Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐγκύκλιος ἐπιστολή

Μέγας Αθανάσιος

Η αντικανονική εγκαθίδρυση του Γρηγορίου και οι διωγμοί στην Αλεξάνδρεια

Περιγραφή της αυθαίρετης επιβολής του Αρειανού Γρηγορίου με τη συνδρομή της κοσμικής εξουσίας, καθώς και των επακόλουθων ιερόσυλων πράξεων, των διωγμών και των βιαιοτήτων κατά κληρικών και πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Τὰ μὲν οὖν καθ᾽ ἡμῶν καὶ κατὰ τῆς ἐκκλησίας παρανομηθέντα οὕτως γέγονε. συναγόντων ἡμῶν συνήθως ἐν εἰρήνῃ τῶν τε λαῶν εὐφραινομένων ἐπὶ ταῖς συνάξεσι καὶ προκοπτόντων τῇ κατὰ θεὸν πολιτείᾳ τῶν τε συλλειτουργῶν τῶν κατ᾽ Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην ἀγάπην καὶ εἰρήνην ἐχόντων πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς, ἐξαίφνης ὁ ἔπαρχος τῆς Αἰγύπτου γράμματα προτίθησι δημοσίᾳ διατάγματος ἔχοντα τύπον, ὡς Γρηγορίου τινὸς ἐκ Καππαδοκίας εἰσερχομένου διαδόχου μου ἀπὸ τοῦ κομιτάτου. καὶ ἡ μὲν τοιαύτη ἀκοὴ τοὺς πάντας ἐτάραξε· καινὸν γὰρ ἦν καὶ ἄρτι πρώτως ἀκουσθὲν τὸ τοιοῦτον· οἱ δὲ λαοὶ καὶ μᾶλλον εἰς τὰς ἐκκλησίας συνήρχοντο, ὅτι μάλιστα συνεώρων μήτε ἑαυτοὺς μήτε ἐπίσκοπον μήτε πρεσβύτερον μήτε ὅλως τινὰς μεμψαμένους ἡμᾶς ποτε. μόνους δὲ Ἀρειανοὺς ἑώρων σὺν αὐτῷ καὶ Ἀρειανὸν αὐτὸν ἐπεγίνωσκον ὑπὸ τῶν περὶ Εὐσέβιον τοῖς Ἀρειανοῖς ἀποσταλέντα. οἴδατε δέ, ἀδελφοί, ἀεὶ τοὺς περὶ Εὐσέβιον προστάτας καὶ κοινωνοὺς τῆς ἀσεβοῦς αἱρέσεως τῶν Ἀρειομανιτῶν γενομένους καὶ δι᾽ αὐτῶν ἀεὶ ἡμῖν ἐπιβουλεύσαντας καὶ τῆς εἰς τὰς Γαλλίας ἀποδημίας αἰτίους ἡμῖν γενομένους.

διὰ ταῦτα γὰρ εἰκότως καὶ οἱ λαοὶ ἠγανάκτουν καὶ κατεβόων μαρτυρόμενοι τοὺς ἄλλους δικαστὰς καὶ πᾶσαν τὴν πόλιν, ὅτι μηδεμιᾶς μέμψεως ὑπὸ τῶν ἐκκλησιαστικῶν γενομένης, ἀλλὰ τῶν αἱρετικῶν Ἀρειανῶν μόνων αὐτὰ καθ᾽ ἡμῶν παιξάντων καινοτομία τις καὶ παρανομία τοιαύτη κατὰ τῆς ἐκκλησίας γεγένηται. εἰ γὰρ καὶ ὅλως ἦν τις καθ᾽ ἡμῶν μέμψις κρατήσασα, ἔδει μὴ Ἀρειανῶν μηδὲ τῶν τὰ Ἀρείου φρονούντων, κατὰ δὲ τοὺς ἐκκλησιαστικοὺς κανόνας καὶ κατὰ τὸ τοῦ Παύλου ῥῆμα «συναχθέντων» τῶν λαῶν «καὶ τοῦ πνεύματος» τῶν καθιστανόντων «σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» πάντα κανονικῶς ἐξετασθῆναί τε καὶ πραχθῆναι παρόντων τῶν αἰτουμένων λαῶν καὶ κληρικῶν καὶ μὴ ἔξωθεν ὑπὸ Ἀρειανῶν ὥσπερ ἐμπορευόμενον τὸ ὄνομα τοῦ ἐπισκόπου παρὰ τοὺς μὴ αἰτήσαντας μηδὲ βουλομένους μηδὲ ὅλως γινώσκοντας τὸ γεγονὸς μετὰ προστασίας καὶ βίας τῶν ἔξωθεν δικαστῶν ἐπιρρῖψαι ἑαυτόν. τοῦτο δὲ τοὺς μὲν ἐκκλησιαστικοὺς κανόνας παραλύει, τὰ δὲ ἔθνη βλασφημεῖν ἀναγκάζει καὶ ὑπονοεῖν, ὅτι μὴ κατὰ θεῖον θεσμόν, ἀλλ᾽ ἐξ ἐμπορίας καὶ προστασίας αἱ καταστάσεις γίνονται.

