Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διδασκαλία τῶν τριακοσίων δέκα ὀκτὼ πατέρων τῶν ἐν Νικαίᾳ

Μέγας Αθανάσιος

Κανόνες ασκητικής και μοναχικής πολιτείας

Κατευθύνσεις για τη φιλοξενία, την ακτημοσύνη, την εγκράτεια και τη χειρωνακτική εργασία, καθώς και συμβουλές για την προσευχή και την πνευματική καθοδήγηση των νεοτέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Μὴ ἀμέλει πλύνειν πόδας μοναχῶν ἐρχομένων πρὸς σέ· ζητηθήσεται αὕτη ἡ ἐντολὴ παρὰ τῶν ὑπερηφανευσάντων αὐτὴν, εἰ καὶ ἐπίσκοποι ὦσιν· ὁ γὰρ τούτων Κύριος πρῶτος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, παραγγείλας αὐτοὺς οὕτως ποιεῖν. Μὴ γίνου φιλάργυρος, ἢ αἰσχροκερδής.

Μὴ πολὺ χρῆμα, μὴ θέλε κτᾶσθαι ἀργύριον ἢ χρυσίον πολὺ, ἢ μόνον ἐφόδιον χάριν καὶ τροφῶν καὶ ἀμφίων. Τὸ δὲ περίσσευμα δὸς τοῖς πένησιν· κρεῖττον γὰρ ἐν πτωχείᾳ καὶ ἐν ταπεινώσει δουλεύειν Θεῷ ἢ ἐν πλούτῳ καὶ ἀπάτῃ· οἱ γὰρ τοῦ μαμμωνᾶ φίλοι καὶ δοῦλοι Θεῷ ἀρέσαι οὐ δύνανται. Τὸ σύνολον οὖν μὴ πραγματεύου. Πολλαὶ δὲ χωρίαι εἰσὶ μὴ σπείρουσιν· καὶ οἰκοῦνται ἐν τέχνῃ μὴ ἔχοντες, ἀναγκάζοντες πραγματεύεσθαι· καὶ μένουσι μονάζοντες κοπιῶσιν· πλὴν κἂν τόκους μὴ λάμβανε. Ἀγάπα δὲ πάντα ἄνθρωπον· καὶ εἰρήνευε μετὰ πάντων, χωρὶς αἱρετικῶν· ὁ γὰρ αἱρετικὸς λύκος ἐστὶ τῆς τοῦ Χριστοῦ ποίμνης, καὶ τοῦ Ἀντιχρίστου πρόδρομος. Ἐὰν δὲ ἔχῃς χρήματα ἢ βρώματα, μετάδος τῷ μὴ ἔχοντι· μὴ ἔχων δὲ οὐκ ἐγκληθήσῃ. Ἐὰν ἔλθῃ τις δανείσασθαι ἀπὸ σοῦ τι, καὶ ἔχῃς, δὸς αὐτῷ· καὶ μετὰ μακροθυμίας λάβε παρ᾽ αὐτοῦ τὸ κεφάλαιον καὶ μόνον· καὶ δίκαιος ἔσῃ. Καὶ μὴ δολιεύου ἐνώπιον Κυρίου· ἐὰν γὰρ ἔχῃς γεννήματα, ἢ ἄλλο τι, καὶ ζητεῖ λειπόμενος δανείσασθαι παρὰ σοῦ ἐξ ἀνάγκης, καὶ διὰ τὸ μὴ λαβεῖν σε τόκον, πωλῇς τιμιωτέρως ἵνα κερδήσῃ διάφορα, τοῦτ᾽ ἔστιν διπλασιάζων· καταμέμφεταί σε ἡ Γραφὴ λέγουσα· Δράσσεται ὁ Θεὸς τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Σκέψαι γὰρ καὶ ὅρα, ὅτι δανείζων ἐν ἀνάγκῃ τὸν πλησίον καὶ μὴ λαμβάνων· ἀνθ᾽ ἑνὸς τόκου τρεῖς καὶ τέσσαρας ἀρχάς· ἀλλὰ δέκα λαμβάνει παρὰ τῷ Θεῷ.

