Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ «Πορεύθητε εἰς τὴν κώμην»

Μέγας Αθανάσιος

Το μυστήριο της λύτρωσης, οι προφητείες και τα σημεία του Πάθους

Η απελευθέρωση από τα δεσμά του διαβόλου μέσω των θαυμάτων, η εκπλήρωση των προφητειών και τα κοσμικά σημεία κατά τη Σταύρωση που αποδεικνύουν τη θεότητα του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

λύσωμεν πάντα σύνδεσμον ἀδικίας. τοῦτο γάρ ἐστι τὸ κυρίως ἀγαθόν, ἵνα, ἐν οἷς αὐτὸς ὁ διδάσκαλος ὀρθῶς καὶ καλῶς ἐπολιτεύσατο, μανθάνωμεν αὐτὸν μὴ λόγῳ μόνον παραδεδωκέναι ἡμῖν, ἀλλὰ καὶ πράγμασι τὰ συμφέροντα. ἄκουε γὰρ αὐτοῦ λέγοντος διὰ τοῦ προφήτου· «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» δήσαντες γὰρ ἡμῶν πόδας καὶ χεῖρας οἱ πρὸ τούτου κύριοι ᾐχμαλώτευσαν ἡμᾶς προκόπτειν οὐκ ἐπιτρέποντες τῇ ὁδῷ τῆς ἀληθείας. ἀλλ᾽ ὁ φιλάνθρωπος τοῦ θεοῦ υἱὸς ἐπιδημήσας τῷ γένει τῷ ἀνθρωπίνῳ ἠλευθέρωσεν ἡμᾶς. ἀπέστειλε γὰρ τοὺς ἑαυτοῦ μαθητὰς καὶ ἔλυσεν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν. οὐκοῦν τὰ γενόμενα παράδοξα σημεῖα παρὰ τοῦ Ἰησοῦ· κἂν γὰρ αἰσθητῶς κατὰ τὴν ἱστορίαν ἐγένετο, ἀλλὰ νοητῶν χάριν ἐγένετο. ἐτελεῖτο γοῦν τὰ τῆς ἱστορίας καὶ πράγματα ἦν τὰ σημαινόμενα. εἰ μὴ γὰρ πράγματα θεῖα ἦν τὰ σημαινόμενα, οὐκ ἂν οὕτως ἔμελλε τοῖς προφήταις προκηρῦξαι αὐτοῦ τὴν ἐπιδημίαν.

Ἠσαΐας γὰρ βοᾷ λέγων· «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.» ἐπὶ τούτοις τοῖς γενομένοις παραδόξοις σημείοις παρὰ τοῦ Ἰησοῦ οὐκ ἔστιν οὔτε προσθῆναι οὔτε ἀφελεῖν. πάντα γὰρ τελείως καὶ ἀνελλιπῶς ἐποίησεν. ἦν γὰρ «δυνατὸς ἐν ἔργοις καὶ λόγοις» αὐτοῦ. ἀμέλει τούτων μηνύων καὶ ὁ ψαλμῳδὸς ἔλεγε· «περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε.» τῇ γοῦν δυνάμει αὐτοῦ τῇ μεγάλῃ πᾶσαν ἠλευθέρωσε τὴν ἀνθρωπότητα.

