Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ «Ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ»

Μέγας Αθανάσιος

Προοίμιο και ανασκευή των προγενέστερων ερμηνειών

Παράθεση του ευαγγελικού ερωτήματος περί της βλασφημίας κατά του Αγίου Πνεύματος και απόρριψη των απόψεων παλαιότερων διδασκάλων που την ταύτιζαν με τη μεταβαπτισματική αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

Περὶ δὲ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ, συγγίνωσκε, ἀγαπητὲ, συνείδησιν ἔχων ἀγαθήν. Δέδια γὰρ κἂν ὅλως προσελθεῖν αὐτῷ· μὴ καὶ, δύνας εἰς αὐτὸ τῷ λογισμῷ, καὶ ἀρξάμενος ἐρευνᾷν, ἀτονήσω τὴν ἐν αὐτῷ βαθεῖαν διάνοιαν ἑλκῦσαι.

Σιωπῆσαι γοῦν περὶ τούτου τέλεον ἐβουλόμην, καὶ μόνον ἀρκεσθῆναι τούτοις τοῖς ἔμπροσθεν γράμμασι. Στοχαζόμενος δὲ μὴ ἄρα καὶ δεύτερον περὶ τούτου γράψαι φιλονεικήσῃς, ἐβιασάμην ἐμαυτὸν, ἣν ἔχω μαθὼν, περὶ αὐτοῦ μετρίαν διάνοιαν γράψαι· θαῤῥῶν, ὡς, τυχόντας μὲν ἡμᾶς τοῦ σκοποῦ, ἀποδέξῃ διὰ τὸν διδάξαντα· μὴ τυχόντας δὲ, οὐ μέμψῃ, γινώσκων τὴν ἡμετέραν προθυμίαν τε καὶ ἀσθένειαν. Τὸ μὲν οὖν ῥητόν ἐστιν, ὅτε, Τοσούτων σημείων γινομένων ἐν τῷ Εὐαγγελίῳ, οἱ μὲν Φαρισαῖοι ἔλεγον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων· ὁ δὲ Κύριος, εἰδὼς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτὴν ἐρημοῦται.» Καὶ εἰρηκώς· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ·» λοιπὸν ἐπιφέρει· «Διὰ τοῦτο λέγω ὑμῖν, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται ὑμῖν τοῖς ἀνθρώποις· ἡ δὲ εἰς τὸ Πνεῦμα βλασφημία οὐκ ἀφεθήσεται· καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι.» Σὺ δὲ ἐζήτεις, τί δήποτε ἡ μὲν εἰς τὸν Υἱὸν βλασφημία ἀφίεται, ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι;

Παλαιοὶ μὲν οὖν ἄνδρες, Ὠριγένης ὁ πολυμαθὴς καὶ φιλόπονος, καὶ Θεόγνωστος ὁ θαυμάσιος καὶ σπουδαῖος (τούτων γὰρ τοῖς περὶ τούτων συνταγματίοις ἐνέτυχον, ὅτε τὴν ἐπιστολὴν ἔγραψας), ἀμφότεροι γὰρ περὶ τούτου γράφουσι, ταύτην εἶναι τὴν εἰς τὸ ἅγιον Πνεῦμα βλασφημίαν λέγοντες, ὅταν οἱ καταξιωθέντες ἐν τῷ βαπτίσματι τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος παλινδρομήσωσιν εἰς τὸ ἁμαρτάνειν. Διὰ τοῦτο γὰρ μηδὲ ἄφεσιν αὐτοὺς λήψεσθαί φασι· καθὰ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους λέγει· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν.» Ταῦτα δὲ κοινῇ μὲν λέγουσι, καὶ ἰδίαν δὲ ἕκαστος προστίθησι διάνοιαν.

Ὁ μὲν γὰρ Ὠριγένης καὶ τὴν αἰτίαν τῆς κατὰ τῶν τοιούτων κρίσεως οὕτω λέγει· «Ὁ μὲν Θεὸς καὶ Πατὴρ εἰς πάντα διήκει καὶ πάντα συνέχει, ἄψυχά τε καὶ ἔμψυχα, λογικά τε καὶ ἄλογα· τοῦ δὲ Υἱοῦ ἡ δύναμις εἰς τὰ λογικὰ μόνα διατείνει, ἐν οἷς εἰσι κατηχούμενοι καὶ Ἕλληνες, οἱ μηδέπω πιστεύσαντες· τὸ δὲ Πνεῦμα τὸ ἅγιον εἰς μόνους ἐστὶ τοὺς μεταλαβόντας αὐτοῦ ἐν τῇ τοῦ βαπτίσματος δόσει.

