ πρόσεστί σοι οὐ μικρὰ, ψέγειν τὰ καλὰ καὶ καλῶς ὁμολογούμενα πρὸς τῶν εὐσεβῶν, ἀπόδος λόγον, τί ποτε ἄρα ἐστὶν ἡ οὐσία; Ἄρ. εἶπεν· Πᾶν εἴ τί ἐστιν ἐν ὑποστάσει, τοῦτο οὐσία τυγχάνει. Ἀθ. εἶπεν· Ὀρθῶς ἔφης. Ἐπεὶ δὲ ἡμεῖς ἐπὶ τοῦ παρόντος περὶ Θεοῦ λόγον ἔχομεν, εἰπέ μοι ἡ τοῦ Θεοῦ οὐσία τί ἐστι, μήποτε νομισθῶμεν πρὸς τῶν ἰδιωτῶν, ὅτι τάχα περὶ χρημάτων λέγομεν. Ἄρ. εἶπεν· Ἡ τοῦ Θεοῦ οὐσία ἐστὶν, εἴ τί ἐστιν ὁ Θεὸς, τοῦτο οὐσία τυγχάνει.

Ἀθ. εἶπε· Καλῶς ἔφης· λοιπὸν ἄκουε. Ἄρ. εἶπε· Λέγε ὃ βούλει. Ἀθ. εἶπεν· Οἶσθα, ὅτι, σχηματιζόμενος καὶ συγκαταβαίνων τῇ ἡμετέρᾳ ἀσθενείᾳ διὰ τῶν θεοπνεύστων Γραφῶν ὁ Θεὸς, ἀνθρωπινώτερον ὁμιλεῖ πολλάκις πρὸς ἡμᾶς, πρὸς τὸ δύνασθαι νοεῖν τὴν ἀνθρωπίνην φύσιν ἐκ τῶν παραπλησίως εἰρημένων, ἐν οἷς ἡμεῖς ἐνεχόμεθα καὶ ἴσμεν, τὰ ἐπουράνια θεῖα μυστήρια. Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Θεὸς, λέγων πρὸς τὸν ἴδιον Υἱὸν διὰ τοῦ προφήτου· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,» σημαίνει τὴν ἐκ τῆς πατρικῆς οὐσίας γέννησιν τοῦ Υἱοῦ. Ἄρ. εἶπε· Γαστέρα οὖν ἔχει ὁ Θεός; Ἀθ. εἶπε· Προλαβὼν εἶπον πρὸς σὲ, ὅτι διὰ τὴν ἡμετέραν ἀσθένειαν πολλάκις καὶ ἀνθρωπόσχημον τὸ Θεῖον αἱ θεῖαι Γραφαὶ καταγγέλλουσιν· οὐχ ὅτι ὁ Θεὸς τοιοῦτός ἐστιν, ἀλλ᾽ ἵνα ἡμεῖς ἐκ τῶν σωματικῶν παραδειγμάτων τὰ θεῖα εὐσεβῶς νοῶμεν. Δι᾽ οὐδὲν οὖν ἕτερον γαστέρα ὀνομάζει, ἢ ἵνα παραστήσῃ αὐτὸν τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γεγεννῆσθαι. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, λέγε σὺ, πῶς ὀφείλει νοηθῆναι τὸ ῥητόν. Ἄρ. εἶπεν· Ἡ Γραφὴ λέγει ἐκ προσώπου τοῦ Πατρός· «Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.» Ἆρα οὖν, Λόγον ἐξηρεύξατό φησι τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἡ Γραφὴ καλῶς ἔφη σὺν τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο· σὺ δὲ, λαβὼν τὸ ῥητὸν, διέστρεψας κακῶς.

