Ἔργον
Μέγας Αθανάσιος – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων
Ο πόθος των επουρανίων και η σταθερότητα της αρετής
Η πνευματική ανύψωση του νου μέσω των θείων Γραφών και η ανάγκη σταθερότητας απέναντι στους πειρασμούς, με αναφορά στα βιβλικά πρότυπα σωφροσύνης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο πόθος των επουρανίων και η σταθερότητα της αρετής
Η πνευματική ανύψωση του νου μέσω των θείων Γραφών και η ανάγκη σταθερότητας απέναντι στους πειρασμούς, με αναφορά στα βιβλικά πρότυπα σωφροσύνης.
Τοῦ αὐτοῦ Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὸ ᾎσμα τῶν ᾀσμάτων. Ποθητοὶ οἱ λόγοι καὶ ἐράσμιοι, καὶ εἰς οὐρανοὺς ἀνάγοντες, καὶ πτεροποιοῦντες τοὺς πιστούς. Πτεροποιοῦσι γὰρ ἀληθῶς αἱ θεῖαι Γραφαὶ τοὺς πιστοὺς τῷ πόθῳ τῶν οὐρανίων. Τοῦτον γὰρ τὸν πόθον ἔχων εἷς τις τῶν ἁγίων ἔλεγε· Τίς δῴη μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω;
Ὁ πόθος τῶν οὐρανίων αὐτὸν εἷλκε, καὶ ἐπτεροποιεῖτο αὐτὸν τῶν ἁγίων ὁ νοῦς, ἐπιλανθανομένων τῶν γηίνων καὶ τῶν ἐπουρανίων μεριμνώντων. Τὸν γὰρ νοῦν ἑαυτῶν δόντες εἰς τὸν οὐρανὸν, καὶ ποθοῦντες τὰ οὐράνια, ἐπελανθάνοντο τῶν γηίνων. Τοῦτον γὰρ τὸν πόθον ἔχων καὶ Παῦλος ὁ ἀπόστολος ἔλεγε· Κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ὁρᾷς τοὺς ἁγίους πτεροποιουμένους; Πτεροποιοῦσι γὰρ αὐτοὺς ἀληθῶς οἱ λόγοι οὗτοι. Τίνων γὰρ οὐκ ἐπτεροποιήθη ὁ νοῦς ἀκηκοότων τοῦ ἀναγνώσματος;
Ἰδὲ γὰρ τὸν πόθον τῆς μακαρίας ψυχῆς ταύτης λεγούσης· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Ἰδὲ τὴν πεποίθησιν τῆς μακαρίας ταύτης ψυχῆς, πῶς θαῤῥοῦσα ἑαυτῇ ἐκκαλεῖται τοὺς πειρασμοὺς πρὸς δοκιμασίαν ἑαυτῆς. Ἐξεγέρθητι, λέγει, βοῤῥᾶ, καὶ ἔρχου, νότε. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐγὼ ἐστήριγμαι ἐπὶ τὴν πέτραν, ἐρχέσθωσαν οἱ ἄνεμοι καὶ προσβαλλέτωσάν μοι, ὁ μὲν εἷς ἐν τούτῳ τῷ μέρει, καὶ ὁ ἄλλος ἐν τῷ ἄλλῳ μέρει· ἐγὼ οὐ φοβοῦμαι οὐδένα· ἔχω τὴν πέτραν τὴν βαστάζουσάν με· τὴν γὰρ οἰκίαν μου ἐπὶ τὴν πέτραν ᾠκοδόμησα, καὶ ἐν τῷ ἐλθεῖν τοὺς ἀνέμους οὐκ ἐφοβήθην. Θέλεις δὲ γνῶναι τίς ἐστιν ἡ πέτρα, ἐφ᾽ ἧς ἕστηκεν αὐτὴ ἡ μακαρία ψυχή; ἄκουε τοῦ Παύλου πῶς ἑρμηνεύει αὐτὴν καὶ λέγει· Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἐπὶ ταύτης τῆς πέτρας στήκουσα οὐ πτοεῖται, ἀλλὰ καὶ τὸν ἀπὸ βοῤῥᾶ ἐρχόμενον διάβολον οὐ φοβεῖται, οὐδὲ πάλιν τὸν ἐκ νότου. Ὅσον γὰρ τεθεμελίωμαι καὶ ἕστηκα ἐπὶ τὴν πέτραν, οὐδὲν φοβοῦμαι· κἂν ἀπειλῇ μοι θάνατον, οὐ πτοοῦμαι, οὐ φοβοῦμαι διωγμόν. Ἕτοιμός εἰμι τοῦ ὁμολογῆσαι· οὐ φοβοῦμαι λιμὸν, ἔχων τὸν ἐνδυναμοῦντά με Λόγον· καὶ λέγω κἀγὼ κατὰ τὸν μακαριώτατον Παῦλον· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, Χριστῷ.
