Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διήγησις περὶ τοῦ ἐν Βηρυτῷ σταυροῦ

Μέγας Αθανάσιος

Προοίμιο και ιστορικό της ανεύρεσης της εικόνας στη Βηρυτό

Εισαγωγή στο θαυμαστό γεγονός, η ακούσια εγκατάλειψη της εικόνας του Χριστού από έναν Χριστιανό, η ανεύρεσή της από τους Ιουδαίους και ο χλευασμός της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Λόγος εἰς τὸ θαῦμα τὸ γεγονὸς ἐν Βηρυτῷ, περὶ τῆς τιμίας καὶ σεβασμίας εἰκόνος τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν. Ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν καὶ παράδοξον θαῦμα, ὅπερ γέγονε νῦν ἐν ταῖς ἡμέραις ἡμῶν. Ἐμβλέψατε εἰς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, δότε αὐτῷ δόξαν, κατανοήσατε τὴν ἄφατον φιλανθρωπίαν καὶ τὸ μέγεθος τῆς αὐτοῦ οἰκονομίας, καὶ θρῆνον μετ᾽ εὐφροσύνης ἀναλάβετε.

Ἐπὶ μὲν Θεοῦ οὐδὲν ξένον. Ἐν γὰρ τῷ παραδόξῳ τούτῳ θαύματι, ὃ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξέστησαν πᾶσαι αἱ καρδίαι τῶν ἀνθρώπων. Ὄντως ἐξέστη ὁ οὐρανὸς ἐπὶ τὸ τετολμημένον, ἐταράχθησαν πᾶσαι αἱ καρδίαι τῶν ἀνθρώπων. Ὄντως ἐξέστησαν πᾶσαι ἄβυσσοι, ὁ ἥλιος ἐσκοτίσθη, καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες ἐταράχθησαν, ὑπὸ τῷ οἰκονομηθέντι ὑπὸ τοῦ Κυρίου. Πᾶσαι αἱ τῶν οὐρανῶν δυνάμεις, ἀκούσατε, καὶ ἔκστητε, γενεαὶ τῶν γενεῶν, ᾧ γέγονεν παράδοξον θαῦμα ἐν ταῖς ἡμέραις ταύταις.

Πόλις ἐστὶ Βηρυτὸς καλουμένη, τελοῦσα δὲ ὑπὸ Ἀντιόχειαν. Ἐν αὐτῇ τῇ πόλει πλήθη πολλὰ ἦν τῶν Ἰουδαίων. Πλησίον δὲ τῆς συναγωγῆς αὐτῶν Χριστιανός τις λαβὼν κελλίον κατέμενεν. Ἐποίησε δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁλόστατον, ἐζωγραφημένην ἐν ὡραιότητι πολλῇ. Χρόνου δὲ διελθόντος, ἠθέλησεν ἀναχωρῆσαι ὁ Χριστιανὸς ἐκ τοῦ αὐτοῦ κελλίου. Ἐπεζήτησεν οὖν ἕτερον κελλίον μεῖζον, ὡς χρείαν ἔχων αὐτοῦ, ἅμα δὲ καὶ πλησιάζειν αὐτὸν τοῖς Ἰουδαίοις. Εὑρὼν δὲ οἴκημα ἕτερον, μετῆρεν ἐκεῖθεν, λαβὼν πάντα τὰ ὑπάρχοντα αὐτοῦ.

Κατ᾽ οἰκονομίαν δὲ τοῦ Θεοῦ, τοῦ θέλοντος πάντα ἄνθρωπον σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, δεικνύων τὰ θαυμάσια αὐτοῦ πᾶσι τοῖς πιστεύουσιν αὐτῷ ἐν ἀληθείᾳ. Λαβὼν δὲ ὁ Χριστιανὸς ἅπασαν τὴν οὐσίαν αὐτοῦ, ὡς προλέλεκται, κατελείφθη ἡ εἰκὼν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μόνη, λησμονήσας αὐτὴν ἐν τῷ κελλίῳ.

