Ἐν αὐτῷ γὰρ καὶ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν· καὶ, Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ. Καὶ πῶς τολμῶσιν οἱ δυσσεβεῖς φλυαρεῖν, ἃ μὴ θέμις, ἄνθρωποι ὄντες, καὶ τὰ ἐπὶ γῆς οὐχ εὑρίσκοντες διηγήσασθαι; Τί δὲ λέγω τὰ ἐπὶ γῆς; τὰ ἑαυτῶν ἡμῖν εἰπάτωσαν, εἰ ἄρα εὑρεῖν δυνήσονται τὴν ἑαυτῶν ἐξιχνιάσαι φύσιν. Τολμηροὶ ὄντως καὶ αὐθάδεις, δόξας οὐ τρέμοντες, ἔνθα ἐπιθυμοῦσιν ἄγγελοι παρακῦψαι, καὶ τοσούτῳ καὶ τὴν φύσιν καὶ τὴν τάξιν ἀνώτεροι. Τί γὰρ ἐγγύτερον τῶν χερουβὶμ ἢ τῶν σεραφίμ; καὶ ὅμως οὐδὲ ὁρῶντα, ἢ ποσὶν ἑστῶτα, ἀλλ᾽ οὐδὲ γυμνοῖς, κεκαλυμμένοις δὲ ὥσπερ καὶ τοῖς προσώποις τὴν δοξολογίαν προσφέρουσιν, ἀπαύστοις τοῖς χείλεσιν οὐδὲν ἕτερον ἢ τὴν θείαν καὶ ἄφραστον φύσιν τῇ τρισαγιότητι δοξάζοντα. Καὶ οὐδαμοῦ τις τῶν θεσπεσίων προφητῶν, τῶν μάλιστα καταξιωθέντων τῆς τοιαύτης θέας, ἀπήγγειλεν ἡμῖν, ὅτι ἐν μὲν τῷ ἅπαξ εἰπεῖν τὸ, ἅγιος, μεγάλῃ τῇ φωνῇ, ἐν δὲ τῷ δευτερῶσαι, ἧσσον, ἐν δὲ τῷ τρισσεῦσαι, ὑποβεβηκότως· καὶ μετὰ τοῦτο τὸν πρῶτον ἁγιασμὸν κυριολογοῦντα, τὸν δὲ δεύτερον ὑποτάσσοντα, καὶ τὸν τρίτον κατώτερον τιθέντα. Ἀλλ᾽ ἄπαγε τῆς ἀνοίας τῶν θεοστυγῶν καὶ ἀφρόνων! Ἡ γὰρ πανύμνητος καὶ σεβάσμιος καὶ προσκυνητὴ Τριὰς μία καὶ ἀδιαίρετος καὶ ἀσχημάτιστος. Συνάπτεται δὲ ἀσυγχύτως, ὥσπερ καὶ ἀτμήτως ἡ μονὰς χωρίζεται.