Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων

Μέγας Αθανάσιος

Το σταυρικό πάθος, η σκύλευση του Άδη και η ανάσταση

Η αλληγορική ταύτιση των ανέμων με την ταφή του Κυριακού σώματος, την κάθοδο στον Άδη και την εμφάνιση του αναστημένου Χριστού στους μαθητές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ἄνθρωπος μὲν γὰρ ἄνθρωπον τηρῆσαι οὐ δύναται· οὐδὲ μήτηρ θυγατέρα ἑαυτῆς, οὐδὲ παιδίσκη κυρίαν, ἐὰν μὴ ὁ εὐσεβὴς λογισμὸς φύλαξ γένηται τοῦ ἀνθρώπου. Διὰ τοῦτο, ὦ ἄνερ, εὐνουχίσας σεαυτὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ σὺ, ὦ γύναι, ἔτι ἀσφαλέστερον νοήσασα τὸ ῥητὸν, ἐπισκεψαμένη, δοκίμασον σεαυτὴν λέγουσα τό· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Ὅτε γὰρ Κύριος καὶ Σωτὴρ ἡμῶν ἐσταυρώθη, ὅτε ὁ ἥλιος ἐσκότασεν, καὶ ἡ γῆ ἐσείετο, ὅτε αἱ πέτραι ἐσχίζοντο, καὶ τὰ μνημεῖα ἀνοίγοντο· φόβος συνεῖχε τότε τοὺς μαθητὰς, μὴ εἰδότας τό· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· τότε οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ὁμοθυμαδὸν ἦσαν εἰς κέλλιον κρυπτόμενοι. Μὴ παρὼν δὲ ἐνταῦθα Ἰουδαῖος χλευαζέτω, μηδὲ ἀκούων Ἕλλην γελάτω. Ἐν τούτῳ γὰρ τὴν ἐλπίδα ἔχομεν· διὰ τοῦτο καὶ παῤῥησιαζόμενος λαλῶ. Οὗτος γὰρ ὁ κρεμάμενος ἐπὶ ξύλου, αὐτός ἐστιν ἡ σωτηρία ἡμῶν· ἡ γὰρ τούτου σταύρωσις κάθαρσις ἁμαρτιῶν ἦν. Καὶ ἦν θέαμα μέγα τότε γιγνόμενον, ὅτι, τοῦ σώματος σταυρουμένου, ἡ ἁμαρτία ἔπιπτεν. Εἰ μὴ γὰρ ἦν οὗτος ἐσταυρωμένος ἄχρι τοῦ νῦν, εἵλομεν τοὺς μώλωπας καὶ τὰς ἀσθενείας ἐν τῷ σώματι. Καὶ θεωρῶν ἡμῶν ὁ διάβολος τὸ ἀσθενὲς κατεγαυρία ἡμῶν ἐπανιστάμενος καθ᾽ ἡμῶν. Εἶπε γὰρ ὁ ἐχθρός· Διώξας καταλήψομαι.

Διὰ τοῦτο ὁ Κύριος, κατελθὼν, πρὸς οὐδένα ἦλθεν εἰ μὴ πρὸς τὸν διάβολον· ἐκεῖνος γὰρ ἦν ὁ διδοὺς ἡμῖν τὰ τραύματα, καὶ διαφθείρας ἡμᾶς ἐν ταῖς ἀσθενείαις. Διὰ τοῦτό φησι ὁ Κύριος λέγων· Ἰδοὺ ἐγὼ πρὸς σὲ, τὸ ὄρος τὸ διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν. Διὰ τοῦτο οὖν φησι· Μὴ γελάτω Ἰουδαῖος, τῶν μαθητῶν κρυπτομένων, καὶ τοῦ σώματος σταυρουμένου. Τοῦ γὰρ σώματος κινουμένου ἐν τῷ σταυρῷ, ὁ Λόγος ἐσκύλευσε τὸν ᾅδην· καὶ οἱ θυρωροὶ τοῦ ᾅδου βλέποντες ἔπτησσον· τότε αἱ γυναῖκες παρεκάθηντο τῷ σώματι ἐν τῷ μνημείῳ κλαίουσαι.

