Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ Ἐπορευομένου αὐτοῦ

Μέγας Αθανάσιος

Ο συμβολισμός του πώλου και η λύτρωση από την αμαρτία και τους δαίμονες

Εξέταση της παρουσίας των αγγελικών δυνάμεων ως αοράτων μαθητών, ερμηνεία του πώλου ως τύπου του πεπτωκότος Αδάμ και απελευθέρωση του ανθρώπου από την τυραννία του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

διὰ τοῦτο γὰρ καὶ ὁ προφήτης στενάζων ἔλεγεν· «ἡ τρυφερά μου ἐπορεύθη ὁδοὺς τραχείας.» πρὸ γὰρ τῆς παρουσίας τοῦ σωτῆρος πεῖραν ἔλαβεν ὁ ποῦς τῆς τρυφερᾶς ψυχῆς βαίνειν ἐπὶ τῆς γῆς. ὅτε δὲ ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς «κηρύξαι τοῖς αἰχμαλώτοις ἄφεσιν,» τότε ἔβαλεν «ὕδωρ εἰς τὸν νιπτῆρα» καὶ ἀποτίθεται «τὰ ἱμάτια» καὶ «λέντιον» περιζώννυται καὶ νίπτει «τῶν μαθητῶν τοὺς πόδας» καὶ μετὰ τὸ νίψαι αὐτῶν τοὺς πόδας ἐνδιδύσκεται «τὰ ἱμάτια αὐτοῦ» καὶ ἐνδεδυμένος συνεστιᾶται αὐτοῖς. ὥστε διὰ τοῦτο ὑπέστρωσαν τὰ ἱμάτια αὐτῶν οἱ μαθηταὶ ἐν τῇ ὁδῷ, ἵνα μὴ ἐπὶ τῆς γῆς βαίνωμεν, μηδὲ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευώμεθα, ἀλλ᾽ ἀντὶ τοῦ τὸ στῆθος ἡμῶν ἐπὶ τῆς γῆς ἐπανακλίνεσθαι ἐπανακλίνωμεν μᾶλλον αὐτό, ὡς Ἰωάννης, ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ. κἂν γὰρ ἔτι ἐπὶ τῆς γῆς ὁ τοιοῦτος διατρίβῃ, οὐκ ἔχει τοὺς πόδας συρομένους ἐπὶ τῆς γῆς, ἀλλ᾽ ὡς ὁ Παῦλος ἐπὶ τῆς γῆς περιπατῶν «ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχει.» «Ἐπεκάθισαν» οὖν, φησί, «τὸν Ἰησοῦν ἐπὶ τὸν πῶλον.» «καὶ πορευομένου αὐτοῦ ὑπέστρωσαν τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.» «οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὠσαννὰ τῷ υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» θαῦμα καινὸν καὶ παράδοξον, ἀγαπητοί. ἆρα γὰρ πλῆθος ἦν μαθητῶν μετὰ τοῦ Ἰησοῦ, οὐχ οἱ δώδεκα ἦσαν μόνοι;

