Ἔργον
Μέγας Αθανάσιος – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου
Η υποδοχή του Κυρίου από τον δίκαιο Συμεών
Ο εγκωμιασμός του πρεσβύτη Συμεών, η πνευματική καθοδήγησή του στο ναό, η προσευχή της απολύσεως και η μετάδοση του αγγέλματος της σωτηρίας στον Άδη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η υποδοχή του Κυρίου από τον δίκαιο Συμεών
Ο εγκωμιασμός του πρεσβύτη Συμεών, η πνευματική καθοδήγησή του στο ναό, η προσευχή της απολύσεως και η μετάδοση του αγγέλματος της σωτηρίας στον Άδη.
Εἰ δὲ καὶ περὶ τοῦ βρέφους ταῦτα, ξένον οὐδέν. Ὁ γὰρ περιτμηθῆναι κατὰ τὸν νόμον μὴ ἀπαξιώσας, πῶς ἂν τὰς κατὰ νόμον θυσίας ἀπείπατο; ᾧ γε τοσοῦτον ἀπῆν τὸ ἀναβάλλεσθαι ταῦτα καὶ ὑπερτίθεσθαι, ὅτι καὶ τὸ Ἰωάννου βάπτισμα βαπτισθῆναι οὐ παρῃτήσατο· καίτοι τοῦ βαπτιστοῦ χρείαν ἔχοντος ὑπ᾽ αὐτοῦ βαπτισθῆναι. Ἀλλ᾽ ὅμως τοσοῦτον ἡμῖν συγκατέβη, καὶ οὕτως ὑπὸ τῆς ἰδίας φιλανθρωπίας κεκίνηται, ὡς μὴ τὰ κατὰ νόμον μόνον, ἀλλὰ καὶ σταυρὸν καὶ θάνατον καταδέξασθαι, ἵνα πρὸς ἑαυτὸν ἡμᾶς ἀνελκύσῃ, κάτω κειμένους ἐν τῷ τῆς παραβάσεως πτώματι. «Καὶ ἰδοὺ ἦν, φησὶν, ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτάτων τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·» ἄνθρωπος τὸ φαινόμενον, καὶ ὑπὲρ ἄνθρωπον τὸ νοούμενον· ἄνθρωπος τὴν οὐσίαν, ἀλλὰ τὴν ἀξίαν πολλῷ τῷ μέσῳ τῶν ἀνθρώπων ὑπερκείμενος· τὴν φύσιν ἄνθρωπος, ἀλλὰ τὴν ἀρετὴν ἄγγελος.
Ἄνθρωπος αἰσθητὸν μὲν ἐνδιαίτημα τὴν κάτω Ἱερουσαλὴμ κεκτημένος· νοητὸν δὲ τὴν ἄνω Ἱερουσαλὴμ τὴν μητρόπολιν, «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός·» ἄνθρωπος ἀνθρώποις μὲν τῇ σαρκὶ συναναστρεφόμενος, ἀγγέλοις δὲ τῷ πνεύματι συμπολιτευόμενος· μᾶλλον δὲ καὶ τῶν ἀγγέλων ὁ Συμεὼν ὑπέρτερος· εἴπερ τὸν ἐκείνοις ἀθέατον, οὗτος ἰδεῖν κατηξίωται· καὶ οὐκ ἰδεῖν μόνον, ἀλλ᾽ ὃ τούτου μεῖζον ἦν καὶ παραδοξότερον, καὶ ἐναγκαλίσασθαι. «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος·» ἀπεδίδου γὰρ ἑκάστῳ τὸ κατ᾽ ἀξίαν· τῷ μὲν λόγῳ τὸ τὰ θεῖα καὶ ἐννοεῖν καὶ λογίζεσθαι· τὸ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· τὸ μὴ ἐπανιστᾷν τὴν κτίσιν τῷ Κτίστῃ, κατὰ τοὺς ἄφρονας· τὸ μηδὲν ἔξω τῆς θείας εἶναι προνοίας ὑπολαμβάνειν· τὸ διὰ τῶν κτισμάτων ἀναλόγως τὸν Γενεσιουργὸν ἐννοεῖν· τῷ δὲ θυμῷ τὴν κατὰ τοῦ ὄφεως αὐστηρίαν, τὸ κατὰ τῆς ἁμαρτίας ἀπότομον· τὸ κατὰ τῶν ἀσεβούντων ἀσυμπαθὲς καὶ ἀνήμερον. Ὁ Ἡλίας μὲν κατὰ τῶν Ἀχαὰβ πεντηκοντάρχων· Φινεὲς δὲ κατὰ τοῦ Μαδιανιτίου μύσους· Πέτρος δὲ καὶ Παῦλος, ὁ μὲν κατὰ Ἀνανίου καὶ Σαπφείρας, ὁ δὲ κατὰ Ἐλύμα καὶ Ἀλεξάνδρου, καὶ πολλῶν ἄλλων δικαιότατα ἀπεχρήσατο.
