Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος κατὰ Ἀρείου

Μέγας Αθανάσιος

Η θεία πατρότητα, η έννοια του αγεννήτου και η ατρεψία του Θεού

Ανάλυση της έννοιας του αγεννήτου Πατρός, της εν δυνάμει και ενεργεία αϊδίου πατρότητας του Θεού και της ατρεψίας της θείας ουσίας έναντι των αρειανικών θέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 9

Ἄρ. εἶπεν· Ὁμολογῶ κἀγὼ, ὅτι ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· μή γε δύνασαι φάναι, ἅμα Θεὸς, ἅμα Υἱός; Ἀθ. εἶπε· Τί λέγεις ἅμα Θεὸς, ἅμα Υἱός; Ὅτι ὁ Υἱὸς ἅμα Υἱὸς Θεοῦ ἐστι; Ναί. Ὁ γὰρ Θεοῦ Λόγος Θεὸς τυγχάνει, Υἱὸς τοῦ Πατρὸς ὤν. Ἄρ. εἶπεν· Οὐχ οὕτως φημὶ, ἀλλ᾽ ὅτι μὴ δύνασαι φῆσαι, ἅμα Θεὸς Πατὴρ, ἅμα Υἱὸς σὺν Πατρί. Ἀθ. εἶπε· Διὰ τί οὐ δύναμαι τοῦτο εἰπεῖν;

Ἄρ. εἶπεν· Ὅτι ὁ Θεὸς Πατὴρ ἀγέννητος τυγχάνει, ὁ δὲ Υἱὸς γεννητός ἐστιν. Ἀθ. εἶπεν· Ἡ ἀγέννητος φωνὴ ἐπὶ τοῦ Θεοῦ μόνου τάττεται, ἢ καὶ ἐπὶ ἄλλων τινῶν; Ἄρ. εἶπεν· Ἄλλο τι μὴ γένοιτο φῆσαι ἀγέννητον· ὃ γὰρ ἀγέννητον, τοῦτο καὶ ἄναρχον τυγχάνει.

Ἀθ. εἶπεν· Ἡ φωνὴ, ἡ ἀγέννητος, οὐσία ἐστὶν, ἢ οὐσίας σημαντική; Ἄρ. εἶπεν· Οὐσία τυγχάνει. Ἀθ. εἶπεν· Ψεύδῃ· οὐκ ἔστιν οὐσία, ἀλλ᾽ οὐσίας σημαντική. Ἄρ. εἶπε· Τί σημαίνειν θέλεις; Ἀθ. εἶπεν· Ὅτι οὐ γέγονεν, οὔτε μὴν ἐγεννήθη ἡ τοῦ Θεοῦ οὐσία· ὅθεν προσφόρως λέγομεν ἀγέννητον τὴν οὐσίαν τοῦ Θεοῦ. Εἶτα εἰπέ μοι· Ἀδὰμ ἐγεννήθη, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὐκ ἐγεννήθη, ἀλλ᾽ ἐπλάσθη.

Ἀθ. εἶπε· Περὶ τοῦ ἐγεννήθη ἐπηρώτησα, οὐ περὶ τοῦ ἐπλάσθη. Ἄρ. εἶπεν· Οὐκ ἐγεννήθη. Ἀθ. εἶπεν· Οὐκοῦν ἔσται ἄναρχος κατὰ σέ. Ἀλλὰ καὶ ἡ Εὔα οὐκ ἐγεννήθη, ἀλλ᾽ ἐδημιουργήθη. Τί δὲ φῂς καὶ περὶ τοῦ μηδέπω γεννηθέντος, γεννητὸν ἢ ἀγέννητον;

Ἄρ. εἶπεν· Ὀρθῶς ἔχειν τὴν ἀγέννητος φωνήν. Ἔσται οὖν ὁ μὲν Πατὴρ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητός. Ἀθ. εἶπε· Τί οὖν θέλεις συναγαγεῖν ἐκ τούτου; Ἄρ. εἶπεν· Ὁ Υἱὸς ἐγεννήθη, ναὶ ἢ οὔ; Ἀθ. εἶπεν· Ἐγεννήθη. Ἄρ. εἶπεν· Ὁρᾷς, ὅτι, πρὶν ἢ γεννηθῆναι, οὐκ ἦν· εἰ δὲ ἦν, ἀγέννητος ἔσται κατὰ σέ. Εἰ δὲ τοῦθ᾽ οὕτως ἔχει, οὐκ ἔσται γεννητὸς ὁ Υἱός. Ἀθ. εἶπεν· Ὁ Θεὸς ἅμα Πατήρ ἐστι, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Δυνάμει μὲν ἀεὶ Πατὴρ, ἐνεργείᾳ δὲ οὐκ ἀεί.

