Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διήγησις περὶ τοῦ ἐν Βηρυτῷ σταυροῦ

Μέγας Αθανάσιος

Δεύτερη διήγηση: Προοίμιο και εμπαιγμός της αγίας εικόνας

Έτερη αφήγηση των γεγονότων, περιλαμβάνουσα την ενοικίαση της οικίας, την ανεύρεση της ξεχασμένης εικόνας και την αναπαράσταση του Θείου Πάθους από τους Ιουδαίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Περὶ τῆς εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ γενομένου θαύματος ἐν Βερυτῷ τῇ πόλει. Ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν θέαμα τοῦτο, ὅπερ γέγονε νῦν. Ἐμβλέψατε εἰς τὸ ἄπειρον θαῦμα τοῦ Θεοῦ, καὶ δότε αὐτῷ δόξαν τῷ Θεῷ, κατανοήσατε εἰς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, τὸ μέγεθος τῆς αὐτοῦ οἰκονομίας, καὶ θρῆνον μετ᾽ εὐφροσύνης ἀναλάβετε. Ἐπὶ μὲν Θεοῦ οὐδὲν ξένον. Ὁ γὰρ Θεὸς ἡμῶν, καὶ ἐφ᾽ ἡμῶν, ἐκστήσεται πᾶσα καρδία τῶν ἀκουόντων.

Ὄντως ἐξέστη ὁ οὐρανὸς ἐπὶ τῷ τετολμημένῳ τούτῳ τῷ θεάματι· ἐταράχθη πάλιν ἄβυσσος, καὶ ἥλιος ἐσκοτίσθη, καὶ οἱ ἀστέρες, καὶ ἡ σελήνη ὁμοίως ἐπὶ τῷ γεγονότι. Ἀλλὰ πάλιν ηὐφράνθησαν ἐπὶ τῇ οἰκονομίᾳ τῇ γενομένῃ ὑπὸ Κυρίου πᾶσαι τῶν οὐρανῶν δυνάμεις. Ἀκούσατε οὖν, ἀδελφοὶ, καὶ ἔκστητε, ᾧ γέγονε ταῖς ἡμέραις ἡμῶν συνιέντες συνίετε, καὶ τὸ οὖς ὑμῶν κλίνατε τῆς καρδίας, καὶ ἀκούσατε.

Πόλις ἐστὶ Βηρυτὸς καλουμένη ἐν μεθορίοις Τύρου καὶ Σιδῶνος, τελοῦσα δὲ Ἀντιοχείας. Ἐν ταύτῃ οὖν τῇ πόλει τῇ Βηρυτῷ πλήθη πολλά εἰσι τῶν Ἰουδαίων. Πλησίον δὲ τῆς συναγωγῆς αὐτῶν, μεγάλης οὔσης σφόδρα, Χριστιανὸς ἔλαβε κελλίον ἐν οἰκίῳ παρά τινος· ἐν ᾧ κατοικῶν ἄντικρυς τοῦ ἀκουβίτου αὐτῶν, ἐποίησεν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σεμνῶς ἐζωγραφημένην, ὁλόστατον ἔχουσαν τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Χρόνου δὲ ὀλίγου διελθόντος, ἐπεζήτησε οἶκον μείζονα ὁ Χριστιανὸς ὡς χρῄζων.

Τοῦτο δὲ ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾠκονόμησε χάρις, ὥς γε ἐγὼ πείθομαι, τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, δεικνύων τὰ θαυμάσια αὐτοῦ τοῖς πιστεύουσιν εἰς αὐτὸν εἰς ἔλεγχον τῶν ἀσεβῶν, στηριγμὸν δὲ τῶν πιστῶν. Ἐζήτει οὖν ὁ Χριστιανὸς, ὡς ἔφην, μείζονα οἶκον, καὶ εὑρών τι ἀπὸ τῆς πόλεως, μετῆρεν ἐκεῖσε, καὶ μετὰ χαρᾶς πάντα τὰ αὐτοῦ, καὶ καταλείπων ἐξ οἰκονομίας Θεοῦ, τὴν εἰκόνα τοῦ Κυρίου ἀφῆκε, καθὰ ἔφην.