Τῇ δὲ ἐπιθυμίᾳ τὸ μελετᾷν ἐν νόμῳ Κυρίου διαπαντός· τὸ ἐπιθυμητὰ ἡγεῖσθαι τὰ δικαιώματα Κυρίου ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον· τὸ λέγειν μετὰ Δαυΐδ· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Οὕτως ἦν δίκαιος ὁ Συμεὼν, μηδενὸς εἴδους τῆς ἀρετῆς ὑστερούμενος· εἴπερ ἐμπεριεκτικὴν ἴσμεν τὴν δικαιοσύνην καὶ τῶν ἄλλων πασῶν ἀρετῶν, ὅσαι ταῖς γενικαῖς ταύταις ὑποβεβήκασιν. «Εὐλαβὴς» δὲ πῶς; εὐλαβούμενος ἀπὸ προσώπου Κυρίου καὶ τῶν αὐτοῦ προσταγμάτων· ἀνεγνώκει γὰρ καὶ λίαν ἐπεσκεμμένως τὸ, «Ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» «Προσδεχόμενος παράκλησιν τοῦ· Ἰσραήλ.» Ποίαν παράκλησιν; Ἣν Ἀβραὰμ ἐν ἀγγέλου ἑωρακὼς σχήματι, θεοπρεπῶς προσεκύνησε. Ποίαν παράκλησιν;
Περὶ ἧς Ἰακὼβ προηγόρευσεν· «Οὐκ ἐκλείψει ἄρχων, εἰπὼν, ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ἀλλὰ ποίαν παράκλησιν; Αὐτὴν ἐκείνην περὶ ἧς Βαλαὰμ, εἰ καὶ τῆς ἐκκλησιαστικῆς αὐλῆς ἔξωθεν ἑστηκὼς, προεφήτευσεν· «Ἀνατελεῖ, λέγων, ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ.» Αὐτὴν ἐκείνην περὶ ἧς Μωϋσῆς φησιν, ὅτι «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.» Ταύτην τὴν παράκλησιν, διὰ Πνεύματος ἁγίου χρηματισθεὶς Συμεὼν, προσεδέχετο. Τί οὖν; μήτι γε ἄρα ταύτην ἀεὶ προσδεχόμενος ἐψεύσθη πως τῶν ἐλπίδων, ἢ τῆς προσδοκίας διήμαρτεν, Οὐμενοῦν, οὐδαμῶς· ἀλλὰ καὶ εἶδε καὶ ἐνηγκαλίσατο. Ὢ τῆς τοῦ ἀνδρὸς ἀρετῆς! ὢ τῆς ὑπερβαλλούσης εὐλαβείας καὶ καθαρότητος! «Εἰς ἃ,» κατὰ τὸν μακάριον Παῦλον [l. Πέτρον], «ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι,» εἰς ταῦτα Συμεὼν οὐ παρακύψαι μόνον, ἀλλὰ καὶ καθαρῶς ἐμβατεῦσαι, καὶ ψηλαφῆσαι ταῦτα, καὶ ἀκραιφνῶς μυηθῆναι δεδύνηται. «Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν.» Ὢ τοῦ θαύματος!
