Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διδασκαλία πρὸς μοναχούς

Μέγας Αθανάσιος

Ο ασκητικός αγώνας ως μαρτύριο και η αντιμετώπιση των πειρασμών

Ενθάρρυνση για την υπομονή στους κόπους της ασκήσεως, παραλληλισμός με το έργο των μαρτύρων της Εκκλησίας και παραίνεση για άφοβη καρτερία απέναντι στις μεθοδείες του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Διὸ παρακαλῶν μεγάλως ἀοργετουμένοις ἐν καρτερίᾳ τοὺς τῆς ἀσκήσεως πόνους, ἐν μηδενὶ δεδιότας τὰς καθ᾽ ἡμῶν τοῦ ἐχθροῦ μεθόδους. Παράγει τοῦτο σχῆμα τοῦ κόσμου τούτου. Καὶ ταῦτα ἡ ἀπάτη, καὶ θλίψις τοῦ βίου τούτου πρόσκαιρός ἐστι καὶ ὀλιγοχρόνιος, ἡ δὲ τῷ Θεῷ δουλεύειν, ζωὴ αἰώνιος, ἀΐδιος καὶ ἀθάνατος, ποῦ ἀναμένομεν οἱ τῷ Χριστῷ δουλεύοντες· δι᾽ ἣν καὶ ἀπεταξάμεθα τῷ κόσμῳ, καὶ πάσαις ταῖς ἐπιθυμίαις αὐτοῦ. Καὶ οὐκ ὀφείλομεν μνημονεύειν ἐκεῖνα, ἅπερ διὰ τὴν ἐντολὴν ταύτην κατελείψαμεν, ἵνα μὴ πάλιν τὰ πρόσκαιρα ποθήσαντες, τὴν αἰώνιον ζωὴν ἀποβαλώμεθα. Ἀψευδὴς γὰρ ὁ εἰπὼν ὅτι «πᾶς ὃς ἀφῆκεν οἰκίαν,» καὶ τὰ λοιπὰ, «ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.» Οὐ γὰρ, ὥς τινες ταῦτα ἑρμηνεύειν δοκοῦσιν, ὅτι περὶ τῶν ἐν τῷ καιρῷ τῶν διωγμῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ μαρτυρησάντων εἶπεν ὁ Κύριος.

Οὐ γὰρ ἔφη ὅτι, Μόνον οἱ ἐν τῷ καιρῷ τῶν διωγμῶν ὑπὲρ τοῦ ὀνόματός μου τὰ ἑαυτῶν σώματα παραδώσοντες, ζωὴν αἰώνιον κληρονομήσονται· ἀλλὰ πάντες οἳ διὰ τὸ ὄνομά μου καὶ κόσμῳ, καὶ πάσαις ταῖς ἐπιθυμίαις αὐτοῦ ἀποταξώμεθα, καὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ ἀποταξώμεθα, ζωὴν αἰώνιον, μετὰ πάντων δηλαδὴ τῶν ὑπὲρ τοῦ ὀνόματός μου μαρτυρησάντων, κληρονομήσουσι. Πάντας τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ, καὶ τοὺς πραεῖς, καὶ τοὺς φοβουμένους τὸ ὄνομα αὐτοῦ μακαρίζεσθαι Σωτὴρ ἔλεγεν, «Ὅτι ὑμῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Οἱ μὲν γὰρ μάρτυρες πολλάκις, καὶ ἐπὶ μιᾷ καιροῦ ῥοπῇ ἀγωνισάμενοι ἐτελειώθησαν· ἡ δὲ τῶν μοναχῶν πολιτεία ἄθλοις καθ᾽ ἑκάστην δι᾽ αὐτὸν μαρτυρεῖ, οὐκ ἀπὸ αἵματος, καὶ σαρκὸς παρατασσόμεθα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς ἐξουσίας πρωτοκοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἕως ἐσχάτης ἀναπνοῆς τὴν πάλην ἔχουσα, καὶ ἀθλεῖ, καὶ εἰσφανοῦται τῇ πανοπλίᾳ ... ... τοῦ Θεοῦ περιφραττομένη, καὶ πάντα ἰσχύει διὰ τὸν ἐνδυναμοῦντα, καὶ ἐλεοῦντα Χριστόν. Ἡμῖν γὰρ ἐν παραβολῇ τὸν ἑαυτοῦ πλοῦτον θέλων χαρίσασθαι ὁ Κύριος ἔλεγεν· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας,» καὶ τὰ ἑξῆς. Ταύτην τὴν ἐντολὴν βεβαιῶν οὕτως εὐαγγελιστὴς ἔφη· «Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν κόσμῳ.