Ἄρ. εἶπε· Φράσον ἡμῖν σὺ τὴν ἀλήθειαν τοῦ ῥητοῦ· ἐπειδὴ ἐγὼ αὐτὸ διέστρεψα κατὰ σέ. Ἀθ. εἶπεν· Ὁ Θεὸς πνεῦμά ἐστιν ἀπαθὲς, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Ναὶ, οὕτως ἔχει. Ἀθ. εἶπεν· Ὅταν οὖν φάσκῃ ἡ Γραφὴ ἐκ γαστρὸς γεγεννῆσθαι τὸν Υἱὸν, τὴν ἐκ τῆς θεϊκῆς ὑποστάσεως γνησιότητα τοῦ Υἱοῦ σημαίνει. Ἵνα οὖν μὴ τὸ τῶν ἀνθρώπων γένος, ἀσθενὲς ὑπάρχον, ἀνθρωπίνην τὴν γέννησιν τοῦ Χριστοῦ ὑπολάβοιεν, εἶπε τὸ, «Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.» Εἰ δὲ πάλιν ἐπιχειρεῖν τολμήσει τις προφορικὸν Λόγον φάσκειν τὸν Υἱὸν, μνημονεύσει τὸ, «Ἐκ γαστρὸς,» καὶ παύσεται τῆς πονηρᾶς ἐννοίας. Περιέγραψε γὰρ πάντα νοῦν ἀνθρώπινον ἡ Γραφὴ, πρὸς τὸ μὴ ἔχειν αἱρετικὴν μανίαν κατὰ τῆς ἀϊδίου καὶ ἀκαταλήπτου γεννήσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ. Εἰ γὰρ ἐκ γαστρὸς τυγχάνει, πῶς ἐκ καρδίας προῆλθεν; Εἰ δὲ ἀπὸ καρδίας ἐστὶ, πῶς ἐκ γαστρὸς τυγχάνει; Ἄρ. εἶπε· Τί οὖν ὀφείλομεν λέγειν καὶ νοεῖν; Ἀθ. εἶπεν· Οὐδὲν ἕτερον ἢ τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς γεννηθέντα ἐκ τῶν τοιούτων παραδειγμάτων μανθάνομεν. Ἄρ. εἶπεν· Εἰ ὁμοούσιος ἦν ὁ Υἱὸς τῷ Πατρὶ, πῶς οὐκ εἶπεν παρὼν τοῖς μαθηταῖς αὐτοῦ; Ἀθ. εἶπε· Ποῦ ἔστιν ὅπου οὐχ ὡμολόγησεν ἑαυτὸν ὁμοούσιον τῷ Πατρὶ ὁ Υἱός; Ἄρ. εἶπεν· Εἰ δύνασαι τοῦτο δεῖξαι; Ἓν τῶν ἀμηχάνων. Ἀθ.

εἶπεν· Οὐκ ἐξ ἀπόρων πορίσασθαι ἐπιχειροῦμεν, ἀλλ᾽ ἐκ τῶν ἐναργῶν πραγμάτων τὴν ἀλήθειαν δεῖξαι θέλομεν. Μέμνησο, ὅτι ἔφης, ὅ ἐστι Θεὸς, τοῦτο οὐσία τυγχάνει, τουτέστιν ὁ Υἱός.

Ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Μηδαμῶς. Ἀθ. ἔφη· Πῶς οὖν ὁ Κύριος ἔφη· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Εἰ μὴ ὁ αὐτός ἐστι τῇ θεότητι τῇ πατρικῇ ὁ Υἱὸς, πῶς φάσκει, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Ἆρα ψευδὲς εἶπεν ἢ ἀληθές; Μὴ γένοιτο! Ἡ ἀλήθεια οὐκ ἂν ψεῦδός ποτε ἐγένετο. Ἀλλὰ καὶ τὸ, «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,» οὐδὲν ἕτερον παριστᾷ ἢ τὴν ἁγίαν θεότητα. Εἰ γὰρ ἄλλος τυγχάνει τῇ οὐσίᾳ ὁ Υἱὸς παρὰ τὸν Πατέρα, πῶς δύναται θεωρεῖσθαι ὁ Πατὴρ ἐν τῷ Υἱῷ; Εἰ μὲν γὰρ οὐ δύναται ἄγαλμα ἀνδροείκελον κατεσκευασμένον ἐκ ξύλων γνωρισθῆναι ἐν λιθίνῳ, ἐν τῷ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ ὄντι· εἰ δὲ ἀδύνατον λίθον ἐν ξύλῳ γνωρισθῆναι, καὶ ξύλον ἐν λίθῳ κατὰ τὸν τῆς οὐσίας λόγον, λείπεται λοιπὸν γνωρίζεσθαι τὸν παμβασιλέα Θεὸν ἐν τῷ ὁμοουσίῳ αὐτοῦ Υἱῷ. Τὰ γὰρ ὁμοειδῆ, ᾧ εἰσιν ὁμοούσια, ὁρώμενα, παριστάνουσι τὴν γνῶσιν καὶ τῶν μὴ ὁρωμένων.