Ὅταν τοίνυν κατηχούμενοι καὶ Ἕλληνες ἁμαρτάνωσιν, εἰς μὲν τὸν Υἱὸν ἁμαρτάνουσιν, ἐπεὶ ἐν αὐτοῖς ἐστιν, ὥσπερ εἴρηται· δύνανται δὲ ὅμως λαμβάνειν ἄφεσιν, ὅταν καταξιωθῶσι δωρεᾶς τῆς παλιγγενεσίας. Ὅταν δὲ οἱ βαπτισθέντες ἁμαρτάνωσι, τὴν τοιαύτην παρανομίαν εἰς τὸ Πνεῦμα τὸ ἅγιον φθάνειν φησίν· ἐπειδὴ ἐν αὐτῷ γενόμενος ἥμαρτε· καὶ διὰ τοῦτο ἀσύγγνωστον εἶναι τὴν κατ᾽ αὐτοῦ τιμωρίαν.» Ὁ δὲ Θεόγνωστος καὶ αὐτὸς προστιθείς φησι ταῦτα· «Ὁ πρῶτον παραβεβηκὼς ὅρον καὶ δεύτερον ἐλάττονος ἂν ἀξιοῖτο τιμωρίας· ὁ δὲ καὶ τὸν τρίτον ὑπεριδὼν οὐκέτι ἂν συγγνώμης τυγχάνοι. Πρῶτον δὲ ὅρον καὶ δεύτερόν φησι τὴν περὶ Πατρὸς καὶ Υἱοῦ κατήχησιν· τὸν δὲ τρίτον τὸν ἐπὶ τῇ τελειώσει καὶ τῇ τοῦ Πνεύματος μετοχῇ παραδιδόμενον Λόγον· καὶ τοῦτο βεβαιῶσαι θέλων, ἐπάγει τὸ παρὰ τοῦ Σωτῆρος εἰρημένον τοῖς μαθηταῖς· »Ἔτι «πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ᾽ οὔπω δύνασθε χωρεῖν. »Ὅταν δὲ ἔλθῃ τὸ ἅγιον Πνεῦμα, διδάξει ὑμᾶς.»

Εἶτά φησιν· «Ὥσπερ τοῖς μηδέπω χωρεῖν δυναμένοις τὰ τέλεια διαλέγεται ὁ Σωτὴρ, συγκαταβαίνων αὐτῶν τῇ σμικρότητι· τοῖς δὲ τελειουμένοις συγγίνεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐ δήπου τις ἐκ τούτων ἂν φαίη τὴν τοῦ Πνεύματος διδασκαλίαν ὑπερβάλλειν τῆς τοῦ Υἱοῦ διδαχῆς· ἀλλ᾽ ὅτι ὁ μὲν Υἱὸς συγκαταβαίνει τοῖς ἀτελέσι, τὸ δὲ Πνεῦμα σφραγίς ἐστι τῶν τελειουμένων· οὕτως οὐ διὰ τὴν ὑπερβολὴν τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν ἄφυκτός ἐστι καὶ ἀσύγγνωστος ἡ εἰς τὸ Πνεῦμα βλασφημία· ἀλλ᾽ ὅτι ἐπὶ μὲν τοῖς ἀτελέσιν ἐστὶ συγγνώμη· ἐπὶ δὲ τοῖς γευσαμένοις τῆς οὐρανίου δωρεᾶς καὶ τελειωθεῖσιν οὐδεμία περιλείπεται συγγνώμης ἀπολογία καὶ παραίτησις.» Ἐκεῖνοι μὲν οὖν ταῦτα.

