Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ «Πορεύθητε εἰς τὴν κώμην»

Μέγας Αθανάσιος

Η έλευση του Λόγου και η αλληγορική ερμηνεία της ευαγγελικής περικοπής

Ερμηνευτική προσέγγιση της συμφωνίας των Ευαγγελιστών για την είσοδο στα Ιεροσόλυμα και ταύτιση της όνου με την εξ εθνών Εκκλησία και του πώλου με τον Αδάμ, με σκοπό την πνευματική σωτηρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ταῦτα μὲν προσεθήκαμεν τῷ λόγῳ, ἐπειδήπερ πάντες ὡς πρόβατα ἐπλανήθησαν καὶ ὅτι «φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον» ὅτι «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος ἐσφίγγετο.» «ἐβασίλευσε» γὰρ «ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ.» ἀλλ᾽ ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς λυτρούμενος τοὺς αἰχμαλώτους καὶ ζῳοποιῶν τοὺς τεθανατωμένους. ἀμέλει καὶ ὁ θεσπέσιος ἀπόστολος τοῦτο ἐπιστάμενος ἔγραφε λέγων· «εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον τῷ τοῦ ἑνὸς δικαιώματι εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» ἐπεδήμησε τοιγαροῦν πρὸς ἡμᾶς ὁ ζῶν καὶ ἐνεργὴς τοῦ θεοῦ λόγος, ἡ εἰκὼν ἡ ἀπαράλλακτος, ὁ υἱὸς ὁ μονογενής, «δι᾽ οὗ γεγόνασιν οἱ αἰῶνες, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος.» διὸ ἀποστέλλει δύο μαθητὰς εἰς τὴν κατέναντι κώμην λέγων πρὸς αὐτούς· «πορεύθητε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.» Ματθαῖος μὲν διαγράφων τὴν ἐκκλησίαν καὶ τὰ ἐξ αὐτῆς γενόμενα ὄνον καὶ πῶλον ὠνόμασε. Λουκᾶς δὲ τὰ ἀμφότερα εἰς μίαν ἑνότητα ἀνακεφαλαιούμενος πῶλον ὀνομάζει.

φησὶ γὰρ οὕτω Λουκᾶς ἐν τῷ καθ᾽ ἑαυτὸν εὐαγγελίῳ· «ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ εἰπών· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεῖς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες ἀγάγετέ μοι.» εὑρήσεις οὖν τὸν μὲν Ματθαῖον πανταχοῦ δύο ὀνομάζοντα, τὸν δὲ Λουκᾶν εἰς ἓν τὰ δύο ἀνακεφαλαιοῦντα. οἷον καὶ ἐπὶ τῶν τυφλῶν ὁ Ματθαῖος πάλιν δύο ὀνομάζει εἰπών· «καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ.» ὁ δὲ Λουκᾶς τοὺς δύο εἰς ἕνα ἀνακεφαλαιούμενός φησιν· «ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί ἂν εἴη τοῦτο. ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με.» ὁμοίως καὶ ἐπὶ τῶν δαιμονιζομένων εὑρήσεις τὸν μὲν Ματθαῖον δύο ὀνομάζοντα, τὸν δὲ Λουκᾶν ἀκριβεστέρᾳ τῇ διανοίᾳ εὐσεβῶς ἀντὶ τῶν δύο ἕνα εἰρηκότα. φησὶν οὖν ὁ Ματθαῖος περὶ τῶν δύο οὕτω· «καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν.» Λουκᾶς δὲ τοὺς δύο εἰς ἕνα γράφων ἔλεγεν· «ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν.»

πανταχοῦ οὖν εὑρήσεις τὸν μὲν Ματθαῖον δισσῶς περὶ πάντων φθεγγόμενον, τὸν δὲ Λουκᾶν ἑνικῶς διαλεγόμενον. ὥστε οὐκ ἐσφαλμένα εἰσὶ τὰ θεῖα εὐαγγέλια—μὴ γένοιτο—οὔτε πάλιν ἀντίθετα ἑαυτοῖς ἐφθέγξαντο οἱ ἐξ ἑνὸς τοῦ ἁγίου πνεύματος ἐμφορούμενοι· μίαν γὰρ καὶ τὴν αὐτὴν σῴζουσι διὰ τῶν ἁγίων γραφῶν δύναμιν οἱ ἅγιοι.