καὶ πῶς πλῆθος ἐνταῦθα σημαίνει τὸ εὐαγγέλιον; ἀλλὰ τάχα καὶ ἄγγελοι αὐτῷ συμπαρῆσαν καὶ δυνάμεις θεῖαι αὐτῷ ἐμαθήτευον; πρὸ γὰρ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν Γαβριὴλ αὐτῷ μαθητεύεται. αὐτὸς γάρ ἐστιν ὁ ἀποσταλεὶς πρὸς τὴν ἐκ σπέρματος Δαυὶδ μεμνηστευμένην παρθένον Μαρίαν. αὐτός ἐστιν ὁ λέγων· «ἆρον τὸ παιδίον καὶ φεῦγε εἰς Αἴγυπτον.» αὐτός ἐστιν ὁ εἰρηκώς· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» αὐτός ἐστιν ὁ καὶ ἐν τῷ μνημείῳ ἀποκυλίσας τὸν λίθον. αὐτός ἐστιν ὁ καὶ ταῖς γυναιξὶν εὐαγγελισάμενος καὶ εἰπών· «οὐκ ἔστιν ὧδε, ὃν ζητεῖτε· ἀνέστη ἐκ τῶν νεκρῶν, ὥσπερ εἴρηκε.» «δεῦτε», φησίν, «ἴδετε τὸν τόπον ὅπου ἔκειτο» ὁ κύριος. «ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε.» διὸ καὶ ὁ προφήτης πρὸ πολλοῦ βοᾷ λέγων· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» καὶ ἄγγελοι οὖν αὐτῷ μαθητευόμενοι διακονοῦσι· «καὶ ἰδού», φησίν, «προσῆλθον οἱ ἄγγελοι καὶ διηκόνουν αὐτῷ.» καὶ πάντες αὐτῷ μαθητεύοντες χαίρουσιν· «ἤρξαντο» γάρ, φησίν, «οἱ ὄχλοι καὶ ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίρειν χαρὰν μεγάλην.» Ζητῶ οὖν ἐπὶ τίνι χαίρουσιν οἱ μαθηταὶ καὶ αἱ θεῖαι δυνάμεις καὶ «χαίρουσιν αἰνοῦντες τὸν θεὸν φωνῇ μεγάλῃ.» ἆρα ὅτι ὁ κύριος ἐπὶ ψιλοῦ ὀναρίου ἐκαθέσθη;

καὶ διὰ τοῦτο χαίρουσιν οἱ μαθηταὶ καὶ αἱ θεῖαι δυνάμεις, ὅτι ὁ κύριος ἐπὶ ὀναρίου ἐπωχεῖτο; τίς ἡ τοσαύτη ἀπειροκαλία; ἐάν τις ἐπὶ ὄνου καθεσθῇ, χαρᾶς ἄξιόν ἐστι; καὶ ἐπὶ τούτῳ τις ὀφείλει χαίρειν, καὶ ταῦτα οἱ τοῦ κυρίου μαθηταί; ἐγὼ οὐκ οἶμαι διὰ τοῦτο χαίρειν τοῦ Ἰησοῦ τοὺς μαθητάς, μάλιστα καὶ ἀγγέλων συνόντων αὐτοῖς καθὼς ὑπεθέμεθα. ἐκεῖνοι γὰρ ἴσασι, διὰ ποῖα πράγματα χαίρουσι. πάντως γὰρ ὁρῶσί τινα πράγματα, ἐφ᾽ οἷς ἄξιον ἦν αὐτοῖς χαίρειν. πρόσχες γάρ, τί φησι τὸ εὐαγγέλιον· ὅτι ἔχαιρον «ἐπὶ πασῶν ὧν εἶδον δυνάμεων.» εἰ δὲ δυνάμεις ἐθεώρουν οἱ μαθηταὶ ἐν τῷ ἐπικαθῆσθαι τῇ ὄνῳ τὸν Ἰησοῦν, οὐκ ἦν ψιλὸν τὸ πρᾶγμα, ἀλλὰ διὰ τῆς ἱστορίας ἐθεώρουν τινὰ μυστήρια καὶ δυνάμεις θείας. ἄκουε γὰρ τοῦ σωτῆρος λέγοντος ὅτι «χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.» διὸ καὶ ἐν ἑτέρῳ ἐδίδασκεν αὐτοὺς λέγων ἐν παραβολαῖς· «ἄνθρωπός τις ἔχων ἑαυτοῦ ἑκατὸν πρόβατα, ἐὰν πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφίησι τὰ ἐνενήκοντα ἐννέα τὰ μὴ πεπλανημένα καὶ πορεύεται ζητῶν τὸ πεπλανημένον; καὶ εὑρὼν αὐτὸ χαρᾷ χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.» τὰ γὰρ μὴ πεπλανημένα «χρείαν οὐκ ἔχουσι μετανοίας.» οὗτος οὖν ὁ πῶλος καὶ «πρόβατον» καλεῖται καὶ «υἱὸς νεώτερος.» «

