Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Μέγας Αθανάσιος

Η εκπλήρωση του Νόμου και η παρθενική γέννηση

Ερμηνεία της υποταγής του Χριστού στις νομικές διατάξεις περί διανοίξεως της μήτρας και θεολογική διερεύνηση της θυσίας του καθαρισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Ὁ νομοθέτης ὑπὸ τὸν νόμον· ὁ τῶν Μωσαϊκῶν προσταγμάτων δοτὴρ τοῖς προσταττομένοις ὑποκύπτειν οὐκ ἀπαναίνεται. Ὁ τῆς τοῦ νόμου κατάρας ἐλευθερώσας τὸν ἄνθρωπον, ὡς ἄνθρωπος τῷ νόμῳ δουλεύειν οὐκ ἀναβάλλεται. «Καθώς ἐστι γεγραμμένον ἐν νόμῳ Κυρίου.» Τίς ὁ γράψας, τίς; Ὁ Κύριος. Οὐχ εἷς καὶ ὁ αὐτός ἐστιν οὗτος, ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενος;

Ναὶ, φησίν· ἀλλὰ τῆς οἰκονομίας τοῦτο, καὶ τοῦ μὴ νομισθῆναι τοῖς χριστομάχοις ἀντίθεος. «Μὴ νομίσητε γὰρ, φησὶν, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.» Καὶ τί ξένον εἰ ὁ γέννησιν καὶ φάτνην καὶ σπάργανα, καὶ περιτομὴν καταδεξάμενος ὀκταήμερον, καὶ παραστῆναι ἔναντι Κυρίου κατὰ τὸν νόμον ἄνεισιν εἰς Ἱεροσόλυμα· ὅς γε τοσοῦτον οὐκ ἐπικαλύπτεται τούτοις, ὅτι καὶ τῷ Στεφάνῳ λιθολευστουμένῳ πρὸς Ἰουδαίων ἐκ δεξιῶν ἑστῶτα τοῦ Πατρὸς ἐμφανίζει ἑαυτὸν, καίτοι μονίμην ἔχων τὴν ἐκ δεξιῶν τούτου καθέδραν καὶ ἀδιάπτωτον. «Εἶπε γὰρ, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἀλλ᾽ ἐκεῖνο μὲν ἄνω καὶ θεϊκῶς, τοῦτο δὲ κάτω καὶ οἰκονομικῶς διὰ τὴν πρόσληψιν, καὶ διὰ τὸ χρηματίσαι τοῦτον Θεὸν καὶ ἄνθρωπον, μίαν ἐξ ἀμφοτέρων ὑπόστασιν· καὶ διὰ μιᾶς ταύτης ἄμφω ταῦτα, καὶ ὄντα καὶ γνωριζόμενον· ἵνα τῇ κοινωνίᾳ τῶν φύσεων καὶ τῶν οἰκείων ταύταις ἰδιωμάτων ῥᾴστην ἡμῖν καὶ συντομωτάτην τὴν σωτηρίαν περιποιήσηται. «Ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται.» Τί οὖν, πᾶς πρωτότοκος ἅγιος;

