Καὶ οὐκ αἰσχύνονται· καίτοι γινώσκοντες τὰ τοιαῦτα ἔργα ὄντα τοῦ Θεοῦ, ὅτι τῷ Βεελζεβοὺλ πνεύματος ἔλεγον γίνεσθαι ταῦτα. Πῶς οὖν, ταῦτα τολμῶντες, ἔτι δύνανται τοὺς Ἕλληνας αἰτιᾶσθαι, πλάττοντας εἴδωλα, καὶ θεοὺς ὀνομάζοντας αὐτά; Ὅμοια γὰρ καὶ τὰ αὐτῶν τῆς ἐκείνων μανίας· ἢ τάχα καὶ μείζονα τὰ τούτων τολμήματα τυγχάνει ὄντα· ὅτι, καίπερ νόμον περὶ τούτου λαβόντες, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἠτίμασαν. Τί δὲ τοιαῦτα βλασφημοῦντες ποιήσουσιν, ὅταν ἀναγινώσκωσι τὸν προφήτην Ἡσαΐαν, καὶ ἀκούσωσι, τὰ σημεῖα τῆς τοῦ Χριστοῦ παρουσίας εἶναι τυφλῶν ἀνάβλεψιν, χωλῶν περίπατον, ἀλάλων λαλιὰν, νεκρῶν ἀνάστασιν, λεπρῶν θεραπείαν, καὶ κωφῶν ἀκοῆς ἄνοιξιν; ἄρα γὰρ καὶ τούτων τίνα θελήσουσιν εἶναι τὸν ποιητήν; Τὸν μὲν γὰρ Θεὸν λέγοντες, ἑαυτοὺς διελέγξουσιν ἀσεβήσαντας εἰς τὸν Κύριον· ἃ γὰρ ὁ προφήτης προβλέπων εἴρηκε, ταῦτα παρὼν αὐτὸς ὁ Κύριος πεποίηκεν· ἐὰν δὲ, ὡς προπετείᾳ προληφθέντες, τολμήσωσιν εἰπεῖν κἀκεῖνα ἐν τῷ Βεελζεβοὺλ γίνεσθαι, φοβοῦμαι μὴ, κατ᾽ ὀλίγον ἐν ἀσεβείᾳ προκόπτοντες, καὶ ἀναγινώσκοντες· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ; Καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν;» καὶ τὰ ὅμοια τούτοις, μανέντες πάλιν εἴπωσι τοῦ Βεελζεβοὺλ εἶναι καὶ ταύτας τὰς φωνάς.