Τότε οἱ μαθηταὶ τοῦ Κυρίου ἔσω ἐν τῷ κελλίῳ κρυπτόμενοι λεγέτωσαν. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε. διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Τὸ μὲν σῶμα τὸ ἐν τῷ βοῤῥᾷ κείμενον ἐξεγειρέσθω, ὁ δὲ Λόγος ἐκ τοῦ νότου ἐρχέσθω.

Ἆρ᾽ οὖν ἐν τῷ βοῤῥᾷ ἔκειτο τὸ σῶμα τοῦ Κυρίου; Καὶ γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἦν σταυρωθεὶς ὁ Κύριος, καὶ ἦν ἐκ βοῤῥᾶ τῆς Ἱερουσαλήμ. Διὰ τοῦτο ὁ Δαυῒδ παρατετηρημένως ἔλεγεν· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Διὰ τοῦτο καὶ ἡμεῖς, ὅτε γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ὅπου ἐσταυρώθη ὁ Χριστὸς, καὶ ἦμεν ἑστῶτες ἐν τῇ ἀνατολῇ, καὶ προσευχόμενοι. καὶ ἦν βορεινὸς ὁ τόπος ὅπου ἦν σταυρωθεὶς ὁ Κύριος. Διὰ τοῦτο οὖν οἱ μαθηταὶ ἐν τῷ κελλίῳ ἔσω κρυπτόμενοι λεγέτωσαν· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε, ἐξεγέρθητι σὺν βοῤῥᾷ, τουτέστιν, ἐκ τοῦ νότου εἰς τὸ σῶμα. Τοῦτο γὰρ καὶ ἐν τοῖς προφήταις γέγραπται, ὅτι Ὁ Θεὸς ἐκ Θεμὰν ἥξει.

Τριημέρου δὲ κειμένου τοῦ σώματος ἐν τῷ βοῤῥᾷ, ἔρχεται ὁ Σωτὴρ ἐκ τοῦ νότου, καὶ λαμβάνει τὸ σῶμα τὸ ἐν τῷ βοῤῥᾷ κείμενον, καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς ἐν τῷ τόπῳ ὅπου ἦσαν. Τότε λοιπὸν, εἰσελθόντος τοῦ Ἰησοῦ, ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Τότε λεγέτωσαν οἱ μαθηταὶ τῷ Κυρίῳ· Ὦ Κύριε, ὅτε σὺ ἐσταυρώθης, καὶ ἐσκύλευες τὸν ᾅδην, ἡμεῖς ἦμεν ἐν κελλίῳ ὁμοθυμαδὸν συνερχόμενοι καὶ ζητοῦντες τὸ παρὰ σοῦ φῶς· φῶς δὲ ἡμῖν ἡ σὴ παρουσία. Μὴ βλέποντες δὲ τὴν σὴν παρουσίαν, ἦμεν ἐν σκότει πολλῷ συνεχόμενοι· καὶ ἐλέγετο καθ᾽ ἡμῶν τοῦτο, ὅτι, Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐν κακοῖς γὰρ ἦμεν τότε, οὐκ ἐβλέπομέν σε· νῦν δὲ ὅτε εἴδομεν, ὅτι ἐξεγέρθη ὁ βοῤῥᾶς καὶ ἦλθεν ὁ νότος, τότε ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα.

Τότε προσερχέσθω ὁ Θωμᾶς κατανοῆσαι τὸ σῶμα, καὶ ἰδεῖν τοὺς τύπους τῶν ἥλων, καὶ ἐν τῷ κατανοῆσαι αὐτὸν καὶ ἰδεῖν τοὺς τύπους τῶν ἥλων λεγέτω· Ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Ἀρώματα δὲ ἡμῶν ἡ ἀφθαρσία τοῦ σώματος, ἣν ἐνεδύσατο.