Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ Νῦν ἡ ψυχή μου τετάρακται

Μέγας Αθανάσιος

Η συνύπαρξη θείας δυνάμεως και ανθρώπινης ασθένειας

Ανάλυση των φυσικών κινήσεων της σαρκός και της υποταγής της στην υπακοή, μέσω της συνύπαρξης θείας δυνάμεως και ανθρώπινης ασθένειας στο πρόσωπο του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Τοῦτο γὰρ ἐγένετο, τῆς μὲν θεότητος εἰκούσης, τῆς δὲ σαρκὸς ἐγειρομένης· δυνατὸν ὂν τῇ θεότητι κωλῦσαι τὴν ταραχὴν, ἀλλ᾽ οὐ βουλομένης αὐτῆς, ἵνα μὴ τὴν ὁμοίωσιν τὴν πρὸς ἡμᾶς διαλύσῃ. Τοιοῦτο δή τι νοητέον ἐκ τῶν καθ᾽ ἡμᾶς πραγμάτων· κεκραμένον μέλι πρὸς ὕδωρ, οὐ δὴ τὸ μέλι μεταβέβληται, ἀλλὰ τὸ ὕδωρ ἐπλεόνασεν. Ὅτε δὴ κίνημά τι τῆς σαρκός ἐστιν ἐν τῷ Κυρίῳ, τοιοῦτό τι λάβωμεν ὁμοίωμα, ὥσπερ ὕδατος ἐν μελικράτῳ πλεονασμόν.

Ὅταν δὲ πάλιν τὸ θεϊκὸν ἐμφαίνηται, καὶ ἐνεργῇ δυνάμεις, καὶ δείκνυσι τὴν ἐξουσίαν, τοιαύτην ὁμοίωσιν λάβωμεν, ὥσπερ τοῦ μέλιτος ἐπικρατοῦντος τὸ ὕδωρ. Δυνατὸν γὰρ τῇ θεότητι τοῦτο, ποτὲ μὲν τῇ σαρκὶ παραχωρεῖν εἰς τὸ πλεονάσαι, ποτὲ δὲ αὐτὴν ἐπικρατῆσαι ἀναιροῦσαν τὸ πάθος καὶ τὸ τῆς σαρκὸς ἀσθενές. Τεκμήριον δὲ τεσσαράκοντα ὅλας ἡμέρας ἀπέχεται τροφῆς σωματικῆς καὶ οὐ πεινᾷ τὸ σῶμα. Μετὰ γὰρ ταῦτα, καθὼς γέγραπται, πεπείνακεν.

Ἐνταῦθα σαρκὸς πλεονασμός· εἶτα ἐπείνασε μετὰ τὸν τοσοῦτον χρόνον. Ἐπλεόνασε τὸ τῆς σαρκὸς διὰ τοῦτο, ἵνα καὶ πεῖρα προσενεχθῇ, καὶ ὁ πειράζων καταισχυνθῇ, καὶ ὁ ἐξ ἀρχῆς ἄνθρωπος διὰ βρῶμα πεσὼν δι᾽ ἐγκράτειαν βρώματος ἀναστῇ. Φέρει δὲ καὶ τὴν ταραχὴν τῆς σαρκὸς ἐπὶ τῷ θανάτῳ προσιόντι. Καὶ πῶς γὰρ ἔμελλεν ὑπήκοος γενέσθαι τὴν ἡμετέραν ὑπακοὴν πληρῶν ἀνθ᾽ ἡμῶν, εἰ μὴ καὶ προσεναντίωμα ἔσχε, καὶ τοῦ ἐναντιώματος ἐπεκράτησεν;

Ἡμῖν γὰρ ἐπειδάν τι ἐκ σαρκὸς ἐναντίωμα γένηται, εἰ παρακούσαιμεν τοῦ προστάγματος, νικηθέντες σαρκὶ, τοῦτον τὸν τρόπον ἡ ἁμαρτία συμβαίνει. Οὐκοῦν ἐν τῷ Κυρίῳ τὸ μὲν ἐναντίωμα ἔδει γενέσθαι τὸ ἀπὸ τῆς σαρκὸς, νικῆσαι δὲ τὴν ὑπακοήν.