Οὐδὲ ποσὶν οἰκείοις πρὸς τὴν τοῦ μυστηρίου διακονίαν κέχρηται· ἅρμα δὲ τούτῳ τὸ Πνεῦμα τὸ ἅγιον γίνεται καὶ οἷον ὑπόπτερόν τινα, καὶ αἰθεροδρόμον Ἀμβακοὺμ ἄλλον, πρὸς τὸν ναὸν εἰσάγει, καὶ τῷ ἱερῷ παριστᾷ· πάντως που τοιαῦτα πρὸς αὐτὸν λέγον καὶ προσφθεγγόμενον· Δεῦρο, ἴθι, γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς ἄλλους τετύχηκας. Δεῦρο, τὰς ἐκβάσεις τῆς καλῆς ἀρετῆς ἀναλάμβανε· καὶ ἃ πρότερον ὁ θεόπτης αἰσθητῶς μὲν τῇ πέτρᾳ τῇ ἐν Σινᾶ, νοητῶς δὲ τῇ περὶ τὸν Θεὸν ἀῤῥαγεῖ σκεπασθεὶς πίστει μόλις ὡς διά τινος ὀπῆς, τῆς ἀμυδρᾶς, οἶμαι, θεωρίας καὶ γνώσεως, ἐν ὀπισθίων εἴδει τεθέαται· ταῦτα σὺ νῦν ἐναργῶς καταμάνθανε, καὶ μετάβαινε λοιπὸν ἀπὸ τοῦ θανάτου τοῦ ἐν τῷ σώματι πρὸς τὴν ζωὴν τὴν ἐν πνεύματι· καὶ τὸν ἐν γράμματι νόμον, ᾧ καλῶς ἄγαν καὶ θεοφιλῶς ἐλειτουργήσας, μετάθες πρὸς τὸν ἐν χάριτι. Κέκμηκας γὰρ ἱκανῶς ἤδη τοῖς τύποις καὶ ταῖς σκιαῖς· νεάσαι σε δεῖ τῇ ἀληθείᾳ λοιπὸν, ἵνα τὰ τέλη τῶν νομικῶν παρατηρημάτων ἀρχή σοι πρὸς τὰ τῆς χάριτος χρηματίσῃ διδάγματα.
Ταῦτα κατὰ τὸ νοητὸν οὖς ὁ θεῖος οὗτος πρεσβύτης ἀκούσας παρὰ τοῦ Πνεύματος, χαρᾶς ὅλως καὶ εὐφροσύνης πεπλήρωται· καὶ οἷον ἔνθους ὑπὸ τοῦ θάμβους γενόμενος, οὑτωσί πως τῷ διαλεγομένῳ προσαντημείβετο· Καὶ ἦλθεν ἐκεῖνα, Παράκλητε, ἅπερ ἐγὼ θεάσασθαι κεχρημάτισμαι; ὅλως ἦλθεν ἐκεῖνα, ἅπερ ἰδεῖν ἐγὼ παρὰ σοῦ προεπήγγελμαι;
Δὸς τοιγαροῦν τῷ γήρᾳ χεῖρα, Παράκλητε, δός. Ὑπόθες μοι τὴν παρὰ σοῦ χάριν, ὑπόθες. Τὸ γὰρ σῶμά μοι κέκμηκεν ἤδη, καὶ βαδίζειν ἐξατονεῖ. Βάστασον αὐτὸς, ὦ φύσις παντουργὲ καὶ ἀκάματε, βάστασόν με τὸν ἀσθενῆ, τὸν γέροντα, καὶ πρὸς ἐκεῖνα τὸ τάχος ἀπάγαγε. Ἐὰν γὰρ θελήσω ποσὶν οἰκείοις πρὸς βάδισιν χρήσασθαι, χρονίζω πάντως ἐν τῇ ὁδῷ, κἀκεῖνα παρέρχεται, καὶ οὐ θεωρῶ αὐτά.
