Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διδασκαλία πρὸς μοναχούς

Μέγας Αθανάσιος

Οι καρποί της υπομονής και οι τάξεις των πιστών

Ερμηνεία της παραβολής του σπόρου βάσει των διαφόρων τάξεων των πιστών, όπως οι μάρτυρες και οι παρθένοι, και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 3

Ἕκαστον γὰρ ἐν τῇ κλήσει, ᾗ ἐκλήθη μένειν ἐν Χριστῷ παραγγέλλει ὁ Ἀπόστολος· ἵνα τὸν τῆς ὑπομονῆς στέφανον παρὰ τοῦ μισθαποδότου Χριστοῦ ἀπολάβωμεν, ὃν ἐπηγγείλατο τῷ ἀγαπῶντι αὐτόν. Γέγραπται γάρ· «Τὴν ἐπιθυμίαν σου διὰ τῆς ὑπομονῆς νίκησον, καὶ ἔσῃ τέλειος ἐν Χριστῷ·» καί· «Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς τοῦ ἐν μέσῳ τοῦ παραδείσου.» Λέγει Κύριος καὶ πάλιν· Ὅστις διὰ τοῦ ξύλου τοῦ σταυροῦ πάντα τὰ τῆς σαρκὸς νικήσει πάθη, τούτῳ δώσω στολὴν λευκήν. Εἰ γὰρ φοβοῦμεν τὸν Κύριον, τὰ ἀνεκδιήγητα ἀγαθὰ, καὶ οἱ τῆς δόξης στέφανοι ἡτοιμάσθησαν. Οὐ γὰρ ἐπιτάγματι τῶν ἁγίων ὁ πρὸς τὰς μεθοδείας τοῦ ἐχθροῦ πόλεμος, καὶ ἡ κατ᾽ αὐτοῦ νίκη, διὰ τῆς τοῦ Κυρίου βοηθείας δέδοται, ἀλλὰ τρισὶν ὡς ἐν τῇ τοῦ σπέρματος παραβολῇ, αὐτὸς Κύριος ἔφη· Ἐδίδου γὰρ, φησὶν, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξήκοντα ὁ δὲ ἕκατον. Τούτων δὲ τῶν ταγμάτων τὰς ὑποθέσεις, εἰ τὰς Γραφὰς ἐρευνήσεις, πολύτροπον ἂν εὑρήσεις· μάρτυρες μὲν οὖν εἰσιν, ὡς ὁ ἐμὸς λόγος, οἳ τὸν ἕκατον ποιοῦνται καρπὸν, παρθένοι αἳ τὸν ἑξήκοντα· καὶ οἱ λοιποὶ οἳ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου, σπουδάζοντες ἀμέμπτους ἐν πάσῃ ἀναστροφῇ ἑαυτοὺς φυλάσσειν, τῷ Κυρίῳ ἀρεσκούσῃ, τριάκοντα. Τῶν σῶν μαθητῶν γένοιτο ἡμᾶς ἐνταγῆναι, Χριστὲ Ἰησοῦ, καὶ τῶν ἁγίων σου ἀγαθῶν ἀπολαύειν, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.