Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὴν γένεσιν τοῦ Προδρόμου

Μέγας Αθανάσιος

Η εξαγγελία της γεννήσεως του Ιωάννου του Προδρόμου

Η αναφορά στο θαύμα της κυήσεως της Ελισάβετ, η οπτασία του Ζαχαρία στο θυσιαστήριο και η επιβολή αφωνίας ως συνέπεια της απιστίας του στον αγγελικό λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Εἰς τὸ γενέθλιον τοῦ Προδρόμου, καὶ εἰς τὴν Ἐλισάβετ, καὶ εἰς τὴν Θεοτόκον. Χώραν μὲν ἀποχερσωθεῖσαν, καὶ ὀνάγρων καταπάτημα γενέσθαι καταλειφθεῖσαν, βοῦς ἀροτὴρ καμάτῳ ῥυμοτομῶν, ἐγείρει τοὺς αὔλακας· ὅσον γὰρ ἀκατέργαστος ἡ χώρα τῷ χρόνῳ μεμένηκε, τοσοῦτον ὁ πρὸς τὴν ἀροτρίασιν βοῦς παριστάμενος ἐπιπονωτέρῳ καμάτῳ συγκάμπτεται τὸν ζυγοφόρον ἐπεκτρίβων αὐχένα· γυναῖκα δὲ στειρωθεῖσαν καὶ μακροῖς χρόνοις παλαιωθεῖσαν, καὶ δυσὶ κακοῖς περιπεσοῦσαν, ἀγονίᾳ τε καὶ ἀτονίᾳ, ἀγονίᾳ φύσεως καὶ ἀτονίᾳ γηραλεότητος, λόγῳ, καὶ οὐ πόνῳ, ὁ τῆς φύσεως δημιουργὸς Θεὸς Λόγος καὶ τὴν τοῦ σώματος παλαιότητα ἀνακαινίζει, καὶ τὴν τῆς φύσεως στείρωσιν διορθοῦται. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ἡ γαμετὴ τοῦ ἱερέως Ζαχαρίου, Ἐλισάβετ, ἡ μὴ γελάσασα κατὰ τὴν Σάῤῥαν, ἀλλὰ πιστεύσασα κατὰ τὴν Ἄνναν, ἡ τοῖς κεχαλασμένοις μέλεσιν ὡς ἀετὸς ἀνακαινισθεῖσα· ἐπωλοτρόφησε γὰρ παῖδα γνώριμον, αἰδέσιμον, τῶν Ἰορδανείων ῥείθρων συνόμιλον. Ὄντως μεγάλη ἐν γυναιξὶν Ἐλισάβετ, ὡς συγγενὴς τῆς ἐνδόξου Παρθένου, καθὼς ἤκουες ἀρτίως τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον λέγοντος· «Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου.» Ὢ εὐγένεια γένους! ὢ ἄσκησις εὐλαβείας! ὢ καθαρότης βίου! ὢ ἁγνεία σώματος! ὢ θεοφίλεια ψυχῆς! ὢ μυροδόχον σκεῦος! Τὴν Εὔαν ἐπτέρνισεν ὁ ὄφις· τῇ Ἐλισάβετ τὰ βέλτιστα ὁ ἄγγελος.

Ὄντως μεγάλη ἐν γυναιξὶν Ἐλισάβετ, ἡ καὶ τὸν Βαπτιστὴν Ἰωάννην βαστάσασα, καὶ τὸν ἄπιστον Ζαχαρίαν ὀνειδίσασα. Καὶ ὅτι ἄπιστος Ζαχαρίας τὴν τοῦ σώματος ἀσθένειαν βεβαιοτέραν τῆς τοῦ Θεοῦ ἐπαγγελίας λογισάμενος, ἤκουες τῇ προτέρᾳ τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἐκ δεξιῶν ἑστὼς τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.» Σύμβουλος ἡ ὀπτασία τῆς θεωρίας. Ἐκ δεξιῶν ὁ ἄγγελος ἵστατο, ἐπειδὴ δεξιὸς ἤμελλε τόκος τίκτεσθαι, τὴν δεξιὰν ὁδὸν τῆς τῶν οὐρανῶν βασιλείας κηρύττων, κατὰ τὸ φάσκον ῥητόν· «Ὁδοὺς τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός· διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·» οὐ τὴν ὁδὸν διαλλάττων, ἀλλὰ τὸν τρόπον αἰνιττόμενος. «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐκ δεξιῶν ἑστὼς τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.» Ἀκουέτωσαν οἱ παρόντες, καὶ συνιέτωσαν, ὅτι ἄγγελοι τῷ θυσιαστηρίῳ παρίστανται· ὅπου δὲ ἀγγέλων παράστασις, ἐκεῖ Θεοῦ κατασκήνωσις. Ζαχαρίας ὁ ἱερεὺς ἐξεφημερίαν ἐποίει, ἐξ ἡμερῶν εἰς ἡμέρας παριστάμενος τῇ λειτουργίᾳ· οὐχὶ δι᾽ ὅλου χωρῶν, ἀλλ᾽ ἐν τῇ ἐφημερίᾳ λειτουργῶν. Οἱ δὲ ἀποκληρωθέντες ἄγγελοι τοῦ Θεοῦ εἰς θυσιαστήριον ἐφημερίαν οὐ ποιοῦσιν, ἀλλὰ νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἀδιασπάστως παρίστανται τῷ θυσιαστηρίῳ.

