Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ «Ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ»

Μέγας Αθανάσιος

Η θεία οικονομία της ενσάρκωσης και η διαβάθμιση των σφαλμάτων

Θεολογική ανάλυση της ενσάρκωσης του Λόγου, διάκριση μεταξύ της συγχωρητέας άγνοιας και της ασυγχώρητης βλασφημίας προς το θείο, και ιστορικά παράλληλα από την Παλαιά Διαθήκη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Τοιαῦτα δὴ οὖν μοι λογιζομένῳ, μεῖζον ἀπαντᾷ τὸ βάθος τῆς ἐν τῷ ῥητῷ διανοίας· καὶ διὰ τοῦτο πολλὰ πρότερον παρακαλέσας τὸν ἐπὶ τὸ φρέαρ καθεσθέντα, καὶ ἐπὶ τὴν θάλασσαν περιπατήσαντα Κύριον, ἐπὶ τὴν οἰκονομίαν λοιπὸν τὴν ἐν αὐτῷ γενομένην ὑπὲρ ἡμῶν ἀνέρχομαι, τάχα πως ἐξ αὐτῆς τὸν ἐν τῷ ἀναγνώσματι νοῦν λαβεῖν δυνηθῶ. Πᾶσα τοίνυν ἡ θεία Γραφὴ ταύτην εὐαγγελίζεται καὶ κηρύττει, μάλιστα δὲ ὁ μὲν Ἰωάννης λέγων· «Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν·» ὁ δὲ Παῦλος γράφων· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Διὰ τοῦτο γὰρ Θεὸς ὢν καὶ ἄνθρωπος γενόμενος, ὡς μὲν Θεὸς ἤγειρε νεκροὺς, καὶ λόγῳ πάντας θεραπεύων, μετέβαλε καὶ τὸ ὕδωρ εἰς οἶνον· οὐ γὰρ ἦν ἀνθρώπου ταῦτα ἔργα· ὡς δὲ σῶμα φορῶν, ἐδίψα καὶ ἐκοπία, καὶ ἔπασχεν· οὐ γὰρ ἦν ἴδια ταῦτα τῆς θεότητος. Καὶ ὡς μὲν Θεὸς ἔλεγεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» ὡς δὲ σῶμα φορῶν, ἤλεγχε τοὺς Ἰουδαίους· «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός;»

Ἐγίνετο δὲ ταῦτα οὐ διῃρημένως κατὰ τὴν τῶν γινομένων ποιότητα, ὥστε τὰ μὲν τοῦ σώματος χωρὶς τῆς θεότητος, τὰ δὲ τῆς θεότητος χωρὶς τοῦ σώματος δείκνυσθαι· συνημμένως δὲ πάντα ἐγίνετο, καὶ εἷς ἦν ὁ ταῦτα ποιῶν Κύριος παραδόξως τῇ ἑαυτοῦ χάριτι. Ἔπτυε γὰρ ἀνθρωπίνως, καὶ τὸ πτύσμα ἦν ἔνθεον· ἐν αὐτῷ γὰρ ἐποίει τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ ἀναβλέπειν.

Καὶ δεικνύναι δὲ θέλων ἑαυτὸν Θεὸν, ἀνθρωπίνῃ γλώττῃ τοῦτο σημαίνων ἔλεγεν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ μόνον δὲ θέλων ἐθεράπευε. Τὴν δὲ ἀνθρωπίνην ἐκτείνων χεῖρα, ἤγειρε τὴν πενθερὰν Πέτρου πυρέσσουσαν, καὶ τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα ἤδη τελευτήσασαν ἐκ τῶν νεκρῶν ἀνήγειρεν.

Αἱρετικοὶ μὲν οὖν κατὰ τὴν ἰδίαν ἀπαιδευσίαν ἐμάνησαν· καὶ οἱ μὲν τὰ σωματικὰ βλέποντες τοῦ Σωτῆρος ἠρνήσαντο τὸ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» οἱ δὲ τὰ τῆς θεότητος θεωροῦντες ἠγνόησαν τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο.» Ὁ δὲ πιστὸς καὶ ἀποστολικὸς ἀνὴρ, εἰδὼς τὴν τοῦ Κυρίου φιλανθρωπίαν, βλέπων μὲν τὰ τῆς θεότητος σημεῖα, θαυμάζει τὸν ἐν τῷ σώματι Κύριον· θεωρῶν δὲ πάλιν καὶ τὰ τοῦ σώματος ἴδια, ὑπερεκπλήσσεται, κατανοῶν τὴν ἐν αὐτοῖς τῆς θεότητος ἐνέργειαν. Τοιαύτης δὲ οὔσης τῆς ἐκκλησιαστικῆς πίστεως, ὅταν τινὲς εἰς τὰ ἀνθρώπινα βλέποντες, ἴδωσι τὸν Κύριον διψῶντα, ἢ κοπιῶντα, ἢ πάσχοντα, καὶ μόνον φλυαρήσωσιν ὡς κατὰ ἀνθρώπου τοῦ Σωτῆρος, ἁμαρτάνουσι μὲν μεγάλως, δύνανται δὲ ὅμως, ταχέως μεταγινώσκοντες, λαμβάνειν συγγνώμην, ἔχοντες πρόφασιν τὴν τοῦ σώματος ἀσθένειαν (ἔχουσι γὰρ καὶ τὸν Ἀπόστολον συγγνώμην αὐτοῖς νέμοντα, καὶ οἱονεὶ χεῖρα αὐτοῖς ἐν τῷ λέγειν ἐκτείνοντα, ὅτι «Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί»).