Γίνου ταπεινὸς καὶ ἡσύχιος, τρέμων διὰ παντὸς τὰ λόγια τοῦ Θεοῦ. Μὴ γίνου μάχιμος· μηδὲ τύπτε ἄνθρωπον πολλὰ, εἰ μὴ μόνον παιδίον ἐν γράμμασι πρὸς παιδείαν καὶ νουθεσίαν Κυρίου· καὶ αὐτὸ παρατετηρημένως· μόνον διὰ φόβον μετρίως ὀλίγα καὶ ἐλαφρά. Σκόπει μή πως διὰ σοῦ φόνος γίνηται, καὶ ἀπολέσῃς τὴν ψυχήν σου ἐν μιᾷ ὥρᾳ· καὶ ἃ δοκεῖς ἔχειν ἀγαθὰ ἐκ νεότητος, ἀπρόσδεκτα γένωνται παρὰ τῷ Θεῷ, ὡς τοῦ Καῒν τὰ δῶρα· πολλαὶ γάρ εἰσιν ἀφορμαὶ τοῦ θανάτου. Μὴ μυκτήριζε ἄνθρωπον· μηδὲ βδελύσσου τινὰ πτωχὸν, διὰ σχήματι πενιχρῷ παρατηρούμενος τὴν ἐσθῆτα· μὴ μαλακοῖς χρώμενος ἱματίοις· μὴ ἐσθῆτι τὰ φαινομένου δικαίου· μὴ ἐν ῥυπαροῖς ἱματίοις προσερχόμενος· καὶ σακκοφορῶν ἔμπροσθεν τῶν ἀνθρώπων· καὶ φανεὶς ἀνθρωπάρεσκος. Σάκκον δὲ ἂν ἔχῃς, ἵνα πενθῇς τὰς ἁμαρτίας σου, σκόπει μὴ φανῇς τοῖς ἀνθρώποις· ἀλλ᾽ ἔσωθεν τοῦ ἱματίου σου ἐν τῇ σαρκί σου ἔστω πρὸς δαμασμὸν τῶν ἀτάκτων παθῶν. Μὴ θέλε δόξαν καὶ ἔπαινον παρὰ ἀνθρώποις ἔχειν. Ὅλως τρίχας μὴ τρέφε· ἔκοψε γὰρ τὸ τοιοῦτον σχῆμα ὁ Ἀπόστολος· μὴ ξηροῦ τὸ γένειον· μηδὲ περικουρείοις χρῶ κειρόμενος. Εἰ δύνασαι καὶ ἑβδομάδος νηστεύειν, μηδενὶ δείκνυε· καὶ ἔσται ὁ μισθός σου πολύς.