πρόβατον» γάρ, φησί, «πλανώμενον ἐγενήθη ὁ λαός μου.» καὶ πάλιν· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.» καὶ· «ὁ υἱός μου οὗτος», «ὁ νεώτερος,» «ἀπολωλὼς ἦν καὶ εὑρέθη, νεκρὸς ἦν καὶ ἀνέζησεν.» Ταῦτα οὖν πάντα εἰς ἑαυτὸν ἀναδεξάμενος ὁ κύριος· τὸν ἄνθρωπον ἐνεδύσατο καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη» καὶ ἐπὶ ὀναρίου ἐπεκαθέσθη καὶ «ἀπέθανε» καὶ «ἐτάφη κατὰ τὰς γραφάς.» καὶ τὸ μὲν σῶμα αὐτοῦ ἔκειτο ἐν τῷ μνημείῳ, ἡ δὲ θεότης ἐσκύλευσε τὸν ᾅδην. καὶ ἔλυσε τοὺς πεπεδημένους καὶ ἐλυτροῦτο τοὺς αἰχμαλώτους καὶ ἐζῳοποίει τοὺς τεθανατωμένους. διὰ γὰρ τοῦτο καὶ ἐπὶ τὸν σταυρὸν ἀνέρχεται θριαμβεύων τὸν ἐχθρὸν καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα καὶ στεφανούμενος ὑπὲρ ἡμῶν ἐξ ἀκανθῶν, ἵνα τῆς γενόμενος καθ᾽ ἡμῶν ἀποφάσεως ἐλευθερώσῃ. λέλεκται δὲ τῷ Ἀδὰμ ὅτι «ἀκάνθας ἀνατελεῖ σοι» ἡ γῆ. διὸ τὸν ἐξ ἀκανθῶν στέφανον ἀναδέχεται καὶ κάλαμον τῇ δεξιᾷ χειρὶ κατέχειν παρεσκεύασαν, ἵνα διὰ τούτου τοῦ ὄφεως ῥᾳδίως τὴν ἀναίρεσιν ποιήσηται. οὕτω γὰρ πάλιν ἀντὶ τοῦ ἰοῦ τοῦ ὄφεως, οὗ μετέλαβεν Ἀδὰμ ἐν τῷ παραδείσῳ, αὐτὸς ὑπὲρ ἡμῶν «χολὴν μετ᾽ ὄξους» ποτίζεται· καὶ ἀντὶ τῆς πλευρᾶς, ἐξ ἧς ἐξῆλθεν Εὔα, αὐτὸς τὴν ἑαυτοῦ πλευρὰν παρέσχεν εἰς σφαγήν. γυνὴ Εὔα, γυνὴ Μαρία, ἐξ ἧς ἐγεννήθη ὁ Χριστός. ἄνθρωπος ὁ Ἀδάμ, ἄνθρωπος, ὃν ἐφόρεσεν ὁ Χριστός.