Ὥρα σοι λοιπὸν, καὶ Ἰσμαὴλ, καὶ Ἠσαῦ, καὶ πρὸ τούτων τὸν Κάϊν, καὶ πολλοὺς ἄλλους τῶν θεοστυγῶν τε καὶ κατηραμένων ἀνδρῶν, τῷ πρώτους αὐτοὺς διανοῖξαι μήτραν, ἁγίους τῷ Κυρίῳ καλεῖν. Καὶ τίνος χάριν λέγεται περὶ Ἰσμαὴλ, ὅτι «Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς·» περὶ δὲ Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, τί πλέον ἔχει Χριστὸς τοῦ Ῥουβίμ; Τί δὲ τὸ περισσὸν τούτου πρὸς τὸν Ἀμνών; καὶ γὰρ καὶ οὗτοι δόξαιεν ἂν, τῷ πρώτως ἀποτεχθῆναι, μήτραν πως διανοῖξαι. Ἀλλ᾽ ὅρα, μὴ θερμῶς ᾄττε περὶ τὰ Γράμματα, καὶ μὴ πόῤῥω τῆς νύσσης ἀπότρεχε Οὐ γὰρ τοῦτο, φησὶν, εἶπον, ὅτι Πᾶν πρωτότοκον ἅγιον τῷ Κυρίῳ κληθήσεται· ἢ γὰρ ἂν οὕτω καὶ πρὸς τὴν ἄλογον φύσιν ἡ ἁγιότης διέβαινεν· ἀλλ᾽ ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν· τουτέστιν, Ὅταν ἀπειρογάμως ὁ τόκος προβῇ· ὅταν οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ᾽ ἐξ ἁγίου Πνεύματος ἡ τοῦ τικτομένου γένηται σύλληψις· ὅταν, μηδενὸς ἔξωθεν κρούσαντος, αὐτὸ τὸ βρέφος ἔσωθεν διανοίξῃ· ὅταν, τῆς παρθενίας σφραγίδων καὶ κλείθρων ἀσαλεύτων φυλαττομένων ἔνδοθεν, ἔξω τὸ τικτόμενον ἐκπηδήσῃ· οὕτω «Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται.»

Ἐκεῖ μὲν γὰρ οὐδὲ τὰ βρέφη τὰς μήτρας διήνοιξεν, ἀλλ᾽ ἡ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα συνέλευσις· «Ἔγνω γὰρ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν.» Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ᾽ αὐτὸ τὸ τεχθὲν τὰς τῆς μήτρας διήνοιξε πύλας, μηδὲ μιᾶς προσδεηθὲν σαρκικῆς συμφωνίας ἀπὸ τῶν ἔξωθεν. «Πρὶν ἢ γὰρ, φησὶ, συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Δύνασαι δὲ καὶ συνεκδοχικώτερον τὴν φωνὴν ἐκλαβεῖν τῆς Παρθένου, ἔξωθεν συνακουομένης, ἵν᾽ ᾖ τὸ ἑξῆς οὕτως· «Πᾶν ἄρσεν διανοῖγον μήτραν παρθένον, ἅγιον τῷ Κυρίῳ κληθήσεται.» Ὅπερ μόνον ἐπὶ Χριστοῦ πέπρακται, μηδενὸς ἄλλου τῶν πάντων κεκοινωνηκότος τῷ χρήματι. Μόνος γὰρ οὗτος παρθένον μήτραν σαρκὶ τεχθεὶς ἐξανέῳξε· καὶ πάλιν ταύτην παρθένον, ὡς πρὸ τοῦ τόκου, τετήρηκεν. «Καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου· ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν.» Τί δέ; Καὶ θυσίας κατὰ τὸν νόμον ἀνήνεγκε; Καὶ πῶς φησιν ὁ Παῦλος, ὅτι «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ. Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας,» τουτέστι διὰ τοῦ σταυροῦ θυσιάσας;

Εἰ δὲ καὶ αὐτὸς θυσιάσων ἀνέρχεται, πρῶτον μὲν εὑρεθήσεται κυρῶν τε καὶ συνιστῶν ταῦτα ἅπερ αὐτὸς οὗτος, πρὸς τὸ κρεῖττον ἀμεῖψαι παρεγένετο· ἔπειτα δὲ καὶ αὐτὸς ἔσται τῶν πολλῶν εἷς, δουλεύων τῇ τοῦ νόμου κατάρᾳ.

Καὶ τίνος χάριν ὁ Παῦλός φησιν, ὅτι «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου;» Ἢ οὐχ ὑπὲρ τοῦ βρέφους ταῦτα; Οὒ, φήσειεν ἂν, καὶ μάλα γενναίως ὁ εὐαγγελιστὴς, ἀλλ᾽ ὑπὲρ τῆς τὸ βρέφος τεκούσης Μητρός. Καὶ τοῦτο δῆλον ἐκ τῶν ἄνωθεν εἰρημένων· «Ὅτε γὰρ, φησὶν, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῆς, ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου·» τοῦτο περὶ τοῦ βρέφους· «καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν·» τοῦτο περὶ τῆς Παρθένου καὶ τοῦ ταύτης μνηστῆρος.