Ἔργον
Μέγας Αθανάσιος – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου
Η προφήτιδα Άννα και ο καταληκτήριος λόγος
Η παρουσία και η διακήρυξη της προφήτιδας Άννας, η ολοκλήρωση των τυπικών διατάξεων και η τελική δοξολογική προτροπή προς τους πιστούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η προφήτιδα Άννα και ο καταληκτήριος λόγος
Η παρουσία και η διακήρυξη της προφήτιδας Άννας, η ολοκλήρωση των τυπικών διατάξεων και η τελική δοξολογική προτροπή προς τους πιστούς.
Εἶτα μετ᾽ αὐτὸν παρίσταται καὶ Ἄννα τῷ γράμματι, γηραίοις βαδίζουσα βήμασιν· ἐκάλει γὰρ καὶ αὐτὴν τὸ μυστήριον, προφητείας χάριν πληρώσουσαν· ὅπως καὶ αὐτὴ προφητικῶς μαρτυρήσειν, ὡς ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, καὶ ὡς ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ἀλλὰ πρῶτον μὲν ἐκ τοῦ Εὐαγγελίου πυθώμεθα, τίς τε καὶ πόθεν αὕτη καθέστηκε, καὶ ἐπὶ ποίοις καὶ πότε τῷ ἱερῷ ἐφέστηκεν· αὖθίς τε ὁποῖα ἔλεγεν, ἐρευνήσωμεν.
Φησὶ γὰρ ὁ εὐαγγελιστής· «Καὶ ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς· ζήσασα μετ᾽ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων· ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν.
Καὶ αὕτη, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν εὐαγγελιστὴν ποιήσασθαι τὴν ἀφήγησιν· ὥστε καὶ τοῦ ταύτης πατρὸς καὶ τῆς φυλῆς ἐπιμνησθῆναι, ὅπερ ἐπ᾽ οὐδενὶ ἑτέρῳ σχεδὸν εὕρηται; Τὸν μὲν περὶ τούτου ἀκριβῆ λόγον μόνος ἂν εἰδείη αὐτὸς ὁ τῶν ἁγίων Θεὸς, καὶ οἱ τῇ αὐτοῦ ἐμπνοίᾳ Πνεύματος λαλεῖν, κατὰ τὸν θεῖον Ἀπόστολον, δεδιδαγμένοι μυστήρια· αὐτὴ δὲ προφητικῇ διαλάμπουσα χάριτι, τοῖς προσδεχομένοις ἐν Ἱερουσαλὴμ λύτρωσιν, θεόσδοτον ἐνεγέννα παράκλησιν· ὅτι ὁ τοῦ παντὸς Λυτρωτὴς, λέγουσα, παραγέγονε, καὶ τῶν πάντων ὁ Σωτὴρ ἦλθε καὶ πεφανέρωται, τὴν ἰδίαν εἰκόνα λυτροῦσθαι βουλόμενος, καὶ σώζειν τὸ πλάσμα θέλων, ὃ ἔπλασε. Διὰ τοῦτο γὰρ ὁ Χριστὸς Ἰησοῦς ὀνομάζεται, ἐπειδὴ καὶ Σωτὴρ ὁ Ἰησοῦς ἑρμηνεύεται.
Τούτων δὲ πάντων γινομένων τοῖς πράγμασι, καὶ λεγομένων τοῖς ῥήμασιν, ἥ τε Θεομήτωρ Μαριὰμ ἐξενίζετο, καὶ ὁ συμπαρὼν Ἰωσὴφ ἀπεθαύμαζεν. Ὅμως τὰ δεδογμένα τελέσαντες τῷ νόμῳ, ἐπείπερ ἅπαντα τοῦ νόμου πληροῦν ὁ Χριστὸς παραγέγονε, καὶ ἀνάπαυσιν διδόναι τοῖς τοῦ νόμου προστάγμασιν, εἰς Ναζαρὲτ ἐπανέρχονται· ἔνθα καὶ πρὸς τοῦ ἀγγέλου Γαβριὴλ εὐηγγελίσατο ἡ τὸν Σωτῆρα τῷ κόσμῳ γεννήσασα, ἐξ ἀσπόρου μὲν συλλήψεως κυήσασα, παρθένος δὲ μετὰ γέννησιν μείνασα, καὶ πᾶσι δεικνύουσα τοῖς βλέπουσιν, ὡς ἐγνωρίσθη Θεοῦ τὸ Σωτήριον, καὶ τὸ φῶς τοῖς ἔθνεσιν ἔλαμψε· καὶ ὡς Θεοῦ δικαιοσύνη καὶ λύτρωσις πᾶσι τῆς γῆς ἐφάνη τοῖς πέρασι· καὶ δόξαν τοὺς δεδεγμένους ἐνέδυσε θεϊκὴν ὁμοῦ καὶ ἀΐδιον, καὶ ῥεῦσιν καὶ φθορὰν οὐ γινώσκουσαν.
Ἡμεῖς δὲ, ὦ ποθεινότατοι, καθάπερ ἐκεῖνοι, οὕτω Χριστῷ τῷ Θεῷ συναντήσωμεν, σωφροσύνην κομίζοντες, ἁγνείαν βαστάζοντες, ἀκακίαν προσφέροντες, ἀμνηστίαν ἐμφαίνοντες, περισπασμῶν ἑαυτοὺς ἀφορίζοντες, καὶ Θεῷ καθαροὺς προσκομίζοντες, τρόπων ἡμερότητα φέροντες, καὶ τὸ πρὸς ἅπαντας προσηνὲς καὶ φιλάλληλον ἔχοντες. Καὶ πρὸς τούτοις ἅπασι τὴν πρὸς πάντας συμπάθειαν ἄγοντες, καὶ τὸν ἐκ ψυχῆς συμπαθοῦς ἀεὶ προερχόμενον ἔλεον βλύζοντες, οὕτω Χριστὸν προσιόντα δεξώμεθα· οὕτω Χριστὸν εἰσοικίσωμεν· οὕτω Χριστὸν θεοπρεπῶς ἐναγκαλισώμεθα, καὶ προφητικοῖς ἀνθομολογησώμεθα ῥήμασι, τὴν αὐτοῦ πρὸς ἡμᾶς ἀνυμνοῦντες προέλευσιν, καὶ ἣν πρὸς ἡμᾶς συμπάθειαν εἴργασται μεγαλοφώνοις κηρύττοντες στόμασιν· ἵνα καὶ βασιλείας οὐρανῶν ἐπιτύχωμεν, καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, μεθ᾽ οὗ τῷ παναγάθῳ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.