παράδεισος, ἐξ οὗ ἐξεβλήθη ὁ Ἀδάμ, παράδεισος, ὃν ἠνέῳξε τῷ λῃστῇ ὁ Χριστός. οὗτος οὖν ὁ πῶλος «ὁ εἷς ἁμαρτωλός ἐστιν ὁ μετανοῶν,» ὃν ἔλυσεν ὁ κύριος «ἐκ τῶν τοῦ διαβόλου παγίδων», περὶ οὗ χαρὰ γίνεται οὐ μόνον ἐπὶ τῆς γῆς ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς. μετὰ οὖν τὸ λυθῆναι τὸν πῶλον ὑπὸ τῶν μαθητῶν φέρουσιν αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ «χαίρουσι χαρὰν μεγάλην.» ἔτι μὴν καὶ ἄγγελοι καὶ αἱ θεῖαι δυνάμεις χαίρουσιν ἐπὶ τῷ ἀπολωλότι καὶ εὑρεθέντι. ὁ οὖν ἐπιμελῶς προσέχων τοῖς λεγομένοις καὶ τοὺς εὐαγγελικοὺς λόγους μυστικῶς ἀναγινώσκων ὄψεται ὡς ὁ πῶλος οὗτος ὁ ἁμαρτωλὸς Ἀδάμ ἐστιν. ἐὰν δὲ λέγω Ἀδάμ, πᾶσα ἡ ἀνθρωπότης ἐστίν. οὗτος οὖν ὁ πῶλος πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας θηρίοις ἦν ὑποβεβλημένος καθὼς καὶ πρὸ τούτου ὑπεθέμεθα. θηρία δὲ λέγω πᾶσαν τὴν ἀντικειμένην δύναμιν καὶ αὐτὸν τὸν μεγαλοδαίμονα σατανᾶν.

Ὅτε οὖν ἐπεδήμησεν ὁ κύριος πρὸς ἡμᾶς καὶ «δέδωκεν ἡμῖν ἐξουσίαν ὥστε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ,» τότε καὶ ἡμεῖς θαρροῦντες λέγωμεν σὺν τῷ προφήτῃ· «οὐ παραδώσεις τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» «συνέθλασε» γὰρ 〈ὁ〉 κύριος «τὰς κεφαλὰς τῶν δρακόντων.» διὸ καὶ ὁ προφήτης βοᾷ λέγων· «ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» ἐκυρίευσαν οὖν οὗτοι, ὡς προεῖπον, τοῦ πώλου. καὶ οὗτοι ἦσαν οἱ δήσαντες αὐτὸν καὶ οἱ καταδουλώσαντες αὐτόν. οἶμαι γὰρ καὶ τὸν προφήτην Ἠσαΐαν διὰ τοῦτο λέγειν· «λέων καὶ σκύμνος, λέοντες ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετώμενα, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν.» παιδεῦσαι οὖν ἡμᾶς βουλόμενος ὁ προφήτης τὰς ἀντικειμένας δυνάμεις διὰ τῶν θηρίων ἐγνώρισεν· αἵτινες ἀντικείμεναι δυνάμεις τὸν ἑαυτῶν ὀλέθριον πλοῦτον ἐφόρτιζον τὴν ἀνθρωπότητα. τίς δέ ἐστιν ὁ πλοῦτος τοῦ διαβόλου; ἡ κακία καὶ ἡ εἰδωλολατρία καὶ ἡ ἡδονὴ καὶ ἡ ἀφροσύνη καὶ πᾶσα ἁμαρτία. τοῦτον γὰρ αὐτὸν τὸν πλοῦτον ἡ ὄνος καὶ ὁ πῶλος κατὰ πολλὴν τὴν ἀνάγκην ἐβάσταζε καὶ ἐδέδετο τοῖς τῆς ἁμαρτίας δεσμοῖς. οὐδὲν γὰρ ἁμαρτίας βαρύτερόν ἐστι. διὸ καὶ μολύβδῳ εἴκασται παρὰ τῷ προφήτῃ.

ἀπὸ οὖν τούτων ἁπάντων Ἰησοῦς ἡμᾶς ἐπιδημήσας ἠλευθέρωσε καὶ ἀποφορτίσας τὸν ἐκείνων πλοῦτον καὶ λύσας ἐπεκαθέσθη τῷ πώλῳ. διὸ καὶ οἱ μαθηταὶ ῥίπτουσιν ἐπ᾽ αὐτόν τινα τῶν ἱματίων, τινὰ δὲ καὶ ὑποστρωννύουσιν ἐν τῇ ὁδῷ.