Οὗτος οὖν ὁ Λόγος καὶ Θεὸς, σοφία καὶ δύναμις πατρικὴ ὑπάρχων, ἀσώματος ὢν, ὥσπερ ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ, διὰ τὴν ἡμετέραν σωτηρίαν ᾠκοδόμησε τὸ σῶμα ἐν τῇ γαστρὶ Μαρίας τῆς Θεοτόκου, ἄνευ κοινωνίας ἀνδρὸς, καὶ γέγονεν, ὡς ἔφην, ἄνθρωπος, καὶ ἑαυτὸν ἐποίησεν ὑπόδειγμα πάσης ἀρετῆς· ἵνα οἱ βουλόμενοι ἐξακολουθεῖν ὡς διὰ τρίβου ἔχωσι θείας ἐκτύπωμα, πρὸς ὃ ὁμοιούμενοι, γίνονται θείας φύσεως κοινωνοὶ, ὥς φησι τὸ Σκεῦος τῆς ἐκλογῆς· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Ἰησοῦ Χριστοῦ.» Μετὰ οὖν τὸ πάθος αὐτοῦ καὶ τὴν ἀνάστασιν ἀπέστειλεν ἡ σοφία, ἡ δύναμις, ὁ Λόγος καὶ Θεὸς, τοὺς ἀποστόλους πρὸς πάντας τοὺς ἄφρονας, τοὺς ἀσυνέτους ἐθνικοὺς, τοὺς μὴ εἰδότας τὸν Θεὸν, προτεθεικὼς τράπεζαν, τουτέστι τὸ ἅγιον θυσιαστήριον, καὶ ἐπ᾽ αὐτῷ ἄρτον οὐράνιον καὶ ἄφθαρτον, καὶ πᾶσι ζωὴν χαριζόμενον τοῖς μεταλαμβάνουσιν ἐξ αὐτοῦ, τὸ ἅγιον καὶ πανάγιον αὐτοῦ σῶμα, οἶνόν τε εὐφραίνοντα καρδίαν, καὶ νῆψιν ἐμποιοῦντα ἐν τῇ ἑκάστου ψυχῇ τῶν ἀπογευομένων ἐξ αὐτοῦ, ὡς ἐπὶ κρατῆρα κεράσας τὸ ἑαυτοῦ αἷμα, καλέσας τοὺς κλητούς τε καὶ ἐκλεκτοὺς διὰ τῶν ἀποστόλων αὐτοῦ, πᾶσαν μὲν ἀφροσύνην ἀπολιμπάνοντας, βασιλείας δὲ οὐρανῶν πολίτας ἀναδεικνυμένους, τοὺς ὑπακούοντας τῆς φωνῆς αὐτοῦ Ἄρ. εἶπεν· Ἐπειδὴ εἰς τὸ σῶμα συνήγαγες τὸ «Κύριος ἔκτισέ με,» καλῶς, κἀγὼ συντίθεμαί σοι διὰ τῆς ἐγγράφου μαρτυρίας.