Ἔργον
Μέγας Αθανάσιος – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων
Η κάθοδος του Λόγου, η προσφορά καρπών και η νοερά προσευχή
Η ερμηνεία του κήπου ως του κόσμου από τον οποίο ο Κύριος ζητά καρπούς αγαθών έργων και η αναγκαιότητα της εσωτερικής προσευχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η κάθοδος του Λόγου, η προσφορά καρπών και η νοερά προσευχή
Η ερμηνεία του κήπου ως του κόσμου από τον οποίο ο Κύριος ζητά καρπούς αγαθών έργων και η αναγκαιότητα της εσωτερικής προσευχής.
Διὰ τοῦτο γὰρ καὶ ὁ Παῦλος ἔλεγεν· Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Πότε δὲ ἐνεδύσατο τὸ σῶμα τὴν ἀφθαρσίαν εἰ μὴ διὰ τῆς ἀναπαύσεως τοῦ Λόγου; ἀμέλει γε ὅτε ἀνέστη ὁ Σωτὴρ, καὶ ἦλθον αἱ γυναῖκες ἅψασθαι αὐτοῦ, ἔλεγεν αὐταῖς· Μή μου ἅπτεσθε· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου. Διὰ τοῦτο, εἰ εὐνούχισας σεαυτὸν, ὦ ἄνερ, καὶ σὺ, ὦ γῦναι, ἀκούσατε τὸν πόθον τῆς μακαρίας ταύτης ψυχῆς, πῶς ποθοῦσα τοῦ Λόγου λέγει· Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. Τότε μὲν γὰρ παρεκάλει τὸν Λόγον καταβῆναι εἰς τὸν κῆπον καὶ φαγεῖν καρπὸν ἀκροδρύων αὐτοῦ· πρὸς μὲν γὰρ τὸν κῆπον τὸν κόσμον εἶναι, ἐφ᾽ ὃν παρεκάλει αὐτὸν καταβῆναι καὶ φαγεῖν καρπὸν ἀκροδρύων αὐτοῦ· τὰ δὲ ἀκρόδρυα εἶναι τοὺς ἀνθρώπους· τὸν δὲ καρπὸν εἶναι τῶν ἀκροδρύων τὰς πράξεις τοῦ νόμου· ὃν παρεκάλει αὐτὸν καταβῆναι καὶ φαγεῖν. Οὕτω καὶ ἡμεῖς εἰ ἔχομεν ἑτοίμους τοῦ νόμου ἀποδοῦναι τοὺς καρποὺς τῷ Κυρίῳ, παρακαλῶμεν καὶ ἡμεῖς τὸν Λόγον καταβῆναι καὶ φαγεῖν τὸν καρπὸν τῶν ἀκροδρύων αὐτοῦ· αὐτοῦ γάρ ἐσμεν ἀκρόδρυα καὶ ποιήματα κτισθέντες ἐπ᾽ ἔργοις ἀγαθοῖς.
Διὰ τοῦτο καὶ παρακαλῶμεν αὐτόν. Πῶς δὲ αὐτὸν παρακαλοῦμεν; Διὰ δεήσεων καὶ προσευχῶν, οὐχ ἵνα τῷ στόματι κράζωμεν, ἀλλὰ τῷ λογισμῷ ἐν ἑαυτοῖς εὐχόμενοι. Τί γὰρ εὐχόμενος κράζεις, ὡς τοῦ Θεοῦ κοιμωμένου; Ἰδοὺ γὰρ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Τοῦτο δὲ καὶ Ἱερεμίας ἔλεγεν· Ἐγρηγόρησεν ἐπὶ τὰ ἀσεβήματά μου· τοῦτο δὲ καὶ Ἡσαΐας ἔλεγεν· Ἔτι σου λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐ γὰρ ἀναμένει ὁ Θεὸς τοὺς ἐκ τῶν χειλέων λόγους. Ἀμέλει γε ὁ Σωτὴρ ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν, ὅτι Οἶδεν ὁ Θεὸς ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Διὰ τοῦτο μὴ ὡς ἐξ ἔργου εὐχόμενοι κράζωμεν· ἀλλ᾽ εἰ καὶ τῷ στόματι εὔχῃ, εὔχου καὶ τῷ νοΐ· τοῦτο γὰρ καὶ ὁ Παῦλος ἔλεγε· Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ. Ἐκ βαθέων γὰρ, φησὶ, ἐκέκραξά σοι, Κύριε.
Διὰ τοῦτο καὶ ἡ γυνὴ ἐν ταῖς Βασιλείαις ὅτε ηὔχετο κράζουσα, ὁ ἱερεὺς ἐφίμωσε τὸ στόμα αὐτῆς, ἡγησάμενος αὐτὴν, ὅτι ἐμέθυεν· καὶ ὅμως ἐκείνη, τῷ νοῒ εὐχομένη, καὶ εἰσηκούσθη, καὶ ἔτεκε τὸν Σαμουήλ. Διὰ τοῦτο καὶ σὺ τί εὐχόμενος κράζεις, ὡς τοῦ Θεοῦ μὴ ἀκούοντος; Ἄκουε τοῦ λέγοντος, ὅτι Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; Εἰ μὲν γὰρ σὺ ἔχων ὦτα ἀκούεις, πόσῳ μᾶλλον ὁ ποιητὴς ὤτων; Διὰ τοῦτο παρὰ Κυρίῳ μὴ εὐχόμενοι κράζωμεν, ὡς τοῦ Θεοῦ μὴ ἀκούοντος· καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.