Ἐγὼ δὲ ἀφ᾽ ὧν ἔμαθον, νομίζω τὴν ἑκατέρου διάνοιαν μετρίας τινὸς δοκιμασίας ἐπιδεῖσθαι καὶ κατανοήσεως· μὴ ἄρα κεκρυμμένος ἐστί τις ἐν αὐτοῖς τοῖς ὑπ᾽ αὐτῶν εἰρημένοις βαθύτερος νοῦς. Δῆλον γὰρ, ὡς, ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὢν, ἐν τούτοις ἐστὶν, ἐν οἷς καὶ ὁ Πατήρ ἐστι, καὶ τὸ Πνεῦμα οὐκ ἄπεστιν.

Ἀδιαίρετος γάρ ἐστιν ἡ ἁγία καὶ μακαρία, καὶ τελεία Τριάς. Ἔτι δ᾽ οὖν εἰ πάντα διὰ Υἱοῦ γέγονε, καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκε, πῶς ἂν ἐκτὸς εἴη τῶν δι᾽ αὐτοῦ γενομένων; Μὴ ὄντων δὲ ἐκείνων αὐτοῦ μακρὰν, ἐν πᾶσιν ἂν καὶ αὐτὸς εἰκότως εἴη· ὡς ἐξ ἀνάγκης τὸν εἰς τὸν Υἱὸν ἁμαρτάνοντα καὶ βλασφημοῦντα ἁμαρτάνειν καὶ εἰς τὸν Πατέρα καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Καὶ τὸ ἅγιον δὲ λουτρὸν εἰ μὲν εἰς τὸ ἅγιον Πνεῦμα μόνον ἐδίδοτο, εἰκότως ἂν ἐλέγετο τοὺς βαπτιζομένους εἰς τὸ Πνεῦμα μόνον ἁμαρτάνειν· ἐπειδὴ δὲ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα δίδοται, καὶ οὕτω τελειοῦται τῶν βαπτιζομένων ἕκαστος, ἀνάγκη πάλιν τοὺς μετὰ τὸ βάπτισμα παραβαίνοντας εἰς τὴν ἁγίαν καὶ ἀδιαίρετον Τριάδα τὴν βλασφημίαν ποιεῖσθαι. Καὶ τοῦτο δὲ δίκαιον ἂν εἴη λογίζεσθαι καὶ νοεῖν. Εἰ μὲν πρὸς λαβόντας τὸ λουτρὸν τῆς παλιγγενεσίας, τοὺς Φαρισαίους λέγω, καὶ μετασχόντας αὐτοὺς ἤδη τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος, διελέγετο ὁ Κύριος, πιθανή τις ἦν ἡ τοιαύτη διάνοια, ὡς παλινδρομήσαντας, καὶ πλημμελήσαντας εἰς τὸ ἅγιον Πνεῦμα· εἰ δὲ μήτε τὸ λουτρὸν εἰλήφασιν, ἀλλὰ καὶ τὸ τοῦ Ἰωάννου βάπτισμα ἐξουθενήσαντες ἦσαν, πῶς ᾐτιᾶτο τούτους ὡς βλασφημήσαντας εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὗ μηδέπω μέτοχοι γεγόνεισαν;

Καὶ γὰρ οὐ διδάσκων ἁπλῶς ὁ Κύριος ἐλάλει ταῦτα, οὐδὲ ἐπὶ μέλλουσι τὴν τιμωρίαν ἠπείλει· ἀλλ᾽ εὐθὺς αἰτιώμενος ἀληθῶς τοὺς Φαρισαίους, ὡς ἤδη γενομένους ὑπευθύνους τῆς τηλικαύτης βλασφημίας, εἴρηκε τοῦτο τὸ ῥητὸν ὁ Κύριος. Τῶν δὲ Φαρισαίων οὕτω κατηγορουμένων, καὶ πρὶν λαβεῖν αὐτοὺς τὸ βάπτισμα, οὐκ ἂν εἴη τοῦτο ῥητὸν ἐπὶ τοὺς μετὰ τὸ λουτρὸν παραβαίνοντας· καὶ μάλιστα ὅτι οὐχ ἁπλῶς ἐπὶ ἁμαρτίαις, ἀλλ᾽ ἐπὶ βλασφημίᾳ αὐτοὺς ᾐτιᾶτο. Διαφέρει δὲ, ὅτι ὁ μὲν ἁμαρτάνων παραβαίνει νόμον· ὁ δὲ βλασφημῶν εἰς αὐτὴν ἀσεβεῖ τὴν θεότητα. Ἐπὶ πολλαῖς δ᾽ οὖν πρότερον πλημμελείαις αἰτιώμενος αὐτοὺς ὁ Σωτὴρ, ὅτι τὴν ἐντολὴν τοῦ Θεοῦ τὴν περὶ τῶν γονέων διὰ ἀργύριον παρέβαινον, καὶ τὰ τῶν προφητῶν παρεκρούοντο, καὶ τὸν οἶκον τοῦ Θεοῦ ἐποίουν οἶκον ἐμπορίου, ὅμως παρῄνει καὶ μετανοεῖν αὐτοῖς. Ἐπὶ δὲ τῷ λέγειν αὐτοὺς, Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, οὐκ ἔτι ταύτην ἁμαρτίαν ἁπλῶς, ἀλλὰ βλασφημίαν εἴρηκεν εἶναι τηλικαύτην, ὥστε ἄφυκτον καὶ ἀσύγγνωστον εἶναι τὴν τιμωρίαν τοῖς τοιαῦτα τολμῶσιν.