Ἰουδαῖος δέ τις ἔλαβεν ἐνοικίῳ τὸν οἶκον ἐκεῖνον, ἔνθα ἡ εἰκὼν τοῦ Κυρίου ἵστατο. Εἰσαγαγὼν δὲ πάντα τὰ αὐτοῦ κατέμενεν ἐν οἴκῳ, μὴ θεωρήσας τὴν εἰκόνα τοῦ Κυρίου, ὅτι ἵστατο ἐκεῖ. Οὐδὲ γὰρ ἐνόησε τὸν τόπον ἐκεῖνον, ἀλλ᾽ εἰσελθὼν κατέμενεν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκάλεσεν ὁ αὐτὸς Ἰουδαῖος σύνεθνον αὐτοῦ ἐπὶ ἄριστον. Καὶ ἐν τῷ ἀριστᾷν αὐτοὺς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ κληθεὶς Ἰουδαῖος εἰς τὴν εἰκόνα τοῦ ἐσταυρωμένου, ἐκεῖ ὕβρεις παμπόλλας καὶ ἀθεμίτους, ἀφ᾽ ἧς ὥρας εἶδε τὴν εἰκόνα τοῦ Θεοῦ, κατ᾽ αὐτῆς εἶπε, ἃς οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφόρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰουδαῖον λέγων, ὅτι Μέχρι τοῦ παρόντος οὐκ εἶδον τὴν εἰκόνα ταύτην. Καὶ ἐσιώπησεν ὁ κληθείς. Ἀπελθὼν δὲ πρὸς τοὺς ἀρχιερεῖς, διαβάλλει τὸν Ἰουδαῖον τὸν ἐκ τῷ οἴκῳ λέγων, ὅτι Ὁ δεῖνα εἰκόνα ἔχει τοῦ Ναζωραίου ἐν τῷ οἴκῳ αὐτοῦ. Οἱ δὲ ἀκούσαντες ἐπλήσθησαν θυμοῦ μεγάλου, καὶ τὴν ἑσπέραν ἐκείνην ἡσύχασαν.

Πρωΐας δὲ ἤδη γενομένης, παραλαμβάνουσιν οἱ ἀρχιερεῖς αὐτὸν τὸν διαβάλλοντα τὸν Ἰουδαῖον καὶ ὄχλον πολλὸν ἔθνους αὐτῶν, καὶ ἀπέρχονται ἐν τῷ οἴκῳ τοῦ Ἰουδαίου, ἔνθα ἡ εἰκὼν τοῦ Κυρίου ἵστατο. Γενόμενοι ἐπὶ τοῦ τόπου, εἰσεπήδησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι σὺν τῷ καταμηνύσαντι, καὶ ὁρῶσι τὴν εἰκόνα τοῦ Κυρίου ἱσταμένην, ὑποδείξαντος ἐκείνου.

Τότε θυμωθέντες σφόδρα, τὸν μὲν Ἰουδαῖον τὸν κατοικοῦντα ἐν τῷ οἴκῳ ἀποσυνάγωγον ποιήσαντες ἤλασαν· τὴν δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καταναγόντες ἔφησαν, ὅτι Καθὼς καὶ οἱ πατέρες ἡμῶν ἐνέπαιξαν αὐτὸν τότε τὸν τοιοῦτον. Τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον αὐτοῦ τῆς ἁγίας εἰκόνος τοῦ Κυρίου, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσωπον ἔνθεν καὶ ἔνθεν. Καὶ ταύτην ῥαπίζοντες, ἔλεγον· Ὅσα ἐποίησαν οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν καὶ ἡμεῖς τῇ εἰκόνι αὐτοῦ. Καὶ λέγουσιν· Ἠκούσαμεν, ὅτι ἐνέπαιξαν αὐτῷ, καὶ ἡμεῖς αὐτὸ ποιήσωμεν. Ἐμπαιγμοῖς οὖν ἀπείροις ἐνέπαιξαν τῇ εἰκόνι τοῦ Θεοῦ. Ἀπορῶ δὲ λέγειν ὑμῖν ὃ τότε τετόλμηται.

Εἶτα λέγουσιν· Ἠκούσαμεν, ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τότε καὶ τοὺς πόδας καὶ τὰς χεῖρας τῆς τοῦ Κυρίου εἰκόνος ἔπηξαν ἥλους. Πάλιν λέγουσι μεμηνότες· Ἠκούσαμεν, ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν αὐτὸ καὶ ἡμεῖς· καὶ ἐποίησαν προσθέντες εἰς τὸ στόμα τοῦ Κυρίου σπόγγον ὄξου πεπληρωμένον. Πάλιν λέγουσι· Μεμαθήκαμεν, ὅτι καλάμῳ ἔτυψαν αὐτοῦ τὴν κεφαλὴν οἱ πατέρες ἡμῶν· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόντες κάλαμον ἔτυπτον τὴν κεφαλὴν τῆς εἰκόνος. Τέλος λοιπὸν λέγουσιν, ὡς Ἀκριβῶς μανθάνομεν, ὅτι τὴν πλευρὰν αὐτοῦ λόγχῃ ἤνοιξαν· μηδὲν παραλείψωμεν, ἀλλὰ προσθῶμεν καὶ τοῦτο. Ποιήσαντες ἐνεχθῆναι λόγχην, ἐπέστρεψάν τινι αὐτῶν ἆραι τὴν λόγχην· καὶ ἀρὼν κατὰ τῆς εἰκόνος τοῦ Κυρίου, εὐθέως οὖν ἀνέβλυσε πλῆθος αἵματος καὶ ὕδατος ἐξ αὐτῆς.