Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διήγησις περὶ τοῦ ἐν Βηρυτῷ σταυροῦ

Μέγας Αθανάσιος

Επίλογος και τελική δοξολογία

Κατακλείδα της διήγησης, προτροπή προς το εκκλησίασμα για πνευματική στερέωση και τελικός δοξολογικός ύμνος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 5

Καὶ ἐκ τούτου χαρὰ μεγάλη γέγονεν ἐν τῇ πόλει ἐκείνῃ, οὐ μόνον σωμάτων ἰαθέντων, ἀλλὰ καὶ τοσούτων ψυχῶν ἐκ νεκρῶν εἰς ζωὴν ἐπανελθόντων. Ταῦτα γνοὺς ἐγὼ, ἐσπούδασα δηλῶσαι ὑμῖν, προσφιλέστατοι ἀδελφοὶ, εἰς ὠφέλειαν τῶν ψυχῶν ὑμῶν· ἵνα, γνόντες καὶ ἐπὶ τούτῳ τοῦ ἡμετέρου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν δύναμιν, πλέον τῇ εἰς αὐτὸν στερεωθῆτε πίστει, καὶ ἀγαλλιασθῆτε ἐπὶ τοῖς μεγάλοις αὐτοῦ θαύμασι τοῖς νῦν γεγενημένοις.

Δότε οὖν αὐτῷ δόξαν μετ᾽ εὐφροσύνης, καὶ κατάνυξιν καρδίας, καὶ θρήνῳ χαίροντες, καὶ εὐχαριστοῦντες ἐπὶ τῇ αὐτοῦ μεγαλειότητι, ὅτι τῆς αὐτοῦ πίστεως ἡμᾶς ἠξίωσε, καὶ τῆς αὐτοῦ ἐπιγνώσεως. Ναὶ, τέκνα μου ἀγαπητὰ, γνῶμεν καὶ ἐπὶ τοῦ παρόντος τοῦ ἀπεράντου ἡμῶν Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τὴν δύναμιν. Καὶ δοξάσωμεν τὴν αὐτοῦ ἀγαθότητα, τοῦ ἀληθινοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος.

Αὐτῷ γὰρ πρέπει τιμὴ, κράτος, μεγαλοσύνη καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.