Ὅταν δὲ πάλιν τὰ τῆς θεότητος ἔργα θεωροῦντές τινες, διστάζωσι περὶ τῆς τοῦ σώματος φύσεως, καὶ αὐτοὶ μὲν ἁμαρτάνουσι τὰ μέγιστα, ὅτι, καίτοι βλέποντες ἐσθίοντα καὶ πάσχοντα, φαντάζονται φαντασίαν· συγγινώσκειν δὲ ὅμως καὶ τούτοις ταχέως μεταγινώσκουσιν ὁ Χριστὸς δύναται, διὰ τὸ καὶ αὐτοὺς ἔχειν πρόφασιν τὴν ἐκ τῶν ἔργων ὑπὲρ ἄνθρωπον μεγαλειότητα. Ἐπειδὰν δὲ τὴν ἀμφοτέραν τούτων ἄγνοιαν καὶ πήρωσιν ὑπερβάντες οἱ δοκοῦντες ἔχειν τοῦ νόμου τὴν γνῶσιν (οἷοι ἦσαν οἱ τότε Φαρισαῖοι) εἰς μανίαν τραπῶσι, καὶ αὐτὸν τὸν ἐν τῷ σώματι ὄντα Λόγον τέλεον ἀρνήσωνται, ἢ καὶ τὰ τῆς θεότητος ἔργα τῷ διαβόλῳ καὶ τοῖς τούτου δαίμοσιν ἀναφέρωσιν· εἰκότως ἀσύγγνωστον ἔχουσι τὴν ἐκ τῆς τοιαύτης ἀσεβείας ἐπιτιμίαν. Τόν τε γὰρ διάβολον εἰς Θεὸν ἐλογίσαντο, καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα Θεὸν, οὐδὲν πλέον ἐν τοῖς ἔργοις ἔχειν τῶν δαιμόνων ἡγήσαντο.

Εἰς τοιαύτην τοίνυν ἀσέβειαν πεπτωκότες ἦσαν οἱ τότε Ἰουδαῖοι, καὶ τῶν Ἰουδαίων οἱ Φαρισαῖοι. Τοῦ γὰρ Σωτῆρος δεικνύοντος τὰ τοῦ Πατρὸς ἔργα, (νεκροὺς γὰρ ἤγειρε, τυφλοῖς ἐχαρίζετο τὸ βλέπειν, χωλοὺς ἐποίει περιπατεῖν, κωφῶν ἤνοιγε τὴν ἀκοὴν, ἀλάλους ἐποίει λαλεῖν, καὶ τὴν κτίσιν ὑποτεταγμένην ἐδείκνυεν, ἐπιτάσσων τοῖς ἀνέμοις, καὶ περιπατῶν ἐπ᾽ αὐτῆς τῆς θαλάττης), οἱ μὲν ὄχλοι ἐξεπλήσσοντο καὶ ἐδόξαζον τὸν Θεόν· οἱ δὲ θαυμαστοὶ Φαρισαῖοι ἔλεγον τοῦ Βεελζεβοὺλ εἶναι τὰ τοιαῦτα ἔργα· καὶ οὐκ ᾐσχύνοντο οἱ ἄφρονες τὴν τοῦ Θεοῦ δύναμιν ἐπὶ τὸν διάβολον μεταφέροντες. Ὅθεν ἀκολούθως ὁ Σωτὴρ ἀσύγγνωστα καὶ ἄφυκτα βλασφημεῖν αὐτοὺς ἀπεφήνατο.