Ἄρ. εἶπε· Πῶς οὖν ὁ Κύριος λέγει· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι;» Μὴ δύναται ἄμπελος καὶ γεωργὸς εἶναι ὁμοούσια; Ἀθ. εἶπε· Μὴ ἀκρωτηρίαζε τὴν Κυριακὴν φωνήν· ἀλλ᾽, ὡς κεῖται, ἀνάγνωθι. «Ἐγώ εἰμι,» φησὶν ὁ Κύριος, «ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.» Εἰπέ μοι οὖν· εἰ ὁ Υἱὸς ὁμοούσιος τῷ Πατρὶ οὐκ ἔστιν ἐκ τοῦ παραδείγματος τῆς ἀμπέλου καὶ τοῦ γεωργοῦ, ἆρα τοῖς ἀνθρώποις ὁμοούσιον αὐτὸν φῄς; Ἄρ. εἶπε· Μὴ γένοιτο! Ἀθ. εἶπε· Πραέως ἄκουσον, καὶ πρὸς ταῦτα ἀπόδος μοι λόγον· Ἡ ἄμπελος καὶ τὰ κλήματα ὁμοούσια τυγχάνει, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀραρότως ταῦτα οὕτως ἔχει. Ἀξιῶ συντόμως καὶ τῇ τούτου κεφαλαίου σαφηνείᾳ ἐν τάχει πέρας ἐπιθεῖναι θέλησον, ὅπως κἀμὲ ποιήσῃς τοιοῦτον, οἷος καὶ σὺ τυγχάνεις. Ἀθ. εἶπεν· Ἐὰν μὴ πρότερον ὅνπερ ἐπερωτῶ ἀποδῷς μοι λόγον, οὐ μὴ λάβῃς τὸ αἴτημα.

Ἄρ. εἶπεν· Ὃ θέλεις λέγε, καὶ εἴ τι ἐγχωρεῖ, κατὰ τὸ δυνατὸν ἀποκρίνομαι. Ἀθ. εἶπε· Δεξιὰ καὶ βραχίων περὶ Θεοῦ γέγραπται τίνος ἕνεκεν; Ἄρ. εἶπε· Τὰ τοιαῦτα πρὸς τὰς ἐπιβολὰς καὶ τὰς ἀκολουθίας νοοῦμεν. Ἐὰν λέγῃ κατὰ τὸ, «Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με,» γινώσκομεν τὸ δημιουργικὸν τοῦ Θεοῦ ἐνταῦθα. Ὁπότ᾽ ἂν δὲ λέγῃ, «Ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» φανερὸν, ὅτι περὶ Υἱοῦ φάσκει. Πρὸς δὲ τούτοις καὶ τὸ, «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν,» ὁμολογουμένως περὶ Υἱοῦ σημαίνει, δι᾽ οὗ τὰ πάντα γέγονεν. Ἀθ. εἶπε· Βραχίων, οὗ ἐστι βραχίων, ὁμοούσιος τυγχάνει, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπε· Καὶ ἡ δεξιὰ, οὗ ἐστι δεξιὰ, ὁμοούσιός ἐστι, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Σὺ δὲ τί φῄς με ἀΐδιον συντίθεσθαι τὸ Θεῖον; Οὐκ ἐπηκροάσω ποτὲ Κλήμεντος τοῦ παρακολουθήσαντος Πέτρῳ τῷ ἀποστόλῳ, ὃς καθαιρεῖ τὴν τοιαύτην δόξαν; Ἀθ. εἶπε· Μέμνησο τῶν εἰρημένων, ὦ ἄνθρωπε, καὶ μὴ πλανῶ. Ἐγὼ γὰρ ἁπλοῦν, ἀσύνθετον, ἀπερίγραφον τὸ Θεῖον σέβομαι, μεμαθηκὼς ἐκ τῶν ἱερῶν καὶ θείων Γραφῶν, καὶ τῶν καθεξῆς διαδεξαμένων τὴν ἐπισκοπήν. Οὐδενὸς οὖν ἑτέρου ἕνεκεν ἡ Γραφὴ βραχίονα καὶ δεξιὰν καλεῖ τὸν Υἱὸν, ἢ ἵνα εὐσεβῶς νοῶμεν ὁμοούσιον ὄντα τὸν Υἱὸν τῷ Πατρὶ, διὰ τὸ ἀνεγχώρητον ἐπ᾽ ἀνθρώπου ἐκλαβεῖν τινα ἑτερούσιον τὸν βραχίονα, ἢ τὴν δεξιὰν καὶ τὸν δάκτυλον, ὡς ἕκαστον αὐτῶν διαφέρειν πέφυκεν.