Ὁ γὰρ τὸν κόσμον ἀγαπῶν, οὐκ ἀγαπᾷ τὸν ἀγαπήσαντα αὐτὸν Κύριον.» Ὁ δὲ τοῦτον τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ σκάνδαλα μισήσας, καὶ τὸ θέλημα τοῦ Θεοῦ ἀγαπήσας εὐμένει εἰς τὸν αἰῶνα. Χωρίσαι γὰρ βουλόμενος ἡμᾶς ὁ Δεσπότης τῆς ἐν κόσμῳ διατριβῆς ἔλεγεν· «Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὁ δὲ Ἀπόστολός φησι· «Στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις.» Καὶ πάλιν ὁ Κύριος· «Ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστραφῇ εἰς τὰ ὀπίσω,» τουτέστι μὴ πάλιν μνημονεύειν ἢ ποθεῖν ἐορκεῖν ἀναστροφὴν, ἣν διὰ τὸν Θεὸν καὶ τὴν ἐντολὴν αὐτοῦ μισήσας, κατέλιπε.

Μὴ οὖν φοβεῖσθε τοὺς ἐκ τοῦ διαβόλου ἡμῖν ἐπαγομένους πειρασμοὺς, κἂν ποικίλοι ὦσι, γέγραπται γάρ· «Υἱέ μου, εἰ προσέχῃς δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμούς.» Καὶ περὶ τῆς καρδίας τῆς ὑπομονῆς τὴν τοῦ Θεοῦ βοήθειαν ἀναμένων· μείζων γάρ ἐστι τοῦ πολεμοῦντός σε διαβόλου, καθὼς πολλάκις λέγεται· Μείζων ἐστὶν ὁ ἐν ἡμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ· καὶ ὁ Ψαλμῳδός· «Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετὰ ἐμοῦ εἶ.» Καί· «Κύριος φωτισμός μου, καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι;» Καὶ, «Ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου.» Καὶ, «Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.» Μὴ δεῖ τοίνυν τὸν δουλεύοντα τῷ Κυρίῳ ἀπιστεῖν, ὡς οὐχ ὑπερασπίζεται τοῦτον ὁ Κύριος πάντοτε· αὐτὸς γὰρ εἴρηκεν· «Οὐ μή σε ἀναλείπω, οὐδὲ μή σε ἐγκαταλείπω.» Καὶ γοῦν αὐτὸν ἔθου καταφυγήν σου, «οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγίσει τῷ σκηνώματί σου·» καὶ τὰ ἑξῆς. Διὸ παρακαλῶ ὑμᾶς, ὦ ἀδελφοὶ, μὴ ἐνδῶμεν ὅλως τῷ πονηρῷ, μηδὲ θανατώσωμεν ἑαυτοὺς, διὰ οἱασδηποτοῦν ἡδονῆς, ἀλλὰ μεμνημένοι τὰ ἀποκείμενα ἡμῖν ἐν οὐρανοῖς ἀγαθὰ, πάντων τούτων ὑπερίδωμεν. Μὴ οὖν φανῶμεν τῶν πρὸ ἡμῶν αὐχήσαντες παίγνιον.