Ἴσασι καὶ τὸν καταφρονοῦντα, καὶ τὸν μὴ καταφρονοῦντα· γνωρίζουσι καὶ τοὺς εὐλαβῶς προσιόντας, καὶ τοὺς οὐχ οὕτω προστρέχοντας· ἐπίστανται καὶ τοὺς εὐορκοῦντας, καὶ τοὺς ἐπιορκοῦντας· σφραγίζουσι καὶ τοὺς καρποφοροῦντας, καὶ τοὺς ναρκιῶντας. Μὴ ὅτι λίθοις κεκαλλώπισται τὸ θυσιαστήριον σκόπει· ὑπὸ γὰρ ἀγγέλων βαστάζεται, ὑπὸ ἀρχαγγέλων κυκλοῦται. Εἰ γὰρ πᾶν ὅριον ἐθνικὸν κατὰ ἀριθμὸν ἀγγέλων ὁροθετεῖται, κατὰ τὸ φάσκον ῥητόν· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ·» πόσῳ μᾶλλον τὸ θυσιαστήριον ἀγγελοπλήρωτον, ὅπου ὁ μυστικὸς ἄνθραξ ἐπίκειται; ὃν τῇ λαβίδι τοῦ πνεύματος τὰ σεραφὶμ διερχόμενα διὰ τῆς λειτουργίας τοῦ ἱερέως, κάθαρσιν ἁμαρτημάτων τῷ αἰτοῦντι χαρίζονται; Καὶ ὅτι ἐν τούτοις τὸ θυσιαστήριον, ἄκουε Ἡσαΐου τοῦ προφήτου βοῶντος· «Ἐθεώρουν, καὶ ἰδοὺ ἀπεστάλη πρὸς, μὲ ἓν τῶν σεραφὶμ, καὶ εἶχεν ἄνθρακα ἐν τῇ χειρὶ αὐτοῦ, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ ἥψατο τῶν χειλέων μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τῶν χειλέων σου, καὶ ἀφαιρεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.» Εἶδες τίνες παρίστανται τῷ θυσιαστηρίῳ, καὶ οἵοις ὀφθαλμοῖς δεῖ ἐνατενίζειν ἔνδον, καθαροῖς, ἀδόλοις, εὐμεταδότοις, φιλοπτώχοις;

Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; καλὸν γὰρ ἡμᾶς τῆς πάσης πραγματείας ἐπιλαβέσθαι· «Ὤφθη δὲ αὐτῷ, φησὶν, ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Καὶ ἰδὼν Ζαχαρίας, ἐταράχθη, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου, γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.

Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ παντὶ τῷ λαῷ σου.» Ταῦτα τοῦ ἀγγέλου διαγορεύοντος, ὁ Ζαχαρίας ἐν τούτῳ, δειλίᾳ καὶ φόβῳ Θεοῦ συλληφθεὶς, ἀνταπεκρίθη πρὸς τὸν ἄγγελον φάσκων· Ἔξω φόβου κελεύεις με ὑπουργεῖν, καὶ λέγεις μοι· Μὴ φοβοῦ, Ζαχαρία· καὶ πῶς οἷόν τε τοῦτο; Ὃ οὐκ εἶδόν ποτε, νῦν ἐν πρώτοις τεθέαμαι, πῦρ φθεγγόμενον, ἀσώματον ἄνθρωπον, ζωγραφητὸν πρόσωπον, ἀσύνθετον ὄψιν, νεφελοσύστατον σχῆμα, ἀερόβατον δρομέα πτεροβόλον, θυσιοπάρεδρον λόγον ἐκβάλλεις, καὶ φόβον δεικνύεις· τὰ ῥήματά σου πύρινα, καὶ τὰ ἐπαγγέλματά σου δύσπιστα. Ἐλισάβετ κυοφορήσει, κἀγὼ πατὴρ ἀναδειχθήσομαι;