Καὶ οἵ μοι τῶν σκυθρωπῶν, εἰ ξένος τούτων γενήσομαι, ὧν τὰς ἐμφάσεις πόῤῥωθεν ἔλαβον! Οὔπω ταῦτα κατὰ νοῦν ὁ πρεσβύτης ἀνετυπώσατο, καὶ ταῖς τοῦ νεὼ πύλαις θᾶττον ἢ λόγος παρίσταται. «Ἦλθε γὰρ ἐν τῷ Πνεύματι, φησὶν, ἐν τῷ ἱερῷ.» Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις, ἔργον τὴν βούλησιν ἔχουσα, καὶ τῇ βουλήσει συμπαρομαρτοῦντα τὰ πράγματα. «Καὶ ἐν τῷ εἰσάγειν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ.» Εἶδες ἀπάντησιν ξένην καὶ ὑπὲρ ἄνθρωπον;
Εἶδες ἀπάντησιν, οὐκ ἐκ συντυχίας τινὸς, ἢ συνθήματος γενομένην, ἀλλ᾽ ἐκ πνευματικῆς ἐνεργείας καὶ χάριτος; Καὶ, ὢ τοῦ θαύματος! οὐδὲ μικρόν τι θάτερος προέλαβε θάτερον, ἀλλ᾽ ὁμοῦ Χριστός τε καὶ Συμεὼν, ὁ μὲν ταῖς μητρικαῖς ὠλέναις, ὁ δὲ τῷ Πνεύματι βασταζόμενος, τῇ τοῦ ἱεροῦ φλιᾷ παρειστήκεισαν. Ὁ μὲν οὖν, τῆς πρὸς γῆν ἀνανεύσας συγκύψεως· κάτω γὰρ ἦν τέως συννεύων τῷ γήρᾳ καμπτόμενος· βραχύ τι τὼ πόδε, τὴν βακτηρίαν ῥίψας, ἐπιστηρίζεται, καὶ τὰς χεῖρας ἐκτείνας, τῶν μητρικῶν ἀγκαλῶν λαβεῖν ἐπειρᾶτο τὸν θεάνθρωπον νήπιον· ἡ δὲ μικρὸν μὲν ἐπέσχεν· οὐ γάρ πω σαφῶς ᾔδει τὴν ἐν Πνεύματι πρὸς τὸ ἱερὸν τοῦ γέροντος ἄφιξιν· ἔπειτα δ᾽, ὡς τὸ θεῖον βρέφος ταῖς ταύτης ἀγκάλαις ἑώρα περισκιρτῶν καὶ πρὸς τὰς ἐκείνου παλάμας παρεκπηδῆσαι φιλονεικοῦν, θᾶττόν τε γινώσκει τοῦ μυστηρίου τὴν δύναμιν· καὶ τῷ πρεσβύτῃ χειραπλοῦντι τοῦτο προσεπιδίδωσι· Δέξαι, βοῶσα, γεραρώτερε ἄνθρωπε, τὸν πρὸς σὲ μᾶλλον ἢ πρὸς ἐμὲ τὴν τεκοῦσαν νῦν ἐπειγόμενον· δέξαι τὸν σὲ ποθοῦντα μᾶλλον ἢ Ἰωσήφ· δέξαι τὸν δευτέραν τῆς σῆς φιλίας τὴν πρὸς ἐμὲ τὴν μητέρα στοργὴν, ὡς ἔοικε, λογιζόμενον· δέξαι, καὶ, ὡς βούλει, τοῦ ποθουμένου καταπόλαυε. Ταῦτα εἶπεν ἡ Θεοτόκος, καὶ ταῖς τοῦ πρεσβύτου παλάμαις τὸν υἱὸν ἐπιτίθησιν.
Ὁ δὲ, τὴν ὄψιν, ὡς εἶχε τάχος, τούτῳ προσεπικλίνας, καὶ τοῖς χείλεσι τούτου προσεπερείσας τὰ ὄμματα, τοιαῖσδέ που φωναῖς πρὸς αὐτὸν ἀπεχρήσατο· Τίς ἡ τοσαύτη περὶ ἡμᾶς σου φιλανθρωπία καὶ συγκατάβασις, Δέσποτα; Τίς ὁ τοσοῦτος πλοῦτος τῆς εὐσπλαγχνίας σου; Τί τὸ κινῆσαν τὴν σὴν ἀγαθότητα τοὺς ταπεινοὺς ἡμᾶς ἐπισκέψασθαι; Πότερον πῶς ἡμῖν ἥκεις, φιλάνθρωπε καὶ φιλάγαθε Δέσποτα; Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος;
Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν διαλύον ὄρη καὶ συντρίβον πέτρας, ἢ πῦρ δειματοῦν ῥᾳδίως καὶ καταναλίσκον τοὺς προστυγχάνοντας· ἢ φωνὴ αὔρας λεπτῆς,» οἷς καὶ τῷ Θεσβίτῃ σεαυτὸν ἐνεφάνισας; Οὒ, φησὶν, ὦ γέρον φιλοσοφώτατε· οὐδενὶ τούτων ὑμῖν ἐμφανίζομαι. Οὐ γὰρ οἶδε ταῦτα χωρεῖν ἡ φύσις ἡ θνητή τε καὶ πρόσυλος· ἀλλὰ σαρκοφόρος τις, καὶ ὑμῖν παραπλήσιος· νήπιος, ὡς ὁρᾷς, καὶ τὴν σωματικὴν ἡλικίαν τέως βρεφοφανὴς καὶ ἀτέλεστος· νήπιος ἔτι σπαργάνοις περισφιγγόμενος, ἔτι τῶν μητρῴων μαζῶν ἀμφοῖν περιδρασσόμενος ταῖν χεροῖν· νήπιος, ἄσημόν τι καὶ περικεκομμένον ἔτι διὰ τὴν ἐκ Μαρίας σάρκα φθεγγόμενος· νήπιος ἀγκάλαις μὲν ταῖς σαῖς συνεχόμενος, ἀποσκοπῶν δὲ πρὸς τὴν μητέρα καὶ τὸν μαζόν. Καὶ νῦν μὲν ταῦτα· μικρὸν δὲ ὕστερον, ὅσον τριάκοντα ἔτη περισπεῦσαι χρόνον, καὶ τὸ Ἰωάννου βαπτισθήσομαι βάπτισμα, καὶ προδοθήσομαι, καὶ δήμιος πρὸς Καϊάφαν ἀχθήσομαι, καὶ ἐμπτυσθήσομαι, καὶ κολαφισθήσομαι, φραγγελωθήσομαι· τέλος σταυρωθήσομαι, καὶ λόγχῃ νυγήσομαι, καὶ τάφῳ νεκροφανῶς συγκλεισθήσομαι, καὶ πλάνος ὀνομασθήσομαι, καὶ πᾶν ὁτιοῦν ἂν εἴη τῆς ἀνθρωπίνης ἴδιον φύσεως, παραπλήσιον ὑμῖν, τῆς ἁμαρτίας χωρὶς, ἀναδέξομαι.
Καὶ μὴ θαυμάσῃς, μηδὲ τὸν νοῦν ἐκστῇς καὶ καταπλαγῇς· τοῦτο γὰρ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· τοῦτο ἡ μεγάλη τοῦ Πατρὸς βουλή τε καὶ ἡ πρόγνωσις, ἧς ἄγγελος ἐγὼ τοῖς θεηγόροις προηγόρευμαι· τοῦτο ὁ πρὸς ὑμᾶς οἶκτος, καὶ τὸ μὴ βούλεσθαι βλέπειν τὴν ἐμὴν εἰκόνα δεινῶς ἀνδραποδιζομένην τοῖς δαίμοσι· τὸ μὴ φέρειν ὁρᾷν τὸν βασιλέα τῆς κτίσεως κακῶς τῇ κτίσει δουλεύοντα· τὸ μὴ καρτερεῖν θεωρεῖν τὸν ἀποστάτην καὶ ὑπερήφανον τοῦ ἐμοῦ σφαλερῶς κατεπαιρόμενον πλάσματος. Ταῦτά με τῶν πατρικῶν ἀνεκφοιτήτως ἐξανέστησε κόλπων, καὶ ὡς ὑμᾶς τὴν διὰ σαρκὸς πορείαν ποιήσασθαι πεποίηκε· ταῦτά με γεννηθῆναι καὶ νηπιάσαι, καὶ τῷ ἱερῷ παραστῆναι, καὶ ταῖς σαῖς ἀγκάλαις ἀνακλιθῆναι πεποίηκεν. Οὐ γὰρ ἦν ἄλλως τὸν τύραννον δεσμευθῆναι, καὶ τὰ τούτου σκεύη διαρπασθῆναι, εἰ μὴ παραπλησίως ὑμῖν τῆς ἁμαρτίας χωρὶς κοινωνήσω τῆς ἀνθρωπότητος· οὐκ ἦν ἄλλως τῶν πολυπλόκων τοῦ ᾅδου ἀρκύων τὸν Ἀδὰμ ἀναθῆναι, καὶ τὴν πρώτην κατάστασιν ἀπολήψεσθαι, καὶ τὸ ὅλον Θεὸν τοῦτον γενέσθαι, εἰ μὴ ἐγὼ ἄνθρωπος γένωμαι, καὶ τῆς αὐτῆς αὐτῷ κοινωνήσω καὶ οὐσίας καὶ φύσεως.