Θλίψις μοι ἐὰν ἔλθῃ, ὑπομένω αὐτήν· διωγμὸς ἐὰν ἔλθῃ μοι, μαρτυρῶ· λιμὸς ἐὰν ἔλθῃ μοι, ἔχω τὸν τρέφοντά με Λόγον· μάχαιρα ἐὰν ἔλθῃ, ἔχω τὸν ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τὸν διικνούμενον μέχρις ἁρμῶν τε καὶ μυελῶν· ἡδονὴ σαρκὸς ἐὰν ἔλθῃ μοι, τῇ διστόμῳ μαχαίρᾳ ἀποτέμνω αὐτὴν, καὶ ἀποβάλλω καὶ εὐνουχίζω ἐμαυτόν· οὐ μάχαιραν ἐπιβάλλων, καθάπερ τινὲς τῶν ἀνθρώπων ποιοῦσιν, ἀλλὰ, καθὼς εἶπεν ὁ Κύριος, ὅτι· Εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄνθρωποι μὲν γὰρ ἀνθρώπους εὐνουχίζουσιν οὐ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλὰ διὰ τὴν βασιλείαν τῶν γυναικῶν ἑαυτῶν καὶ διὰ τήρησιν, καὶ διὰ ὑπερηφανίαν. Θέλεις δὲ ἀκοῦσαι τίνες εἰσὶν οἱ εὐνουχίσαντες ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν; ἰδοὺ Ἰωσὴφ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν εὐνούχισεν ἑαυτόν· κρατηθεὶς γὰρ ὑπὸ τῆς δεσποίνης εἰς τὸν κοιτῶνα, καὶ μηδενὸς ὄντος ἐν τῷ τόπῳ, κἀκείνης ἀναγκαζούσης τοῦ τελέσαι τὴν ἑαυτῆς ῥᾳθυμίαν, αὐτὸς εὐνούχισε μὴ συγκαταθέμενος αὐτῇ.
Τοῦτο δὲ καὶ ἡ μακαρία Σουσάννα πεποίηκεν, εὑρεθεῖσα μόνη ἐν τῷ παραδείσῳ· κατασχόντες γὰρ αὐτὴν οἱ δύο πρεσβύτεροι, θέλοντες μοιχευθῆναι αὐτὴν, παράνομοι γέροντες οἱ μισητοὶ παρὰ τῷ Κυρίῳ· τούτοις δὲ καὶ Σολομὼν ἔλεγεν, μᾶλλον δὲ ὁ Κύριος διὰ Σολομῶντος, ὅτι Τρία εἴδη ἐμίσησεν ἡ ψυχή μου, γέροντα μοιχὸν, καὶ πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην· ὁρᾷς, ὅτι μισητοὶ ὄντως παρὰ τῷ Κυρίῳ ἐκεῖνοι οἱ γέροντες; ὅτε οὖν ἐπανέστησαν τῇ μακαρίᾳ Σουσάννῃ, μηδενὸς ὑπάρχοντος ἐν τῷ τόπῳ, θέλοντες τὴν ῥᾳθυμίαν ἑαυτῶν ἐκτελέσαι, αὕτη, συμβουλευσαμένη ἐν ἑαυτῇ τῷ λογισμῷ, εὐνούχισεν ἑαυτὴν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.