Ἀθ. εἶπεν· Δυνάμει ἦν ὁ κόσμος παρὰ Θεῷ ἀπεράντως, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Οὐκοῦν ὥσπερ βουλήσει τὸν κόσμον ἐτεκτήνατο ὁ Θεὸς, οὕτως καὶ τὸν Υἱὸν ἐτεκτήνατο κατὰ σέ. Ἄρ. εἶπεν· Οὐχ ὡς τὸν κόσμον· μέμνημαι γὰρ τῶν προαποδεδειγμένων. Ἀλλὰ πρὸ τῶν αἰώνων φημὶ βουλήσει ἐσχηκέναι τὸν Υἱόν· βραχὺ δὲ δίδωμι διάστημα τῆς γεννήσεως τοῦ Υἱοῦ, ἵνα ᾖ γεννητός.

Ἀθ. εἶπε· Τὸ Πατέρα εἶναι τὸν Θεὸν καλὸν τυγχάνει, ἢ ψόγος αὐτῷ ἔσται; Ἄρ. εἶπε· Μὴ γένοιτο ψόγον προσάψαι τῷ Θεῷ! ἀλλὰ πάνυ γε καλὸν τὸ εἶναι τὸν Θεὸν Πατέρα. Ἀθ. εἶπεν· Οὐκοῦν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα προέκοψεν ὁ Θεὸς κατὰ σέ. Εἰ γὰρ, μὴ ὢν Πατὴρ, γέγονεν αὖθις Πατὴρ, ἄρα ἐτράπη ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μέγιστα. Εἰ δὲ ἐρεῖς πρότερον, πρὸ τοῦ Πατέρα αὐτὸν γενέσθαι, τιμιώτερον εἶναι αὐτὸν, ἄρα ἀπὸ τῶν τιμιωτέρων ἐπὶ τὰ χείρονα ἔφθασε. Εἰ δὲ τοῦθ᾽ οὕτως ἔχει, πῶς ἐροῦμεν ἄτρεπτον τὸ Θεῖον, αὐτοτελὲς, μήτε προκόπτον ἐπὶ τὰ κρείττονα, μήτε μὴν λῆγον εἰς χείρονα ἀπὸ τῶν ἀρίστων; Φθαρτῶν γὰρ ἴδιον τὸ τρέπεσθαι, πὴ μὲν ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, πὴ δὲ ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ ἐντιμότερα. Ἄρ. εἶπε· Ῥιπὴν ὀφθαλμοῦ οὐ θέλεις δοῦναι, ὅτε οὐκ ἦν πρὶν γεννηθῆναι τὸν Υἱόν; Ἀθ. εἶπε· Τὸ μὴ ὂν οὐ δίδωμι. Ἄρ. εἶπε· Διὰ τί; Ἀθ. εἶπεν· Ὅτι γέγραπται· «Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος.» Βραχὺ δὲ ἐὰν δῶ, ὅτι ἦν ποτε καιρὸς, ὅτε οὐκ ἦν, ἔσται πρόσφατος ὁ παρ᾽ ἐμοῦ ὁμολογούμενος· ὅπερ μὴ γένοιτο οὕτως φρονῆσαι ἄνθρωπον Χριστιανὸν, ὁμολογοῦντα ἐναντία ταῖς θείαις Γραφαῖς! Ἄρ. εἶπε· Ποία ἐναντιότης, ἐὰν εἴπωμεν ὀφθαλμοῦ ῥιπὴν πρὸ τοῦ γεννηθῆναι μὴ εἶναι, ἵνα μὴ ἀγέννητον νοήσωμεν; Ἀθ.

εἶπε· Πολλή μοι ἐναντιότης δείκνυται πρὸς τὴν τῶν θείων Γραφῶν εὐσέβειαν, πανταχοῦ μαρτυρουσῶν, ὅτι Υἱὸς ἀεὶ ἦν, καὶ οὐδέποτε ἦν καιρὸς, ὅτε οὐκ ἦν. Ἢ οὐ δοκεῖ σοι, ἐὰν εἴπωμεν, ἐναντία φρονεῖν ταῖς θεοπνεύστοις Γραφαῖς;

Ἄρ. εἶπε· Δός μοι τὰς μαρτυρίας. Ἀθ. εἶπε· Ἄκουε Ἰωάννου λέγοντος· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Τίς ἔλεξε τοιάδε τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων, οἷα καὶ σύ;