Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Μέγας Αθανάσιος

Προοίμιο και το μυστήριο της θείας ενσαρκώσεως

Εισαγωγή στην εορτή της Υπαπαντής και θεολογική ανάλυση της παράδοξης συγκατάβασης του Λόγου μέσω της θείας Οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΥΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ, ΚΑΙ ΘΕΟΥ, ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Τὰ τῆς παρούσης ἱερᾶς πανηγύρεως ἡ εὐαγγελικὴ σάλπιγξ περιηχείτω· καὶ τοὺς τῷ παρθενικῷ τῷδε νυμφῶνι ἐξ εἰλικρινοῦς διανοίας παραστάντας ἡμᾶς ὁ μυστικὸς νυμφοστόλος Λουκᾶς πρὸς τὴν τῶν ἐν αὐτῷ καλῶν κατανόησιν τῷ λόγῳ χειραγωγείτω.

Οὐδὲ γὰρ ὅσιον, αὐτοῦ χοροστατοῦντος τὰ κατ᾽ αὐτὴν, ἕτερόν τινα λόγον ἔξωθεν παρεισάγεσθαι, μηδεμίαν μὲν εὐπρέπειαν, οὐκ ὀλίγον δὲ ταύτῃ τὸ αἶσχος περιποιούμενον. Ὡς γὰρ, ἡλίου καθαρῶς ἐπιλάμποντος, ματαία τις ἡ τοῦ λύχνου φαῦσις καὶ ἄχρηστος· οὕτως ἔνθα Λουκᾶς, ἢ ἄλλος τις τῶν εὐαγγελιστῶν ἀπηχήσειε, πᾶς λόγος ἀργὸς, καὶ προσκορὴς, καὶ ἀνόνητος. Λεγέτω δὴ οὗτος τῆς ἑορτῆς τὰ γνωρίσματα, καὶ δεικνύτω ταύτην μᾶλλον τοῖς φιλεόρτοις ἡμῖν ἢ τοῖς φιλοπολέμοις τὰς παρατάξεις αἱ σάλπιγγες. Λέξει δὲ πάντως καὶ δείξει μάλα τρανῶς, ἀκοὴν ἡμῶν ὑποτιθέντων εὐγνώμονα.

Καὶ δὴ προσεκτέον, καὶ πάσῃ φυλακῇ τηρητέον, ἵνα μὴ, κατήγορον τὸν συνήγορον καὶ κριτὴν τὸν πανηγυριστὴν παραφρόνως ἀπεργασάμενοι, μεταμελετῶμεν ἐπ᾽ ἐσχάτων, πλὴν ἀνωφελῆ καὶ ἀνόνητα. «Ἀνήγαγον» οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν «εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου.» Τίς ἂν ἐφίκοιτο λόγος τῶν λεγομένων; Ποῖος νοῦς ἐν περινοίᾳ τοῦ θαύματος περιγένηται; Ποία ἀκοὴ τὸ μεγαλεῖον χωρήσει τοῦ διηγήματος; Ὢ τῶν φοβερῶν ἀκουσμάτων! Ὁ προαιώνιος πρόσφατος· ὑπὸ χρόνον ὁ ἄχρονος· ἐν περιλήψει ὁ ἀπερίληπτος· ὁ ἀΐδιος νήπιος· τὸ μέγιστον, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου καὶ γίνεται καὶ πιστεύεται.

Τί τὸ ξένον, τί τὸ παράδοξον; Τίς ἡ τοσαύτη τοῦ Λόγου περὶ ἡμᾶς συγκατάβασις; Ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον. Τί λέγεις, ὦ τῶν ἱερῶν εὐαγγελιστῶν ἐξοχώτατε καὶ σοφώτατε; Τί λέγεις, ὦ τῆς οὐρανίας ἐκφαντορίας ἐξηγητὰ καὶ διδάσκαλε;

Τί λέγεις, ὦ μυστικὲ λογογράφε τῶν νοημάτων τοῦ Πνεύματος; Περὶ Θεοῦ διαλέγῃ, καὶ τοπικῆς μεταβάσεως μέμνησαι; Υἱὸν Θεοῦ τὸν ἐκ Παρθένου τεχθέντα βούλει διατρανῶσαι τοῖς πέρασι, καὶ σαρκικοὺς εἰς μέσον παράγεις γονεῖς; Καὶ ἔστιν ὅλως Θεοῦ γονεὺς ἐπὶ τῆς γῆς; Ἢ ἔχει γονεῖς Θεός; Ἢ νηπιάζει Θεός; Ἢ βαστάζεται ὑπὸ γονέων Θεός; Τίς ὁ λόγος, τί τὸ μυστήριον; Ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον. Τίσιν ἄρα παλάμαις· ἀγκάλαις δὲ ποίαις τοῦτον βαστάζοντες; Τὰ χερουβὶμ τρέμει, τὰ σεραφὶμ ἀποστρέφεται, ἄγγελοι φρίττουσιν, ἀρχάγγελοι καταπλήττονται, καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν φόβῳ τὰς ὄψεις κατακαλύπτουσι· καὶ σὺ βροτοὺς εἰσάγεις ἐνύλους βαστάζοντας τοῦτον, καὶ κινοῦντας καὶ περιάγοντας. Τί τὸ θαῦμα; Τί τὸ πρᾶγμα; Τί τὸ ἀπόῤῥητον; Ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον· ταῦτα γὰρ ἔλεγες, τὰ περὶ τὴν γέννησιν ἡμῖν ἱστορῶν· τούτου γὰρ χάριν καὶ τοὺς ἀγγέλους εἰσήγαγες τοῖς ποιμέσι τὸν τόκον ὁμοῦ καὶ τὸν τόπον ἐν ᾧ οὗτος ὑποδεικνύντας καὶ διαγγέλλοντας· τήν τε οὐρανίαν ἐκείνην πληθὺν, μεγαλοφώνως βοῶσαν, καὶ λέγουσαν· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη·» καὶ τὴν τεκοῦσαν πάντα μετ᾽ ἐπιμελείας διατηροῦσαν, καὶ ταῖς τῆς παρθενίας σφραγῖσι συμβάλλουσαν;