Κρεῶν δὲ ἀπέχου· οὐχ ὡς βδελυσσόμενος τὰ κτίσματα τοῦ Θεοῦ, ἀλλὰ ἀποκόπτων τὸ σῶμα τῆς πολλῆς τροφῆς, καὶ ἀνάξιον τὸ αὐτὸ ποιῶν τῶν καλῶν βρωμάτων, ἀντὶ δὲ τῶν ἐπιγείων τῶν οὐρανίων ἀγαθῶν ὀρεγόμενος· πᾶς γὰρ μετριάζων δαψιλείᾳ τροφῶν βοηθεῖ τῷ σώματι· καλὸν δέ ἐστι πάντα ἐγκρατεύεσθαι διὰ τὴν πολυσαρκίαν. Οἴνου μὴ λάμβανε ὅλως· ἢ μόνον τοῦ γεύσασθαι ἐν εὐχαριστίᾳ· καὶ εὐλόγει τὸν Θεὸν τὸν κτίσαντα· ἐὰν γὰρ καὶ σὺ, ὥσπερ ὁ τίμιος Τιμόθεος, διὰ πολλὴν ἐγκράτειαν εἰς νόσον περιπεσεῖν ἔχῃς, ὀλίγῳ οἴνῳ χρῶ· τὸ γὰρ ὀλίγον φάρμακόν ἐστιν ἰάσεως· πολὺ δὲ αὐτῷ χρώμενος ἀμφοτέραις ἀσθενείαις σεαυτὸν περιβαλεῖς· εἰ δ᾽ ἕως ποτηρίων δύο ἢ τριῶν· περισσὸν δὲ μή. Εἰ δύνασαι ἀνυπόδητος ὁδεύειν, γενναίως ποιήσεις· εἰ δὲ ἀνάγκη ἐστὶν ὑποδήσεως, ψιλὰ ἔσονται τὰ ὑποδήματά σου καὶ μὴ θέλε κατακεκοσμημένοις ὑποδήμασι, κοσμικῷ σχήματι μὴ περιδέεσθαι. Τοῖς παροῦσιν ἀρκοῦ μετρίως. Εἰ δὲ περισσὸν κρέας καὶ οἶνος, δίδου αὐτὰ πτωχοῖς, ὀρφανοῖς, χήραις, ἀδυνάτοις, ξένοις, ἀσθενοῦσι, καὶ τοῖς ἐν φυλακῇ· καὶ ἔσται ὁ μισθός σου πολύς. Ἐὰν ἐπὶ ξένης, μὴ θέλῃς ἑαυτὸν κομπάζειν· ἀλλ᾽ ἴσος γίνου τοῖς ἀδελφοῖς σου ἐν λαχάνοις χρώμενος, καὶ ἑτέροις βρώμασιν. Ἐὰν δὲ χρεία ἐστὶ, χρὴ καὶ ἰχθύος μεταλαμβάνειν.

Πάλιν δὲ λέγω· ἐὰν ἀῤῥωστήσῃς καὶ λάβης, οὐκ ἔστιν ἁμαρτία· εἰ δὲ ἡττηθῇς ἐν τῇ νόσῳ βαρέως, καὶ φάγῃς ἐπιθυμῇ τὸν ὀλίγον· διὰ τὴν ἀσθένειαν τῆς σαρκός σου οὐκ ἔστι κρῖμα· ἥττημα μέν σοί ἐστιν· μὴ λόγισαι δὲ αὐτὸ ἁμαρτίαν· λυπήθητι δὲ, ὅτι ἀνεκόπης τῆς πολιτείας σου, καὶ ὑπεχαλάσθης τοῦ στερεοῦ λογισμοῦ. Εἰ δὲ καὶ λουτρῷ χρήσασθαι ἀναγκασθῇς διὰ τὴν νόσον καὶ ἅπαξ καὶ δὶς, οὐκ ἔστιν ἔγκλημα· ὑγιαίνων δὲ οὐ χρείαν ἔχεις λούσασθαι· κἂν ἱερεὺς εἶ· ἀλλὰ μᾶλλον ὑγιαίνοντος τοῦ σώματος χαμεύνην θέλε καὶ βιάζεσθαι εἰς πάντα. Πρὸ πάντων δὲ τέχνην γίνωσκε· ἢ ἐν ἀγρῷ ἐργάζου· ἵνα μὴ ἀργὸς ἐσθίῃς τὸν ἄρτον· μᾶλλον δὲ ἐργάζου ἐν τοῖς ἐργοχείροις σου, ἵνα ἔχῃς δοῦναι πτωχοῖς καὶ ξένοις, ὀρφανοῖς τε καὶ χήραις· καὶ ἢν μεταξὺ ἀδελφῶν οἰκῇς, καὶ ἔχῃς γονικὸν χωρίον, δικαίως συνάγων καρποὺς, καὶ μὴ ἐξ ἀδικίας καὶ πλεονεξίας· πρῶτον τὰς ἀπαρχάς σου τοῖς ἱερεῦσιν ἐν τῇ Ἐκκλησίᾳ πρόσφερε· ἔπειτα χήρας καὶ ὀρφανοὺς ἀνάπαυε, καὶ τοὺς λοιποὺς ἀδυνάτους, ἀπὸ σῶν δικαίων πόνων· μὴ ἀπὸ τόκων καὶ πλεονεξίας. Εἰ δὲ καὶ μόνος καθέζῃ, μὴ ὑβρίζῃς τὴν ἄσκησιν τῆς ἡσυχίας· εἰ ἐν μοναστηρίῳ ἡσυχάζεις, καὶ κτήσῃ χωρίον καὶ πραγματεύου καὶ ἡσυχάζῃς· ἀλλ᾽ ἐμπαίζεις καὶ ἐμπαίζεσαι. Καθήμενος ἐν μοναστηρίῳ, μὴ θέλε ἀργὸς εἶναι, καὶ ὑπὸ ἄλλων τρέφεσθαι· ἵνα τὴν ἐφήμερον ἔχῃς τροφήν.