Ἄρ. εἶπε· Σύμφημι ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί· ἀπόδος μοι λοιπὸν λόγον περὶ τῆς ἀμπέλου Ἀθ. εἶπε· Δύο γενεῶν ἀμπέλου εἴωθε μνημονεύειν ἡ θεία Γραφὴ, μίαν μὲν χρηστὴν καὶ εὐφραντικήν τε καὶ χαροποιοῦσαν καρδίαν ἀνθρώπου, τὸν Κύριον Ἰησοῦν Χριστόν· θατέραν δὲ τὸν διάβολον, λύσσαν καὶ ἰὸν ἀποστάζοντα, κατὰ τὸ γεγραμμένον· «Ἡ γὰρ ἄμπελος αὐτῶν ἐκ Σοδόμων, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας· ὁ οἶνος αὐτῶν θυμὸς ἀσπίδων ἀνίατος.» Καὶ ὁ λαὸς δὲ ἄμπελος ὠνομάσθη, καὶ δίκαιοι πολλαχοῦ ἐκλήθησαν ἀμπελῶνες, ἁπλῶς μέντοι καὶ ἀπολελυμένως, χωρὶς τοῦ, «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή.» Ἵνα μὴ οὖν καὶ ὁ Σωτὴρ ἐκ τῆς ἐπωνυμίας προσλογισθῇ ταῖς προειρημέναις ἀμπέλοις, οὐ λέγω τῷ διαβόλῳ, ἀλλ᾽ οἷον τῇ μετενεχθείσῃ ἐξ Αἰγύπτου καὶ φυτευθείσῃ, ἵνα ποιήσῃ καρπὸν σταφυλῆς, ἐποίησε δὲ ἀκάνθας, εἶπε μετὰ προσθήκης· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,» ἧς ὁ καρπὸς ζωὴ, χαρὰ, εἰρήνη, ἀγάπη, δικαιοσύνη, πίστις εἰλικρινεστάτη, γνῶσις, εὐσέβεια, ἁγνεία, σεμνότης, φιλανθρωπία, πραότης, ἐγκράτεια, καὶ τὰ παραπλήσια τούτοις. Ἐπειδὴ καὶ τὰ κλήματα, τῆς αὐτῆς εὐγενείας τῆς ἀληθινῆς ἀμπέλου τυγχάνοντα, δεῖ ὅμοιον καρπὸν προβάλλεσθαι, ἧς εἰσιν ἀμπέλου κλήματα.

Τοὺς ἀποστόλους οὖν ἔφη, ἅμα παρασκευάζων αὐτοὺς ἐμμένειν ἐν τῇ πίστει, καὶ μὴ ἀποσκιρτήσαντας ἐκ τῆς ἀληθείας, ὥσπερ Ἰούδας, ἀκάρπους ἀπομεῖναι. Οἵτινες γὰρ ἐξολισθήσουσιν ἐκ τῆς τοῦ Κυρίου ἀγάπης καὶ πίστεως, δίκην κλημάτων ἀποτεμνόμενοι, ῥίπτονται ἔξω τῶν θείων. Νηφαλίους οὖν καὶ προθύμους προτρέπει γίνεσθαι τοὺς μαθητὰς διὰ τοῦ φῆσαι· «Ὁ Πατήρ μου γεωργός ἐστιν,» ὡσανεὶ ἔλεγεν· Εἰδέναι ὑμᾶς βούλομαι, ὅτι, εἴ τινα ὁ Πατὴρ ὁ ἐμὸς γεωργεῖ, ὁ τοιοῦτος τὸν ἐμὸν καρπὸν ἀποδίδωσι μὴ ἐῶντος καρπὸν ἀλλότριον ἐν τοῖς ἀληθινοῖς κλήμασι τῆς ἀμπέλου βλαστῆσαι.

