Ἔργον
Μέγας Αθανάσιος – Εἰς τὴν γένεσιν τοῦ Προδρόμου
Ο Ευαγγελισμός της Θεοτόκου και η αγγελική εξαγγελία
Η έλευση του αρχαγγέλου Γαβριήλ στη Ναζαρέτ, ο ασπασμός προς την Παρθένο Μαρία και η αναγγελία της υπερφυούς κυοφορίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο Ευαγγελισμός της Θεοτόκου και η αγγελική εξαγγελία
Η έλευση του αρχαγγέλου Γαβριήλ στη Ναζαρέτ, ο ασπασμός προς την Παρθένο Μαρία και η αναγγελία της υπερφυούς κυοφορίας.
Τίνα δὲ καὶ τὰ ἀρτίως παραναγνωσθέντα, καιρὸς λοιπὸν ἐπιζητῆσαι. Ποῖα ταῦτα; Τὰ ὑπὸ τοῦ Γαβριὴλ μηνυθέντα, καὶ ὑπὸ τῆς Παρθένου πιστευθέντα, καὶ ὑπὸ τοῦ Πνεύματος προβιβασθέντα, καὶ ὑπὸ τοῦ Κυρίου θησαυρισθέντα, καὶ ὑπὸ τοῦ Πατρὸς σφραγισθέντα, καὶ ὑπὸ τῶν εὐσεβῶν φυλαχθέντα.
Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ.» Ὢ μνῆστρα ἄλλῳ μνηστευθέντα, καὶ ἄλλῳ κατεγγυηθέντα! ὢ μνῆστρα χαρᾶς ἐμφανιστικὰ, καὶ ταραχῆς διαιρετικά! Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Εἰσελθὼν δὲ εἰς τὸν οἶκον ὁ ἄγγελος, ἠσπάσατο τὴν Παρθένον καὶ εἶπε· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ἐν ἑαυτῇ, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.» Εἶδες τὴν χαρὰν τοῦ ἀγγέλου ταραχὴν ἐγείρουσαν; Οὐ μόνον δὲ ταραχὴν, ἀλλὰ καὶ διαλογισμοὺς, ἀλλὰ καὶ ἀμφιβολίαν, ἀλλὰ καὶ τὰ παραπλήσια τούτων. Τὸ γὰρ ἄθροον τῆς ἀγγελικῆς εἰσόδου, καὶ τὸ ξένον τῆς ὄψεως, καὶ τὸ ἀσύνηθες τῆς συντυχίας, καὶ τὸ ὑπέρογκον τῆς ἐπαγγελίας, καὶ τὸ ἀπροσδόκητον τῆς ἀκοῆς, εἰς δειλίαν ἐνέβαλε τὴν Παρθένον, τῇ ἐπινοίᾳ τῆς σωφροσύνης πᾶσαν φαύλην ἐπίνοιαν ἐκποδὼν ποιησαμένην. Διὸ καὶ ἐταράχθη, καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινε. Τί ἐστι, Καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινεν; Ἄκουε συνετῶς.
Ἡνίκα Γαβριὴλ ὁ ἄγγελος, ἀποστολικὴν διακονίαν πληρῶν, ἀψόφῳ ποδὶ ἐπὶ τὸν παρθενικὸν ἐχώρει κοιτῶνα· μόνη γὰρ παρῆν ἡ Παρθένος, ἐν τῷ οἴκῳ τοῦ μνηστευσαμένου διάγουσα· ἴστε πάντες σαφῶς καὶ πῶς ἐρυθριᾷ παρὰ τὰς ἀρχὰς τοῦ συναλλάγματος ἡ Παρθένος κάτω τὰς ὄψεις φέρουσα, ἠρέμα λαλοῦσα, μὴ ἀνανεύουσα, πάσης σωφροσύνης ἐπιμελουμένη.
Ἐν τούτοις ἰδὼν αὐτὴν ὁ ἄγγελός φησι πρὸς αὐτήν· «Μὴ φοβοῦ, Μαριὰμ,» εἰ καὶ ἠγωνίασας, καὶ ὥσπερ παρθένος τῆς σωφροσύνης ἐφρόντισας, μὴ καταδραμὼν ὁ μνηστήρ σου καταψηφίσηταί σου τῆς εὐλαβείας. Τοῦτο γίνωσκε, Παρθένε, ὡς οὐδεμία σοι κοινωνία ἔσται πρὸς τὸν μνηστῆρά σου Ἰωσήφ. Ἕτερόν σε πρᾶγμα περιμένει, θεῖον, δεσποτικὸν, ἄφραστον, ἀνερμήνευτον, λόγῳ παραστῆναι μὴ δυνάμενον. Δεσποτικὸς εὑρεθήσῃ σηκὸς, ἀπειρόγαμος ἀναδειχθήσῃ μήτηρ, τὸν οὐρανοῦ καὶ γῆς δεσπότην μέλλεις ὑποδέχεσθαι, ἀδιάφθορον τόκον κυοφοροῦσα. «Μὴ φοβοῦ, Μαριὰμ,» στήριξόν σου τὸν λογισμὸν, νεύρωσόν σου τὴν ψυχὴν, ἕδρασόν σου τὴν καρδίαν. Μὴ μιμήσῃ τὸν Ζαχαρίαν, μὴ ἀμφιβάλῃς, ὡς ἐκεῖνος, σὺ τῶν γυναικῶν τὸ καύχημα· σὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὸ ἀγαλλίαμα· σὺ τῶν ἐθνῶν τὸ ἐγκαλλώπισμα· σὺ τῆς χαρᾶς τὸ ῥίζωμα· σὺ τῆς εὐλογίας τὸ φυτούργημα. Σὺ εὗρες χάριν παρὰ τῷ Θεῷ παρὰ πάσας τὰς παρθένους. Καὶ, «ἰδοὺ συλλήψῃ Υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.