Καὶ εἰ ἑτέρους νέους ἔχεις περὶ σεαυτὸν, πρῶτον μὲν ταπεινοφροσύνην δίδασκε· καὶ μὴ θέλε αὐτοὺς εἶναι διδασκάλους.

Ἐὰν ἴδῃς ψυχὰς σωζομένας διὰ σοῦ, σπούδασον τελειῶσαι τῶν πέντε ταλάντων, ὧν εἴληφας ἀπολαβεῖν τὰ διπλάσια. Μερίμνα ἐπιμελῶς τὰς περὶ σεαυτὸν ψυχάς· καὶ ἐπίστυφε πάντοτε τοὺς νεωτέρους ἰδιάζειν ἕκαστον τούτων, ἐν τῇ ὁμιλίᾳ καὶ τῇ συναναστροφῇ τῆς τραπέζης, καὶ συνάξεως τῆς ψαλμῳδίας· ἐν δὲ τῷ ὑπνεῖν αὐτοὺς, ἔχειν ἕκαστον σάκκον κεκρυμμένον, ἵνα ἐν τῇ εὐχῇ τῆς νυκτὸς ἕτοιμος εὑρέθῃ· σπούδαζε ἀγρυπνεῖν ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ εὐχαῖς ἐν μέτρῳ· καὶ ἐν ἡμέρᾳ μὲν εὔχεσθαι συμμέτρως, καὶ ἐν νυκτὶ ὡσαύτως· μὴ χρονίζειν δὲ ἐν τῇ προσευχῇ, καὶ βαττολογεῖν· σὺν μέτρῳ δὲ ψάλλειν· ἵνα μὴ περικακῶσιν αἱ ψυχαί.

Θέλε δὲ τοὺς παῖδας σιωπητικῶς προβιβάζειν. Εἰς καπηλεῖον ὅλως μὴ εἰσέλθῃς· ἀλλ᾽ ἐὰν ἀνάγκη γένηταί σοι, ἐπὶ ξένης γενομένῳ, καὶ χρείαν ἔχῃς ἐδέσματος· ἀποστείλας ἀγόρασον· καὶ ἐν ἐκκλησίᾳ φάγε καὶ πίνε, ἐν τόπῳ ἀνακεχωρισμένῳ. Ἐὰν δὲ μὴ ᾖ ἐκκλησία ἐν τῷ τόπῳ, ἢ ἐκκλησία ὀρθοδόξων, καὶ ἀνάγκη σοι γένηται εἰσελθεῖν ἐν πανδοχείῳ· μὴ θέλε μεῖναι ὅπου εἰσὶν γυναῖκες, μήτε εἰς καπηλεῖον, μήτε μετὰ τῶν εἰσιόντων εἰς θέατρον, ἢ εἰς κυνήγιον εὑρισκομένων· εἴπερ ἐστί σοι δύναμις, μηδὲ εὔξῃ μετ᾽ αὐτῶν· εἰ δὲ ἀνάγκη γένηται, καὶ συγχωρηθῇς αὐτοῖς· ὑπὸ τῶν μειζόνων οἱ συγχωρήσαντες ὄψονται· σὺ δὲ τούτων παραφυλάσσων, γυμνάζων σεαυτόν.