Τοίνυν τὰς τῆς ἐνανθρωπήσεως τῆς ἐμῆς αἰτίας μαθὼν, ἄπιθι· καὶ σκυθρωπῶς ἐν τοῖς εἰς ᾅδου τῷ Ἀδὰμ διατρίβοντι φαιδροπρεπῶς ἐμφανίσθητι· καὶ ἀντὶ τῶν ἐν λύπαις ὠδίνων τὰ τῆς χαρᾶς τῇ Εὔᾳ διακόμισον εὐαγγέλια· Ἥκει, λέγων, ἡ λύτρωσις· ἥκει ὁ ῥύστης· ἥκει ἡ ἄφεσις· ἥκει ὁ ἐλευθερωτής.
Μηκέτι θρήνει, φύσις ἡ ἀνθρωπεία· ἥξει γὰρ ὁ ἀντιληψόμενος ὑμῶν, ἥξει καὶ οὐ χρονιεῖ. Τούτων τοίνυν τῶν θείων φωνῶν κατὰ τὸ νοερὸν οὖς ὁ Ἀβραμιαῖος ἐκεῖνος ἀκούσας πρεσβύτης, τοῦ γήρως ὥσπερ ἐν λήθῃ γενόμενος, θᾶττον ἀνέθορε, καὶ προθυμίας ὅλος πλησθεὶς, γεγωνοτάτῃ φωνῇ· «Ἰσχύσατε, φησὶν, ἀνειμέναι χεῖρες, ἰσχύσατε· γόνατα παραλελυμένα, ἀνορθώθητε·» κνῆμαι συντετριμμέναι, κρατυνθῆτε, ἵνα, τὴν εἰς ᾅδου πορείαν εὐθυβόλως ἀνύσασαι, τηλικούτων ἀγαθῶν ἄγγελοι χρηματίσητε τοῖς προγόνοις.
Εἶθ᾽ ὡς εἶχε τάχους πρὸς τὸ θεῖον ἐπιστραφεὶς βρέφος· «Νῦν ἀπολύεις, ἔφη, τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου· ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν τοῦ λαοῦ σου Ἰσραήλ.» Ὢ τῆς ζέσεως! ὢ τῆς θερμότητος! Ἐπειδή σοι, φησὶν, ὦ Δέσποτα, ταῦτα ἔδοξε, καὶ ἐλεῆσαι τὸ σὸν ὑπὸ τῆς ἰδίας φιλανθρωπίας κεκίνησαι πλάσμα, ἐγώ τε περὶ τὰς ἐλπίδας οὐκ ἐψεύσθην, καὶ ὁ τοῦ θείου χρηματισμὸς Πνεύματος ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, Δέσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ εὐαγγέλια· μὴ προλάβῃ τὰ βρέφη με, Δέσποτα, ἃ διὰ σὲ τὸν πρὸς Ἡρώδου φόνον ὑπέμεινε.
Νήπιά εἰσι καὶ γοργὰ καὶ εὐκίνητα· ἐγὼ δὲ γέρων καὶ βραδὺς καὶ δυσκίνητος· καὶ δέδοικα μήπου, ταχύτερον προδραμόντα μου μεγίστων οὕτω καὶ λαμπρῶν ἀγαθῶν ἄγγελοι τοῖς τοῦ γένους προπάτορσι γένωνται. Οὕτω μὲν οὖν ὁ θεῖος ὄντως ἀνὴρ, καὶ τῆς Χριστοῦ παρουσίας διαπρύσιος κήρυξ εὐχαριστήσας, τοῦτο γὰρ τὸ τὸν Θεὸν εὐλογῆσαι δηλοῖ, προσευξάμενος ἀπελύετο. Ἥψατο γὰρ ἀοράτως, οἶμαι, τῶν τούτου φρενῶν ὁ Σωτὴρ, καὶ τῆς δεήσεως τούτου κατὰ πάντα εἰσήκουσε, καὶ ὡς ἴδιον λάτρην, κεκμηκότα μὲν πλεῖστα τῷ νόμῳ καὶ τῇ σκιᾷ, νεάζοντα δὲ τοῖς θείοις τῆς χάριτος δόγμασι, προσελάβετο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.