Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὴν νηστείαν καὶ τὸ πάθος τοῦ Χριστοῦ

Μέγας Αθανάσιος

Η έλευση του Ιησού στη Βηθανία και η έγερση του Λαζάρου

Ρητορική ανάπτυξη των σωτηριολογικών σκοπών της άφιξης του Κυρίου στη Βηθανία έξι ημέρες προ του Πάσχα και περιγραφή της αναστάσεως του τετραήμερου Λαζάρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 3

Ἀγαλλιαθῶμεν οὖν καὶ εὐφρανθῶμεν, ὅτι «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα Ἰουδαίους δριμύξῃ καὶ τὰ ἔθνη διασώσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα πληρώσῃ τὸ μυστήριον καὶ ἀνοίξῃ τὸ ἱλαστήριον· ἵνα τῷ Λαζάρῳ συνδειπνήσῃ καὶ τὴν ταφὴν προθυμιάσῃ· ἵνα ὡς δοῦλος πειρασθῇ καὶ ὡς υἱὸς ἐλευθερώσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα ὑπὲρ τῶν καταδίκων φραγελλώθῃ καὶ ὡς φιλάνθρωπος τούτους μαστίγων ἀπαλλάξῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα τὴν πλευρὰν λόγχῃ νυχθείς, τὴν πλευρὰν τοῦ Ἀδὰμ ἰάσηται. ἵνα Ἰούδας ὁ Ἰσκαριώτης τὸν ἐνυλικὸν μύρον τριακοσίων δηναρίων διατιμήσηται, τὸν δὲ δεσπότην Χριστὸν τριάκοντα ἀργυρίων συμφωνήσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα τὸν σταυρὸν ῥιζώσῃ καὶ τὴν σφραγίδα ἀνθήσῃ. ἵνα τὸν ᾅδην ἐμφράξῃ καὶ τὸν παράδεισον ἀνοίξῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἀκάνθινον στέφανον φορέσαι καὶ τὰς ἁμαρτίας ἡμῶν ἐκριζῶσαι. ἵνα τοῖς πιστοῖς συντάξηται καὶ πρὸς τὸν πατέρα ὁδεύσῃ. «

πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκῶς,» ὁ λήθῃ παραπεμφθῆναι μὴ δυνάμενος, ὁ πόλεως ἀρχιπολίτης, ὁ ἅπαξ τεθνηκῶς καὶ δεύτερον τῷ βίῳ παραπεμφθείς, ὁ φυσικῷ θανάτῳ κλαπεὶς καὶ δεσποτικῇ χάριτι ἐγερθείς, ὑπὸ τοῦ τυράννου ταρτάρου ἁρπαγεὶς καὶ ὑπὸ τοῦ βασιλέως Χριστοῦ ἀποσπασθείς, ὁ νόσῳ καταρρυπωθεὶς καὶ λόγῳ ἀνανεωθείς. ἴστε γὰρ πάντες σαφῶς οἱ τοῦ Λαζάρου φίλοι, μᾶλλον δὲ οἱ τοῦ κυρίου μαθηταί, ὅτιπερ τοῦ Λαζάρου θανόντος καὶ τάφῳ παραδοθέντος μετὰ τέσσαρας ἡμέρας «ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν,» ἵνα τὸν Λάζαρον διυπνίσῃ. παρ᾽ αὐτῷ γὰρ ...