Ἡ μὲν οὖν κατάστασις ἡ θαυμαστὴ Γρηγορίου ὑπὸ Ἀρειανῶν γέγονε καὶ τοιαύτην ἔσχε τὴν ἀρχήν. ἡ δὲ εἴσοδος αὐτοῦ εἰς τὴν Ἀλεξάνδρειαν οἷα παράνομα κατειργάσατο καὶ ἡλίκων κακῶν αἰτία γέγονεν, ἔξεστιν ὑμῖν ἐκ τῶν γραφομένων καὶ παρὰ τῶν ἐπιδημούντων ἐπερωτῆσαι καὶ μαθεῖν. τῶν γὰρ λαῶν δυσανασχετούντων καὶ διὰ τοῦτο ἐν ταῖς ἐκκλησίαις συναχθέντων ἐπὶ τῇ τοιαύτῃ καινοτομίᾳ, ἵνα μὴ ἡ τῶν Ἀρειανῶν ἀσέβεια καταμιγῇ τῇ τῆς ἐκκλησίας πίστει, Φιλάγριος ὁ καὶ πάλαι τὴν ἐκκλησίαν καὶ τὰς ταύτης παρθένους ἀδικήσας καὶ νῦν ἔπαρχος Αἰγύπτου τυγχάνων, παραβάτης μὲν γενόμενος, πατριώτης δὲ ὢν τοῦ Γρηγορίου καὶ οὐ σεμνὸν ἔχων τὸν τρόπον, ἀλλὰ καὶ προστάτας ἔχων τοὺς περὶ Εὐσέβιον καὶ διὰ τοῦτο σπουδάζων κατὰ τῆς ἐκκλησίας πείθει τοὺς ἐθνικοὺς δήμους τούς τε Ἰουδαίους καὶ τοὺς ἀτάκτους ἐπαγγελίαις, ἃς καὶ ὕστερον ἐπεδίδου, καὶ παροξύνει καὶ ἀθρόως αὐτοὺς μετὰ ξιφῶν καὶ ῥοπάλων ἀφίησι κατὰ τῶν λαῶν εἰς τὰς ἐκκλησίας. καὶ τί γέγονεν ἐκ τούτων οὐκέτι λοιπὸν ἁπλῶς εἰπεῖν· οὔτε γὰρ ἀξίως σημᾶναι δυνατὸν οὔτε χωρὶς δακρύων καὶ θρήνων μνημονεύσειεν ἄν τις κἂν τῶν ὀλίγων. ποῖα γὰρ παρὰ τοῖς ἀρχαίοις τετραγῴδηται τοιαῦτα; ἢ τί τοιοῦτον ἐν διωγμῷ καὶ πολέμῳ γέγονέ ποτε;

ἡ μὲν ἐκκλησία καὶ τὸ ἅγιον βαπτιστήριον πυρπολεῖται, εὐθέως δὲ οἰμωγαὶ καὶ ὀλολυγαὶ καὶ θρῆνος ἦν κατὰ τὴν πόλιν, ἀγανακτούντων καὶ τῶν πολιτῶν ἐπὶ τοῖς γιγνομένοις καὶ καταβοώντων τοῦ ἡγεμόνος καὶ τὴν βίαν μαρτυρομένων. παρθένοι γὰρ ἅγιαι καὶ ἀμίαντοι ἐγυμνοῦντο καὶ ἔπασχον ἃ μὴ θέμις, μὴ ἀνεχόμεναι δὲ ἐκινδύνευον· μονάζοντες κατεπατοῦντο καὶ ἀπέθνησκον, καὶ οἱ μὲν ἐδισκεύοντο, οἱ δὲ ξίφεσι καὶ ῥοπάλοις ἀνῃροῦντο, ἄλλοι δὲ ἐτραυματίζοντο. ἐπὶ δὲ τῆς ἁγίας τραπέζης ἡλίκη ἀσέβεια καὶ παρανομία γέγονεν. ὄρνεα καὶ στροβίλους ἐθυσίαζον εὐφημοῦντες μὲν ἑαυτῶν τὰ εἴδωλα, δυσφημοῦντες δὲ ἐν αὐταῖς ταῖς ἐκκλησίαις τὸν κύριον καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος. τὰς θείας τῶν γραφῶν βίβλους, ἃς εὕρισκον ἐν τῇ ἐκκλησίᾳ, κατέκαιον. εἰς δὲ τὸ ἅγιον βαπτιστήριον, φεῦ τῆς τόλμης, οἱ κυριοκτόνοι Ἰουδαῖοι καὶ οἱ ἄθεοι ἐθνικοὶ ἀφυλάκτως εἰσερχόμενοι τοιαῦτα αἰσχρὰ διεπράττοντο καὶ ἐλάλουν γυμνοῦντες ἑαυτούς, ὡς αἰσχύνεσθαι καὶ λέγειν αὐτά. καί τινες ἀσεβεῖς ἄνδρες τὰ πικρὰ τῶν διωγμῶν μιμούμενοι παρθένων καὶ ἐγκρατῶν κρατοῦντες εἷλκον καὶ διασύροντες ἐβιάζοντο βλασφημεῖν καὶ ἀρνεῖσθαι τὸν κύριον καὶ μὴ ἀρνουμένας κατέκοπτον καὶ κατεπάτουν.