Ἐμπεριπατῶν γὰρ ἐν τῷ ἀμπελῶνι, τουτέστιν ἐν τοῖς τῆς ψυχῆς ταμείοις, πάντα τὰ σαθρὰ καὶ μανιώδη περιαιρεῖ, πρὸς τὸ μὴ ὑλομανοῦσαν διαφθείρειν ὅνπερ ὁ γεωργὸς ποθεῖ προβαλέσθαι καρπόν. Ἀλλ᾽ ἐπειδὴ ὁ τῆς αἰσθητῆς ἀμπέλου λόγος δύναται συμβαλέσθαι ἡμῖν εἰς τὸ ζητούμενον, ἀρκτέον ἐντεῦθεν ἐκθέσθαι καὶ περὶ τούτου τὴν ἀφήγησιν.

Ἐπειδήπερ καταλειφθεῖσα πρὸ τοῦ χειμῶνος ἡ ἄμπελος εὐθαλής τε καὶ εὐκλήματος ἕστηκε καρτερῶς πρὸς τὰς ἐφόδους τοῦ χειμῶνος· ὁ δὲ, τῇ ἀπηνεστάτῃ προσβολῇ τοῦ κρύους αὐτοῦ προσεληλυθὼς, ἀπομαραίνειν ἄρχεταί τινα τῶν φύλλων αὐτῆς, αὐτὰ δὲ, διὰ τὴν σαθρότητα ἀτονοῦντα, ἐκπίπτουσιν ἀπὸ τῶν ὑψωμάτων, ἀπὸ τῶν ἀνωτέρω ἐπὶ τὰ βαθύτερα φερόμενα, εἶτα μένει ἡ ἄμπελος εὐκλήματος ἀντέχουσα τῇ φορᾷ τοῦ χειμῶνος. Εἰ δὲ τῇ παραμονῇ τῆς ἀκράτου ψυχρότητος κατέβλαψέ τινα τῶν κλημάτων, ὅμως τῇ ἐνστάσει ἡ ἄμπελος σὺν τοῖς περιλειφθεῖσιν αὐτῇ ὑγιεινοῖς κλήμασιν ἐπεραίωσε τὸν χειμῶνα, καὶ ἐκ τοῦ χειμερινοῦ καμάτου ἐξέφυγε.

Φθάσασα δὲ ἐπὶ τὸ ἔαρ, ὅπερ ἐστὶ νέον ἔτος, δοκεῖ διαναπαύεσθαι· αἰφνιδίως δὲ ὁ γεωργὸς ἐπιστὰς αὐτῇ, ξίφος ἐπιφερόμενος, πρῶτον μὲν, ἀκριβῶς κατοπτρισάμενος ἅπαντα τὰ κλήματα, ἄρχεται τὰ βλαβέντα ἐκ τοῦ χειμῶνος ἐκτέμνειν, ἔπειτα καὶ τὰ ὑγιαίνοντα ἀπὸ τρίτου ἢ τετάρτου ὀφθαλμοῦ περιαιρεῖν. Ἡ δὲ ἄμπελος, γυμνωθεῖσα καὶ πληγεῖσα τῷ ξίφει, ἕστηκε μετέωρος εἰς τὸν οὐρανὸν ἀποβλέπουσα, ἅμα δακρύουσα ἄχρι τῆς τρίτης ἡμέρας. Παρακλήσεως δὲ τυγχάνουσα ἐκ τῆς τοῦ Θεοῦ προνοίας, παυσαμένη τῶν δακρύων, αἰφνιδίως πολὺν ἀριθμὸν καὶ ὄχλον κλημάτων βλαστήσασα, ἡ αὐτὴ ἀναφαίνεται οἵα ἦν καὶ πρότερον, μᾶλλον δὲ καὶ ἐνδοξοτέρα. Ἐκ δὲ τῶν προαποδεδομένων ἔσται σοι σαφέστερα καὶ τὰ ἑπόμενα περὶ τῆς ἀμπέλου τῆς ἀληθινῆς.

Ὁ οὖν Κύριος τρόπον ἀμπέλου εὐκλημάτου καὶ συσκίου ἐπέχων, διὰ τὸ πλῆθος τῶν μαθητῶν καὶ τῶν πέριξ ὄχλων ἐπιπορευομένων πρὸς αὐτὸν βοηθείας ἕνεκεν· ὡς εἶναι πλήθη ἀνείκαστα, πιστεύοντα εἰς αὐτόν· καὶ τῷ μὲν πόθῳ τῷ εἰς αὐτὸν ἀχωρίστως ἔχειν αὐτοὺς, τρόπον κλημάτων συνόντων αὐτῷ, τινῶν δὲ καὶ ὠφελείας χάριν πνευματικῆς μὴ βουλομένων ἐκτὸς αὐτοῦ τυγχάνειν, ἀλλὰ συνεῖναι αὐτῷ, ἑτέρων δὲ βουλομένων ἰάσεως τυχεῖν, ἄλλων δὲ ἀκηκοότων, ὅτι Χριστὸς ἥκει, καὶ συνεληλυθότων κατὰ τὸ αὐτὸ, βουλομένων θεάσασθαι τὸ καινότερον θέαμα, Θεὸν ἐν σώματι ἀνθρώποις συναναστρεφόμενον.