Ναὶ, φησὶ, καὶ μὴ πρὸς τὸ θαῦμα μόνον, ἀλλὰ καὶ πρὸς τὴν οἰκονομίαν ἀπόβλεπε. Οὐ γὰρ Θεὸς οὕτως, ὡς ἔφυ, γυμνὸς βρεφουργεῖται, καὶ μητρικαῖς ὠλέναις ἐμπεριγράφεται, ἀλλὰ τὴν βροτείαν φύσιν ὑπειλημμένος, μᾶλλον δὲ αὐτόχρημα τῆς ἁμαρτίας χωρὶς κατὰ ἀλήθειαν γενόμενος ἄνθρωπος.

Πῶς καὶ τίνα τρόπον; Οὐκ ἔχω λέγειν, φησίν· ἄῤῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ καὶ τῆς ὑπὲρ ἄνθρωπον κατηξίωται χάριτος, ἀλλὰ καὶ αὐτῇ τῇ ἀΰλῳ φύσει, καὶ πρώτῃ μετὰ τὴν πρώτην Εἰ δὲ καὶ ἄϋλος φύσις, καὶ αὐτὴ ἡ τῷ μυστηρίῳ καθυπουργήσασα παντελῶς ἠγνόησε τὸ μυστήριον, πῶς τοῦτο παρ᾽ ἐμοῦ μαθεῖν ἐπιζητεῖς, ἀνθρώπου μηδ᾽ αὐτὸ τὸ ἐν ποσὶν ἔστιν ὅτε γινώσκοντος;

Πῶς γέγονεν ἄνθρωπος; εἰπὲ σὺ περὶ σεαυτοῦ πρῶτον, πῶς γέγονας ἄνθρωπος, καὶ τότε διερευνήσεις καὶ περὶ τῆς θείας σαρκώσεως· μᾶλλον δὲ μηδὲ τότε· οὐδὲ γὰρ ἐπειδήπερ ἡ σὴ γέννησις γνώριμος, ἤδη καὶ ἡ Θεοῦ· ἢ γὰρ ἂν ἦν κἀκείνη ἀνθρώπου, καὶ οὐ Θεοῦ.

Οὔκουν ἐξεταστέον τὸ, «πῶς·» ὅσῳ γὰρ σὺ τοῦ Θεοῦ ταπεινότερος, τοσούτῳ καὶ τῆς σῆς γεννήσεως ἀποῤῥητοτέρα, καὶ ἔτι μᾶλλον, ἡ τοῦ Θεοῦ. «Ἀνήγαγον» οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν «εἰς Ἱεροσόλυμα.» Τί ποτε ἄρα δράσοντες; Μήτιγε τὴν τοῦ Ἰσραὴλ βασιλείαν παραληψόμενοι; ἢ ὅπλα χαλκεύσοντες, ἢ στρατὸν συγκινήσοντες, ἢ ἄλλο τι τῶν χαμαιπετῶν καὶ προσκαίρων συνεπικερδήσοντες τῷ παιδί; Οὒ, φησίν· ἀλλὰ «παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου.» Τί φὴς, ἄνθρωπε; καὶ ἔστι τοῦ ἀληθῶς Θεοῦ Θεός· ἢ τοῦ κυρίως Κυρίου Κύριος ἕτερος; Ἔστι, φησὶ, καὶ μὴ δείσῃς· οὐ γὰρ κατὰ φύσιν τοῦτο, κατὰ χάριν δὲ καὶ οἰκονομίαν τὴν ἀνωτάτω. Ὥσπερ γὰρ τῶν οὐ κυρίως υἱῶν Πατὴρ ὁ Θεὸς λέγεται· «Ἐγὼ γὰρ, φησὶν, εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες·» οὕτω καὶ τοῦ κυρίως Υἱοῦ κατὰ φύσιν (ὁμοούσιος γὰρ ὁ Υἱὸς τῷ Πατρὶ), κατὰ χάριν δὲ καὶ οἰκονομίαν Θεὸς λέγεται· «Ἀναβαίνω γὰρ φησὶ, πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν» Ὅτου χάριν «οὐδὲ ἀδελφοὺς ἡμᾶς ὁ Υἱὸς καλεῖν ἐπαισχύνεται· Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Καθὼς γέγραπται ἐν νόμῳ Κυρίου.» Ὢ τῆς οἰκονομίας! ὢ τῆς ἀνεξιχνιάστου περὶ ἡμᾶς τοῦ Λόγου οἰκονομίας καὶ ἀγαθότητος!