Καὶ πρὸς τούτοις ἡ θαυμαστὴ καὶ λαμπρὰ εἴσοδος Γρηγορίου τοῦ Ἀρειανοῦ ἡδομένη τοῖς τοιούτοις κακοῖς, ὥσπερ ἔπαθλον καὶ μισθὸν τῆς τοιαύτης παρανόμου νίκης παρέχουσα τοῖς ἐθνικοῖς καὶ τοῖς Ἰουδαίοις καὶ τοῖς τὰ τοιαῦτα καθ᾽ ἡμῶν ἐργασαμένοις εἰς πρέδαν δέδωκε τὴν ἐκκλησίαν. καὶ τῆς τοιαύτης παρανομίας καὶ ἀταξίας συγχωρηθείσης τὰ πολέμων λοιπὸν χείρονα καὶ λῃστῶν ὠμότερα ἐγίνετο. οἱ μὲν γὰρ τὰ ἀπαντῶντα διήρπαζον, οἱ δὲ τὰς ἀποκειμένας τινῶν παραθήκας διῃροῦντο, τὸν οἶνον πολὺν ὄντα ἢ ἔπινον ἢ ἐξεκένουν ἢ ἀπέφερον, τὸ ἀποκείμενον ἔλαιον ἥρπαζον, τὰς θύρας καὶ τοὺς καγκέλλους ὡς σκύβαλα ἕκαστος ἐβάσταζε, τὰς λυχνίας παραυτὰ ἐν τῷ Τυχαίῳ ἀπετίθεντο, τοὺς κηρίωνας τῆς ἐκκλησίας τοῖς εἰδώλοις ἀνῆπτον, καὶ ὅλως ἁρπαγὴ καὶ θάνατος ἦν ἐν τῇ ἐκκλησίᾳ. καὶ οὐκ ᾐδοῦντο οἱ δυσσεβεῖς Ἀρειανοὶ τούτων γινομένων, ἀλλ᾽ ἔτι χείρονα καὶ ὠμότερα προσετίθουν· πρεσβύτεροι γὰρ καὶ λαικοὶ ἐξέσθησαν, παρθένοι ἀπομαφορτιζόμεναι ἀπήγοντο εἰς τὸ βῆμα τοῦ ἡγεμόνος καὶ εἰς τὴν φυλακὴν ἐβάλλοντο, ἄλλοι δὲ ἐδημεύθησαν, ἐμαστίχθησαν, οἱ ἄρτοι τῶν λειτουργῶν καὶ τῶν παρθένων ἐκωλύθησαν. ταῦτα δὲ ἐγίνετο ἐν αὐτῇ τῇ ἁγίᾳ τεσσαρακοστῇ περὶ τὸ πάσχα, ὅτε οἱ μὲν ἀδελφοὶ ἐνήστευον, ὁ δὲ θαυμαστὸς Γρηγόριος τὸν Καιάφα τρόπον ἀναλαβὼν μετὰ Πιλάτου τοῦ ἡγεμόνος κατὰ τῶν εἰς Χριστὸν εὐσεβούντων ἐνεπαροίνει.

ἐν παρασκευῇ γοῦν εἰσερχόμενος εἰς μίαν τῶν ἐκκλησιῶν μετὰ τοῦ ἡγεμόνος καὶ τῶν ἐθνικῶν δήμων ὡς ἀποστρεφομένους εἶδε τοὺς λαοὺς τὴν βιαίαν εἴσοδον αὐτοῦ, ἐποίησε τὸν ὠμότατον ἡγεμόνα ἐν μιᾷ ὥρᾳ τριάκοντα καὶ τέσσαρας παρθένους καὶ ὑπάνδρους καὶ εὐγενεῖς ἄνδρας μαστίξαι δημοσίᾳ καὶ εἰς τὸ δεσμωτήριον ἐμβαλεῖν, ἐν οἷς μίαν παρθένον φιλολογοῦσαν καὶ τὸ ψαλτήριον ἔτι κατέχουσαν ἐν ταῖς χερσὶ μαστιχθῆναι πεποίηκε δημοσίᾳ· καὶ τὸ μὲν βιβλίον ὑπὸ τῶν δημίων διηρπάσθη, αὐτὴ δὲ ἡ παρθένος εἰς τὴν φυλακὴν καθείρχθη.