Καὶ ἁπλῶς ἦν ἅπαντα χαρᾶς γέμοντα τῆς παρουσίας τοῦ Κυρίου γενομένης· οὗ δ᾽ ἂν ἐβάδιζεν, ὥσπερ εὐστεφὴς ἄμπελος διὰ τὰς μυριάδας τῶν συμπορευομένων αὐτῷ ὄχλων ἦν ὁρώμενος πόθῳ τῷ πρὸς αὐτὸν, ἁπάντων συνηνωμένων αὐτῷ. Ἀρξαμένων δὲ χειμερινῶν πνευμάτων ἐκ τῶν ἀκρωτηρίων καταφυσᾷν πρὸς δοκιμὴν τῶν συμπορευομένων αὐτῷ ὄχλων, ἀθρόως φύλλων δίκην μαραινομένων, ἀπέπιπτον οὐκ ὀλίγοι, ἧς εἴχοντο ἀμπέλου ζωτικῆς, καὶ τῶν μὲν διὰ φόβον τῶν ἀρχιερέων, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, ἐξαρνουμένων τὴν ἑαυτῶν ζωὴν, ὥσπερ καὶ νῦν ὁρῶμεν γινόμενα τὰ αὐτὰ πράγματα· ἠγάπησαν γὰρ, ὡς οἱ τότε, καὶ νῦν τῆς ὑποκρίσεως ἄνθρωποι τὴν δόξαν τῶν διωκτῶν τῆς Ἐκκλησίας ὑπὲρ τὴν δόξαν τοῦ Θεοῦ εἵλοντο· ἑτέρων δὲ μὴ συναισθομένων τῶν θείων καὶ πνευματικῶν ῥημάτων τοῦ Κυρίου εἰς τὰ ὀπίσω ἐπιστραφέντων, αἰτίαν τῷ εὐεργέτῃ καὶ ψόγον προσαψάντων, καὶ λεγόντων, «Τίς δύναται αὐτοῦ ἀκούειν;» Ὅπερ καὶ ἐπὶ τοῦ ἡμετέρου καιροῦ πράττουσιν οἱ μὴ βουλόμενοι συνοδεύειν τῇ ἀληθείᾳ, διὰ τὸ παρέπεσθαι θλίψεις καὶ πειρατήρια τῇ πίστει. Φασὶ γὰρ, Τίς δύναται φυλάξαι τὴν παράδοσιν τῶν ἐντολῶν τοῦ Κυρίου καὶ τῆς πίστεως;