Ἰουδαῖος δέ τις λαβὼν τὸ κελλίον αὐτοῦ τοῦ οἰκεῖν ἐν αὐτῷ, ἔνθα ἦν ἡ εἰκὼν τοῦ παμβασιλέως Χριστοῦ, εἰσαγαγὼν δὲ πάντα τὰ ὑπάρχοντα αὐτοῦ εἰς τὸ κελλίον κατέμενε, μὴ θεωρήσας τὴν εἰκόνα τοῦ Κυρίου, ὅτι ἵσταται ἐκεῖ, οὐδὲ κατενόησε τὸν τόπον ἐκεῖνον. Μιᾷ δὲ τῶν ἡμερῶν ἐκάλεσεν Ἑβραῖον, ἵνα φάγῃ μετ᾽ αὐτοῦ· ἐν δὲ τῷ ἀριστᾷν αὐτοὺς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ Ἰουδαῖος ὁ κεκλημένος, εἶδε τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λέγει τῷ καλέσαντι αὐτὸν Ἰουδαίῳ· Σὺ, Ἰουδαῖος ὢν, πῶς τὴν εἰκόνα τούτου ἔχεις; ὕβρεις τε παμπόλλας καὶ ἀθεμίτους ἐκ τοῦ μιαροῦ αὐτοῦ στόματος εἰπόντος κατὰ τῆς τιμίας εἰκόνος τοῦ Δεσπότου, ἃς οὐκ ἔξεστιν οὐδὲ εἰς διάνοιαν ἀνθρώπων ἐλθεῖν· μὴ γένοιτο! ὑποδεικνύων δὲ τὴν εἰκόνα τὸν καλέσαντα Ἑβραῖον ὁ κληθεὶς, ἤρξατο ὁ Ἑβραῖος ὀμνύειν κατὰ τῆς Ἰουδαϊκῆς πίστεως, ὅτι Μέχρι τῆς ὥρας ταύτης οὐκ ἐθεασάμην τὴν εἰκόνα ταύτην. Ὁ δὲ Ἑβραῖος ὁ κληθεὶς ἐσιώπησεν. Ἀναστὰς δὲ ἀπῆλθεν πρὸς τοὺς Ἰουδαίους, τοὺς πρώτους αὐτῶν ἱερεῖς καὶ νομοδιδασκάλους, καὶ λέγει αὐτοῖς, ὅτι Ὁ δεῖνα ὁ Ἑβραῖος εἰκόνα ἔχει τοῦ Ναζωραίου ἐν τῷ οἴκῳ αὐτοῦ, κἀγὼ οἰκείοις ὀφθαλμοῖς ἐθεασάμην αὐτήν. Οἱ δὲ ἀκούσαντες εἶπον· Πῶς δύνασαι τοῦτο ἀποδεῖξαι; Λέγει πρὸς αὐτούς· Ἀκολουθήσατέ μοι, κἀγὼ ὑμῖν ὑποδείξω αὐτήν.

Συνεβουλεύσαντο δὲ, ἵνα πάντες πρωῒ παραγενόμενοι καταλάβωσιν τὸ κελλίον, ἐν ᾧ ἦν ἡ εἰκὼν τοῦ Κυρίου.

Πρωΐας δὲ γενομένης, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι αὐτῶν, καὶ παραλαβόντες τὸν Ἰουδαῖον, ἀπέρχονται ἐν τῷ οἴκῳ τοῦ Ἑβραίου, ἔνθα ἦν ἡ εἰκὼν τοῦ Κυρίου. Παραγενόμενοι δὲ ἐν τῇ οἰκίᾳ, εἰσπηδήσαντες ἔσωθεν τῆς οἰκίας οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ ὄχλος, ὁρῶσι τὴν εἰκόνα τοῦ Κυρίου. Τότε θυμοῦ πλησθέντες, τὸν μὲν Ἰουδαῖον τὸν οἰκοῦντα ἐκεῖσε ἐξελάσαντες ἀποσυνάγωγον ἐποίησαν· τὴν δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καταγαγόντες, εἶπον ἐν ἑαυτοῖς, ὅτι Καθὼς οἱ πατέρες ἡμῶν ἐνέπαιξαν αὐτῷ, οὕτω καὶ ἡμεῖς ἐμπαίζωμεν αὐτῷ. Τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον τῆς εἰκόνος τοῦ Κυρίου, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσωπον εἷς καθεὶς, οἱ πάντες αὐτῶν ἐῤῥάπιζον τὴν εἰκόνα τοῦ Κυρίου λέγοντες· Ὅσα ἐποίησαν οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν τῇ εἰκόνι αὐτοῦ.

Λέγουσιν, ὅτι Ἠκούσαμεν, πολλοὺς ἐμπαιγμοὺς ἐποίησαν αὐτῷ· καὶ ἡμεῖς πάντα ποιήσωμεν. Ἐμπαιγμοὺς οὖν ἀπείρους ἐνέπαιξαν τὴν εἰκόνα τοῦ Κυρίου, ἅπερ οὐδὲ λέγειν ἡμῖν τετόλμηται. Εἶτα λέγουσιν· Ἠκούσαμεν, ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τότε ποιήσαντες ἥλους προσήλωσαν τὰς χεῖρας καὶ τοὺς πόδας τοῦ Κυρίου.

Πάλιν λέγουσιν· Ἠκούσαμεν, ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν οὕτω καὶ ἡμεῖς. Καὶ ἐποίησαν ὡσαύτως, ἐπιθέντες εἰς τὸ στόμα τοῦ Κυρίου τῆς εἰκόνος σπόγγον μετὰ ὄξους πεπληρωμένον. Λέγουσι πάλιν· Ἐμάθομεν, ὅτι καλάμῳ ἔτυψαν τὴν κεφαλὴν αὐτοῦ· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόντες κάλαμον, ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Λέγουσι πάλιν· Ἀκριβέστερον οἴδαμεν, ὅτι λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἤνοιξαν· μὴ ἓν παραλείψωμεν, ἀλλὰ μᾶλλον προσθήσωμεν. Καὶ τοῦτο ποιήσαντες, ἐνεχθῆναι λόγχην προετρέψαντο, καὶ ἐνεχθείσης τῆς λόγχης, ἄραντες αὐτὴν ἐκέντησαν κατὰ τῆς πλευρᾶς τῆς εἰκόνος τοῦ Σωτῆρος. Παρευθὺ δὲ ἐξέβλυσεν αἷμα καὶ ὕδωρ εἰς πλῆθος πολύ. Τούτου δὲ τοῦ παραδόξου θαύματος γενομένου, ἔκπληξις ἔλαβεν ἅπαντας τοὺς βλέποντας τὰς δυναστείας τοῦ Θεοῦ καὶ τὰ παράδοξα θαυμάσια.