Ταῦτα δὲ ἐποίησε τὰ σημεῖα παρὼν αὐτὸς ὁ κύριος μεθ᾽ ἡμῶν, ἵνα φοβηθῶμεν ἀπὸ προσώπου αὐτοῦ. ὅτι δὲ τὰ αἰσθητὰ σύμβολα νοητῶν ἐστιν, ἄκουε. ἐπεδήμησε γὰρ ὁ σωτήρ, ἵνα τὴν τοῦ ἀνθρώπου ψυχὴν προηγουμένως εὐεργετήσῃ. ἀλλ᾽ ἐπειδὴ τοῦτο τοῖς πολλοῖς ἄγνωστον ἦν διὰ τῶν ὁρωμένων ἰάσεων τὴν κεκρυμμένην τῆς ψυχῆς σωτηρίαν ἐδείκνυεν. ἀμέλει τῷ παραλυτικῷ ἄφεσιν ἁμαρτιῶν δωρησάμενος ἠπιστεῖτο. ἔλεγον γὰρ οἱ Ἰουδαῖοι· «τίς δύναται ἁμαρτίας ἀφιέναι εἰ μὴ μόνος ὁ θεός;» εἶτα, ἐπειδὴ τὸ ἀφανὲς καὶ προηγούμενον ποιήσας ἐλάνθανε, κατὰ δεύτερον λόγον καὶ τὸ σῶμα ἰάσατο. εἶπε γὰρ αὐτῷ· «ἔγειρε, ἆρον τὸν κράβατόν σου καὶ περιπάτει.» ὁρᾷς πῶς ταχέως οὗτος λέλυται ἀπὸ τῶν δεσμῶν καὶ οὐ μόνον διὰ τῆς ἔξωθεν ἰάσεως λέλυται, ἀλλὰ καὶ τῶν τοσούτων ἁμαρτημάτων ἐλευθεροῦται. ἔτι μὴν καὶ κήρυκα τῆς θεραπείας αὐτὸν ἀπέδειξε καὶ ὅλως τὰ γενόμενα αἰσθητῶς νοητῶν χάριν ἐγένοντο. διά τοι τοῦτο ἀποστέλλονται καὶ οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην καὶ λύουσι τὴν ὄνον καὶ τὸν πῶλον κατὰ τὰ κελευσθέντα αὐτοῖς ὑπὸ τοῦ διδασκάλου. τοῦτο δὲ ὅλως γέγονεν, ἵνα πληρωθῇ καὶ ἡ τοῦ Ἰακὼβ προφητεία. εὐλογῶν γὰρ τοὺς δώδεκα πατριάρχας φθάσας εἰς τὸν Ἰούδαν προφητεύει καὶ θεῖα ῥήματα φθέγγεται. ἄκουε γὰρ αὐτοῦ λέγοντος· «δεσμεύων» γὰρ «πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ.»

καὶ ὅλως τὰ λεχθέντα ἅπαντα εἰς τὸν Ἰούδαν εὑρήσεις εἰς τὴν παρουσίαν τοῦ σωτῆρος προφητευόμενα. δύναται γὰρ ὁ φιλομαθὴς κατ᾽ ὀλίγον ἀναγινώσκων νοῆσαι τὰ περὶ αὐτοῦ εἰρημένα. ἵνα δὲ μὴ πᾶσαν τὴν ἱστορίαν διηγησώμεθα, ἀκούσωμεν τοῦ ἀποστόλου λέγοντος· «πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν.» Διὰ τοῦτο γοῦν ἐγένοντο τὰ γενόμενα, ἵνα τὸν δημιουργὸν διὰ τῆς ἑαυτοῦ λειτουργίας φανερὸν ποιήσωσι. τίς γὰρ θεασάμενος ναῦν ἄριστα εὐθυνομένην οὐκ ἔννοιαν δέχεται κυβερνήτου; ἅρμα δὲ καλῶς διαβαῖνον καὶ τεχνικαῖς ἡνίαις φερόμενον οὐκ ἐννοεῖ τὸν ἡνιοχοῦντα; εἰ οὖν ἐπὶ τῶν ἐν χερσὶ τοιαῦτα, τί ἂν εἴποιμεν ἐπὶ τῶν τοῦ σωτῆρος παραδόξων; ὁρῶμεν γὰρ τῶν ποιημάτων αὐτοῦ τὰ φοβερὰ καὶ παράδοξα· οἷον θαλάσσης τὰς τρικυμίας καὶ τῶν ἐν αὐτῇ προσαρασσόντων ἀνέμων τὰς κινήσεις, ἡλίου τε τὸν κύκλον καὶ σελήνης τὸν δρόμον καὶ τῶν ἀστέρων τὴν σύνθεσιν. τίς δὲ οὐκ ἐφοβήθη, ὅτε «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω,» ὅτε ὁ ἥλιος οὐ φέρων τὸ τολμηθὲν φόβῳ τὸ φῶς ἔστειλεν, ἢ ὅτε «αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα ἠνεῴχθησαν» καὶ οἱ ἐναποκείμενοι ἀνέστησαν καὶ οἱ ἐχθροὶ ἐφοβήθησαν ἀπὸ προσώπου αὐτοῦ; διὸ καὶ ἄκοντες ὡμολόγουν ὅτι «ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.» καὶ ὅλως «τὰ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις ἐστί.» «