Ἕως μὲν γὰρ εἰς τὰ ἀνθρώπινα βλέποντες ἐχώλευον τῇ διανοίᾳ, λέγοντες· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;» καὶ, «Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς;» καὶ, «Τί σὺ ποιεῖς περὶ σεαυτοῦ σημεῖον;» καὶ, «Καταβήτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ·» ἔφερεν αὐτοὺς, καὶ, ὡς εἰς Υἱὸν ἀνθρώπου ἁμαρτανόντων αὐτῶν, λυπούμενος ἐπὶ τῇ πωρώσει αὐτῶν ἔλεγεν· «Εἰ ἔγνωτε καὶ ὑμεῖς τὰ εἰς εἰρήνην.» Καὶ γὰρ καὶ τῷ μεγάλῳ Πέτρῳ ὡς περὶ ἀνθρώπου λαλησάσης τῆς θυρωροῦ, καὶ οὕτως ἀποκρινομένῳ, συνέγνω κλαύσαντι ὁ Κύριος. Ὅτε δὲ πεσόντες ἐπιπεπτώκασι, καὶ πλέον ἐμάνησαν, ὥστε τὰ τοῦ Θεοῦ ἔργα λέγειν εἶναι τοῦ Βεελζεβοὺλ, οὐκέτι λοιπὸν αὐτοὺς ἤνεγκεν· εἰς γὰρ τὸ Πνεῦμα αὐτοῦ ἐβλασφήμουν, λέγοντες τὸν ταῦτα ποιοῦντα μὴ εἶναι Θεὸν, ἀλλὰ Βεελζεβούλ. Καὶ διὰ τοῦτο, ὡς ἀφόρητα τολμῶντας, αἰωνίως ἐτιμωρήσατο.

Ἴσον γὰρ ἦν αὐτοὺς τολμᾷν καὶ εἰπεῖν, ὁρῶντας τὴν τοῦ κόσμου τάξιν, καὶ τὴν εἰς αὐτὸν πρόνοιαν, ὅτι καὶ ἡ κτίσις ὑπὸ τοῦ Βεελζεβοὺλ γέγονε· καὶ ὁ ἥλιος ὑπακούων τῷ διαβόλῳ ἀνατέλλει, καὶ δι᾽ αὐτὸν περιπολεῖ τὰ ἄστρα ἐν τῷ οὐρανῷ. Καὶ γὰρ ὥσπερ ταῦτα τοῦ Θεοῦ, οὕτω κἀκεῖνα τοῦ Πατρὸς ἦν ἔργα· καὶ εἰ ἐκεῖνα τοῦ Βεελζεβοὺλ, ἐξ ἀνάγκης καὶ ταῦτα τοῦ Βεελζεβούλ. Καὶ ποῦ λοιπὸν αὐτοῖς τό· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν;» Ἀλλ᾽ οὐδὲν ξένον τῆς τοιαύτης αὐτῶν μανίας· ἐπεὶ καὶ οἱ τῆς τοιαύτης αὐτὸν γνώμης πατέρες, ἐν τῇ ἐρήμῳ πρὸ ὀλίγου ἐξελθόντες ἀπὸ τῆς Αἰγύπτου, μόσχον πλάσαντες, αὐτῷ τὰς εἰς αὐτοὺς εὐεργεσίας παρὰ Θεοῦ γενομένας ἀνατιθέντες, ἔλεγον· «Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.» Διὰ γοῦν ταύτην τὴν βλασφημίαν καὶ τότε τῶν τοιαῦτα τολμησάντων τὴν μὲν ἀρχὴν οὐκ ὀλίγοι, πολλοὶ δὲ ἀνῃρέθησαν· ἐπηγγείλατο δὲ ὁ Θεὸς λέγων· «ᾟ δ᾽ ἂν ἡμέρᾳ ἐπισκέψωμαι, ἐπάξω ἐπ᾽ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.»

Καὶ γὰρ ἕως μὲν κἀκεῖνοι δι᾽ ἄρτους καὶ ὕδωρ ἐγόγγυζον, ἐπὶ τοσοῦτον αὐτοὺς οὕτως ἔφερεν, ὡς εἴ τις τροφὸς τροφοφορήσειε τὸν ἑαυτῆς υἱόν· ὅτε δὲ πλέον ἐμάνησαν, καὶ ὡς ψάλλει κατ᾽ αὐτῶν τὸ Πνεῦμα· «Ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον·» τὸ τηνικαῦτα λοιπὸν ἀσύγγνωστα τολμήσαντες, ἐπατάχθησαν, ὥς φησιν ἡ Γραφὴ, περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών.

Τοιαῦτα καὶ νῦν τολμῶντες οἱ Φαρισαῖοι, τοιαύτην ἐσχήκασι παρὰ τοῦ Σωτῆρος τὴν ἀπόφασιν, οἵαν καὶ ὁ παρ᾽ αὐτῶν ὑπονοηθεὶς Βεελζεβοὺλ ἔσχεν ἤδη καὶ ἔχει· ὥστε αὐτοὺς εἰς τὸ ἡτοιμασμένον πῦρ ἐκείνῳ αἰωνίως συγκατεσθίεσθαι μετ᾽ αὐτοῦ.