Ἔτι μὴν καὶ τὴν ἀπιστίαν τοῦ Ἰούδα ἡ σφοδρότης τοῦ χειμῶνος ἤλεγξεν, ὡς καὶ νῦν, φιλίᾳ κόσμου κρατηθέντες οἵ ποτε μαθηταὶ ὄντες καὶ φίλοι καὶ συνοδοιπόροι τοῦ Χριστοῦ, κατὰ τοῦ Ἰησοῦ συνόδους ἀθεμίτους συγκροτοῦσιν οἱ καὶ τὸ γαζοφυλάκιον πιστευθέντες. Οὐκ ἠγνόει αὐτῶν τὴν σαθρότητα, ἀλλ᾽ ἵνα παρασκευάσῃ αὐτοὺς τὰ Δεσποτικὰ χρωμένους ἑτοιμοτάτους εἶναι ὑπὲρ τοῦ Δεσπότου ἀνδρίζεσθαι, ἢ κατὰ τοῦ βασιλέως αὐτῶν στρατεύεσθαι προφάσει φιλίας κοσμικῆς. Οἱ τοιοῦτοι, κλημάτων δίκην ἀγενεστάτων καὶ ἀκάρπων ἐπέχοντες, τεμνόμενοι δὲ πρὸς τοῦ γεωργοῦ, κατάβρωμα πυρὸς αἰωνίου γίνονται. Ὅμως τῶν χειμώνων ἐπὶ πολὺ προσπελασάντων τῇ ἀληθινῇ ἀμπέλῳ, λέγω δὴ τῷ Κυρίῳ Ἰησοῦ, πὴ μὲν βουλομένων λιθάσαι αὐτὸν Γραμματέων τε καὶ Φαρισαίων· φοβηθέντες δὲ μὴ ἀναιρεθῶσι πρὸς τῶν ὄχλων τῶν τὸν Κύριον φιλούντων, ἐπαύσαντο· πὴ δὲ βουλομένων συλλαβέσθαι αὐτὸν, καὶ τοῦ Ἰησοῦ μὴ συγχωρήσαντος αὐτοὺς κρατῆσαι αὐτὸν, ἕως ἡ προωρισμένη ὑπ᾽ αὐτοῦ τοῦ Κυρίου πρὸ τῶν αἰώνων ὥρα καὶ ἡμέρα παραγένηται, ἐν ᾗ ἔδει αὐτὸν παθεῖν. Ἐν ἄλλῳ δὲ καιρῷ θελόντων τινῶν κατακρημνίσαι αὐτὸν, καὶ αὐτοῦ ἐν εἰρήνῃ διὰ μέσου αὐτῶν διεξεληλυθότος, καὶ μυρία ἦν τὰ ἐπερχόμενα πειρατήρια, ἃ, προσβάλλοντα καὶ κωλυόμενα, εἰς τὸ μηδὲν ἐρχόμενα ἐχώρουν.

Ἐκεῖ δὲ ἡ ἀρχὴ τοῦ νέου ἔτους, ᾧ καιρῷ ἔδει τὸ Πάσχα θύεσθαι κατὰ τὰ θεσπισθέντα παρὰ τοῦ Κυρίου, λύειν μὲν πάντα σύνδεσμον ἀδικίας, προστάγματος θείου φοιτήσαντος πρὸς αὐτοὺς, ἐλεημοσύναις δὲ ἐξιλασκομένους ἑαυτοὺς προσοικειοῦν τῷ Θεῷ, μὴ ἐχθραίνειν δὲ πρὸς τὸν πλησίον, μήτε μὴν ζητεῖν κακὰ κατά τινος ἀνθρώπου διὰ τὸ κοινὸν τοῦ γένους, ἀλλ᾽ εἰρήνῃ καθαρωτάτους ὄντας κελεύει προσάγειν τὴν λατρείαν.

Ὡς ἐν καιρῷ οὖν εἰρήνης καὶ ἑορτῆς ἥκει ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα σὺν τοῖς μαθηταῖς αὐτοῦ, οὐχ ὡς ἀγνοῶν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ἀλλὰ καί γε σφόδρα γινώσκων. Ἀμέλει γ᾽ οὖν καὶ τοῖς μαθηταῖς προειρήκει τὰ ἑπόμενα· «Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς τὰς χεῖρας τῶν πρεσβυτέρων καὶ τῶν γραμματέων, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ.» Ἵνα οὖν τὸ ἄδικον τοῦ παρανόμου συναθροίσματος τῶν Ἰουδαίων διαφανῇ, εἰσελήλυθεν ἡ εἰρήνη εἰς Ἱεροσόλυμα. Οἱ δὲ τῆς εἰρήνης ἀλλότριοι ἑωρακότες διεταράχθησαν· ἐχθρὸν γὰρ πολεμίοις καὶ ἀνδροφόνοις εἰρήνη. Χαίρειν γὰρ μᾶλλον πεφύκασι τοῖς κακοῖς ἤπερ τοῖς ἀγαθοῖς ἔργοις καὶ τῇ καρποφορίᾳ τῆς εἰρήνης. Οἱ δὲ ἐπιτηρησάμενοι, ἄφνω ἐπιστάντες ξιφήρεις τῷ τόπῳ, ἔνθα ἦν σὺν τοῖς μαθηταῖς ὁ Ἰησοῦς, κατοπτρισάμενοι ἅπαντες, ἐν πρώτοις ἐπιβάλλουσι τὰς μιαρὰς χεῖρας αὐτῶν ἐπ᾽ αὐτὸν, ἔτι τῶν μαθητῶν αὐτοῦ συνεστώτων αὐτῷ. Ὁ δέ φησιν εἰρηνικῶς τοῖς μιαιφόνοις· «Εἰ ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν.» Τῶν δὲ μαθητῶν ἑωρακότων τὰ δύσφορα πειρατήρια, μὴ παρούσης αὐτοῖς τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματος, καταλιπόντες αὐτὸν τὸν διδάσκαλον καὶ Κύριον φυγῇ ἐχρήσαντο.