Ὅτε θανάτου γειτονία, τότε παιδὸς φυτουργία; Ὅτε πάππος τὴν ἡλικίαν, τότε πατὴρ τὴν προσδοκίαν; λόγος πρὸς γόνον οὐδείς· ἐσβέσθη τὰ γεννητικὰ μόρια, ἐκαθεύδησε λοιπὸν ἡ φύσις, ἀδιύπνιστος πρὸς ὄρεξιν μένει, λήθην ἑαυτῆς εἰργάσατο. Κἀγὼ τῷ γήρατι τῇ γῇ προσνένευκα, καὶ Ἐλισάβετ πρὸς ἑτοιμασίαν βακτηρίαν μεμίσθωται. Ἅπαξ ἡ ξηρὰ ῥάβδος τοῦ Ἀαρὼν ἤνθησεν, οὐχὶ δὲ πολλάκις. Κατὰ τί γνώσομαι τοῦτο; Ὁ δὲ ἄγγελος πρὸς αὐτόν· Τί ἀδολεσχεῖς, Ζαχαρία; καὶ ἱερατεύεις, καὶ διστάζεις; Μὴ οὐκ ἦν Ἀβραὰμ ἑκατονταετὴς, καὶ Σάῤῥα πρὸς νέκρωσιν μήτρας ἀσχολουμένη; Μὴ ἔστειλεν ὁ τούτων καρπός; Εἰ μὴ εἶχες ὑποδείγματα, καλῶς ἐδίστασας· εἰ δὲ ἐξ ἐκείνων κατάγῃ, τί τὰ ἐκείνων οὐ διανοῇ, Ὁ ἐθνικὸς Ἀβραὰμ ἐπίστευσε, καὶ ὁ ἱερατικὸς ἀμφιβάλλεις; ἐκεῖνος ἐκτὸς θυμιάματος ἐμυρίσθη, καὶ σὺ ἐν τῷ θυσιαστηρίῳ ἐκαπνίσθης; ἐκεῖνος τὸν κληρονόμον δεχόμενος ἠγαλλιᾶτο, καὶ σὺ τὸν πρόδρομον Ἰωάννην εἰς οὐδὲν λογίζῃ; Αὐτός σε τῆς καταδίκης ἐξελεῖται, αὐτός σε τῆς κατάρας ἐλυτρώσατο· αὐτός σου τὴν γλωττιαίαν κλεῖδα βαστάζει· αὐτὸς πρὸς Κύριον πολλοὺς ἐπιστρέψει· αὐτὸς ἐν δυνάμει Ἡλίου τοῦ προφήτου προπορεύσεται, οὐ πύρινον σκεῦος ἁρματηλατῶν, ἀλλὰ τὸ Ἰορδάνειον λουτρὸν εὐτρεπίζων διὰ τὸν πολὺν ῥύπον τῶν ἁμαρτιῶν.

Διό σοι καὶ εἰπεῖν προσετάχθην· «Εἰσηκούσθη ἡ δέησίς σου·» ὅτι ἔφθασεν ὁ καιρὸς ὁ πάλαι προφητευθεὶς καὶ νῦν πληρωθείς· «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Διὰ τοῦτο, Ζαχαρία, σὺ μὲν φιμώθητι, ἐν καιρῷ τῆς ἀντιλογίας τὸ πρόστιμον τῆς τιμωρίας δεχόμενος· ἐγὼ δὲ τόπον ἐκ τόπου μετέρχομαι, καὶ πρὸς τὴν Παρθένον μέλλω πορεύεσθαι, ἀπὸ τῆς στρατιωτικῆς ὁμιλίας ἐπὶ τὴν ἀποστολικὴν διακονίαν χωρῶν. Ταῦτά μοι διὰ βραχέων, ὦ φίλε, εἰς τὴν παραληφθεῖσαν τῆς τοῦ Ζαχαρίου ἀπιστίας προωδοιπόρηται.