Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὴν γένεσιν τοῦ Προδρόμου

Μέγας Αθανάσιος

Η απορία της Παρθένου και η εκπλήρωση του θεομητορικού μυστηρίου

Η στάση της Θεοτόκου ενώπιον του παραδόξου της σαρκώσεως, η απάντηση του Γαβριήλ βάσει της προφητείας του Ησαΐα και η δοξολογική κατακλείδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 3

Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται.» Τούτων σοι τῶν ἀγαθῶν ἥκω μηνυτὴς ὑπάρχων, εἰ καὶ ἔξω φύσεως τὰ λεγόμενα· ἀλλ᾽ ὅμως παρὰ τῷ φυσιουργῷ πάσης τῆς κτίσεως οὐδὲν σκολιὸν ἢ στραγγαλιῶδες, ἀλλὰ πάντα εὐθέα καὶ πρὸς εὐχέρειαν βλέποντα. Ἐν ταύταις ταῖς ἐπαγγελίαις ἡ Παρθένος σαγηνευθεῖσα, καὶ πάσης φαύλης ἐπινοίας ἀπαλλαγεῖσα, οὐκέτι ὡς ἀπαῤῥησίαστος ἐσιώπα, λέγουσα πρὸς τὸν ἄγγελον· «Πῶς ἔσται μοι τοῦτο, ὅτι ἄνδρα οὐ γινώσκω;» Τί μου καὶ τὴν καρδίαν θροεῖς, καὶ τὴν ἀκοὴν ξενοφωνεῖς; Τί τὸ μὴ ἀκουσθὲν ἀπὸ τοῦ αἰῶνος διαγγέλλεις; ἔγκυος εὑρεθήσομαι, καὶ ἀνδρὸς πεῖραν οὐ λήψομαι; «Πῶς ἔσται μοι τοῦτο;» Μήτηρ ὀνομασθήσομαι, καὶ μητρικῶν ὠδίνων ἔξω γενήσομαι; «Πῶς ἔσται μοι τοῦτο;» Μαζὸν ἐπιδώσω, καὶ σπάργανα συσφίγξω, καὶ παῖδα γαλακτοτροφήσω, καὶ τί τὸ ἐν ἐμοὶ οὐ γνώσομαι; «Πῶς ἔσται μοι τοῦτο;» λέγε μοι τὴν εὔλογον αἰτίαν, ἵνα γνώσω τὴν ἀμφίβολον κυοφορίαν. Ξένον τῆς Εὔας ἡ γέννησις, ἀλλ᾽ ὅμως ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη· καὶ ἔσχε τὸ αἴτιον ὅθεν ἐγνωρίσθη τὸ φύραμα, ὅτι ἐξ αὐτοῦ ἡ αὐτῷ ληφθεῖσα, καὶ ὁ ἴδιος τῷ ἰδίῳ ἀνεπληρώθη τόπος Ξενοπρεπεστέρα δὲ τῆς Εὔας ἡ τοῦ Ἀδὰμ γέννησις· ἀλλ᾽ ὅμως καὶ αὐτὴ φανεροποιηθεῖσα, γραφῇ παρεδόθη, καὶ πῶς παραχρῆμα γέγονε σαφῶς ἐγνωρίσθη, ὅτι ἀπὸ τῆς γῆς χοῦν λαβὼν ὁ δημιουργὸς, θεόμορφον ζῶον κατεσκεύασε τὸν πρωτόπλαστον.

Ὡς ἐκεῖνα γνώριμα, καὶ τοῦτο σαφήνισον· ἐπειδὴ τὸ προλεχθέν μοι παρὰ σοῦ ὑπερηκόντισε τὰ λεχθέντα· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ὁ δὲ Γαβριὴλ πρὸς τὴν Παρθένον· Πῶς ἔσται σοι τοῦτο; Παρ᾽ ἐμοῦ τὸν τρόπον ζητεῖς, Παρθένε, μαθεῖν;

Μὴ δύναται δοῦλος σκοπὸν εἰδέναι δεσπότου; Πῶς ἔσται σοι τοῦτο; Μηνυτὴς ἀπεστάλην, οὐχ ἑρμηνευτής. «Τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ἃ ἀκούω λαλῶ, οὐδὲν ἴδιον πλάττω. Πῶς ἔσται σοι τοῦτο; Τὸ πῶς ἐπὶ Θεοῦ μὴ ζήτει.

Πῶς ἔσται σοι τοῦτο; Ὡς Ἡσαΐας προηγόρευσε φάσκων· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει·» τὸ ἕξειν σε προηγόρευσεν, ἐγὼ δὲ λέγω σοι, ὅτι «τέξεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·» αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.