Οἱ δὲ οἰκεῖοι τοῦ Σατανᾶ, συλλαβόμενοι τὸν Ἰησοῦν, ἄγουσιν ἐπὶ τὸν Κρανίου τόπον, εἰς τὸ σταυρῶσαι αὐτὸν ἐκεῖ, ἅπαντα ἐκπληρώσαντες τὰ πρὶν ἐπ᾽ αὐτῷ γεγραμμένα, καὶ ἀναρτήσαντες, κατέπηξαν αὐτὸν, ὡς ἐπὶ χάρακι ἄμπελον, ἐπὶ τοῦ σταυροῦ. Ὁ δὲ καταλειφθεὶς μόνος ἐπὶ τοῦ σταυροῦ, ὥσπερ δικλήματος ἢ τρικλήματος ἐκπετάσας κατὰ μὲν τοῦ πλαγίου τὰς χεῖρας, κατὰ δὲ τοῦ ὀρθοῦ κεφαλὴν σὺν θώρακι ἅμα ποσί. Περιαιρεθείσης δὲ τῆς κόμης ἁπάσης τῶν λοιπῶν κλημάτων, πληγεὶς πρὸς τῶν ἥλων καὶ τῆς λόγχης, ἐδάκρυε τῷ ἁγίῳ αἵματι κρουνηδόν. Αἰφνιδίως δὲ ἀνέστη τριήμερος, μηδὲν μειωθεὶς, ὅπερ ἦν τὸ πρὶν, μᾶλλον δὲ ἐνδοξότερος ἐκφανεὶς, πίστει πληροφορήσας τὰς καρδίας τῶν μαθητῶν εἶναι αὐτὸν τὴν ζωήν. Πολὺν δὲ ἀριθμὸν βλαστήσας, ὄχλον μαθητῶν μετὰ τὴν ἀνάστασιν, ἢ τὸ πρὶν, οὐκ ἔτι ἐν Ἰουδαίᾳ μόνον, ἀλλ᾽ «ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης· ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ.» Αὕτη ἡ πραγματεία τῆς ἀληθινῆς ἀμπέλου κατὰ τὸ δυνατὸν εὐσεβῶς νενόηται.

Ἄρ. εἶπε· Σφόδρα ὀρθῶς ἔχειν φημί. Ἔτι δὲ ὑπολέλειπταί μοι περὶ τῆς ζητήσεως τοῦ ἁγίου Πνεύματος· περὶ γὰρ τοῦ Υἱοῦ συνομολογῶ κἀγὼ τὸ ἴσον αὐτὸν εἶναι τῷ Πατρὶ κατὰ πάντα, ἐκτὸς τοῦ παντοκράτορα αὐτὸν εἶναι. Ἀθ. εἶπεν· Οὐδὲν ὡμολόγησας τῶν τῇ εὐσεβείᾳ ἀνηκόντων. Ἄρ. εἶπε· Τίνος ἕνεκεν; Ἀθαν. εἶπεν· Ἴσος τυγχάνει τοῦ ἰδίου Πατρὸς ὁ Υἱὸς ἀραρότως, καὶ πάντων Κύριός ἐστιν, ὧν κυριεύει ὁ Πατὴρ αὐτοῦ. Ἄρ. εἶπεν· Ἐγὼ περὶ παντοκρατορίας ἔφην, οὐ περὶ τοῦ κυριεύειν τὸν Υἱὸν ἁπάντων, ὧν κυριεύει ὁ Πατὴρ αὐτοῦ. Ἀθ. εἶπε· Παντοκράτωρ τί ἐστιν; Ἄρ. εἶπεν· Ἐκ τοῦ πάντων κρατεῖν. Ἀθαν. εἶπεν· Ὁ Υἱὸς οὖν κατὰ σὲ πάντων οὐ κρατεῖ; Ἄρ. εἶπε· Καλῶς ἔφης σὺν τοῖς λοιποῖς καὶ τοῦτο· πάντων γὰρ κρατεῖ καὶ παντοκράτωρ ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ὁπότε μιᾶς οὔσης οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τῆς θεότητος, καὶ μία παντοκρατορία τυγχάνει.