Ἄλλως τε, εἰ τῶν μετὰ τὸ λουτρὸν ἁμαρτανόντων χάριν εἴρηται τοῦτο τὸ ῥητὸν, καὶ τούτοις ἀσύγγνωστός ἐστιν ἡ τῶν πλημμελημάτων δίκη· πῶς τῳ μὲν ἐν Κορίνθῳ μετανοοῦντι κυροῖ τὴν αὐτὴν ἀγάπην ὁ Ἀπόστολος, τοὺς δὲ Γαλάτας παλινδρομήσαντας ὠδίνει, ἄχρις οὗ πάλιν μορφωθῇ Χριστὸς ἐν αὐτοῖς; Ἐν δὲ τῷ λέγειν, πάλιν, δείκνυσιν αὐτῶν καὶ τὴν προτέραν ἐν τῷ Πνεύματι τελειότητα. Τί δὲ καὶ Νουάτῳ μεμφόμεθα ἀναιροῦντι μετάνοιαν, καὶ φάσκοντι μηδεμίαν συγγνώμην ἔχειν τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας, εἰ διὰ τοὺς μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εἴρηται τὸ ῥητόν; Καὶ γὰρ τὸ ἐν τῇ πρὸς Ἑβραίους εἰρημένον οὐκ ἐκκλεῖόν ἐστι τῶν ἁμαρτανόντων τὴν μετάνοιαν, ἀλλὰ δεικνύον ἓν εἶναι τὸ τῆς καθολικῆς Ἐκκλησίας βάπτισμα καὶ μὴ δεύτερον.

Ἑβραίοις γὰρ ἔγραφε· καὶ ἵνα μὴ νομίσωσι, κατὰ τὴν ἐν τῷ νόμῳ συνήθειαν, προφάσει μετανοίας εἶναι πολλὰ καὶ καθ᾽ ἡμέραν βαπτίσματα, διὰ τοῦτο μετανοεῖν μὲν παραινεῖ, μίαν δὲ εἶναι τὴν ἀνακαίνισιν διὰ τοῦ βαπτίσματος, καὶ μὴ δευτέραν ἀποφαίνεται, ὡς καὶ ἐν ἑτέρᾳ Ἐπιστολῇ φησι· «Μία πίστις, ἓν βάπτισμα.» Οὐδὲ γὰρ, εἶπεν, ἀδύνατον μετανοεῖν· ἀλλ᾽ ἀδύνατον προφάσει μετανοίας ἀνακαινίζειν ἡμᾶς. Ἔχει δὲ πολλὴν τὴν διαφοράν· ὁ μὲν γὰρ μετανοῶν παύεται μὲν τοῦ ἁμαρτάνειν, ἔχει δὲ τῶν τραυμάτων τὰς οὐλάς· ὁ δὲ βαπτιζόμενος τὸν μὲν παλαιὸν ἀπεκδιδύσκεται, ἀνακαινίζεται δὲ, ἄνωθεν γεννηθεὶς τῇ τοῦ Πνεύματος χάριτι.