Τούτων δὲ καὶ ἡμεῖς ἐμνημονεύσαμεν οὐκ ἐκπεσόντες τοῦ προκειμένου. ἀνεγνώσθη γὰρ ἡμῖν, ὡς ἠκούσατε, εὐαγγέλιον τὸ κατὰ Ματθαῖον. ἡ δὲ περιοχὴ τῆς γραφῆς ἐστιν αὕτη· «τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς λέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.» ἤδη προειρήκαμεν, ὅτι αὕτη ἡ ὄνος ἡ ἐξ ἐθνῶν ἐκκλησία ἐτύγχανεν, ὁ δὲ πῶλος ὁ πατὴρ ἡμῶν Ἀδάμ ἐστιν, ὃν ἔδησεν ὁ σατανᾶς ταῖς ἑαυτοῦ πανουργίαις. αὕτη γὰρ ἡ ὄνος ἀκάθαρτον ζῷον ἐχρημάτιζε, μὴ ἀνάγουσα μήτε κατάγουσα μηρυκισμόν. ἥτις ἐστὶν ἡ ἐξ ἐθνῶν ἐκκλησία. ἐμιαίνετο γὰρ πρὸ τούτου ἐν τοῖς εἰδώλοις αὐτῆς καὶ ἐμολύνετο ἐν τοῖς ἀκαθάρτοις αἵμασιν. ὡς λέγεσθαι πρὸς αὐτὴν διὰ Ἠσαΐου τοῦ προφήτου· «ἐμοιχεύσω ἐν ποιμέσι πολλοῖς.» ἀλλ᾽ ὁ φιλάνθρωπος τοῦ θεοῦ υἱὸς ἐπεδήμησε πρὸς ἡμᾶς «καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» οὐ γὰρ ἦν ἀγγέλων τὸ σῶσαι κτίσιν θεοῦ ἀλλὰ λόγου θεοῦ, θεοῦ τοῦ καταβάντος «μεσίτου θεοῦ καὶ ἀνθρώπων.» αὐτῷ γὰρ καὶ ἐχρεωστεῖτο τῷ καὶ κτίστῃ εἰρημένῳ.

ἀποστέλλει οὖν τοὺς δύο μαθητὰς εἰς τὴν κατέναντι κώμην λῦσαι τὴν ὄνον καὶ τὸν πῶλον, «ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μηκέτι ἔχουσαν σπίλον ἢ ῥυτίδα» ἢ ἄλλο τι τῶν προλεχθέντων περὶ αὐτῆς, «ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος» τῷ Χριστῷ. οὕτω γὰρ καὶ τὰ ἐξ αὐτῆς γεννώμενα ἔσονται εἰς «λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.» Ἀπέρχονται οὖν οἱ δύο μαθηταὶ εἰς τὴν κατέναντι κώμην καὶ λύουσι τὴν ὄνον καὶ τὸν πῶλον κατὰ τὰ κελευσθέντα αὐτοῖς παρὰ τοῦ διδασκάλου. ἀνεκαλέσατο γὰρ ἡμᾶς ἐκ τῆς κατέναντι κώμης εἰς τὴν ἐπουράνιον πόλιν, τὴν ἄνω Ἰερουσαλήμ. ἔλυσε δὲ ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν. οἶδας καὶ τὸν προφήτην Ἠσαΐαν πρὸ πολλοῦ βοᾶν καὶ λέγειν· «ἔδωκά σε εἰς διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν ἀνειμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» πορεύονται οὖν οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην. κώμην δὲ ὅταν ἀκούσῃς τὸν περίγειον τοῦτον κόσμον ὑπολάμβανε· ἡ γὰρ πόλις ἡ ἐπουράνιός ἐστιν ὡς προείπαμεν. τὸ δὲ καὶ ‘εἰς τὴν κατέναντι κώμην’ Μωϋσῆς ἐν τῇ Γενέσει προεσήμανεν εἰπών· «ἀπῴκησεν ὁ θεὸς τὸν Ἀδὰμ ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἐκέλευσε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.»

οὐδενὸς οὖν ἄλλου ἦν εἰσαγαγεῖν ἡμᾶς, ὅθεν ἐξεβλήθημεν, ἢ αὐτοῦ τοῦ κυρίου τοῦ τεθεικότος τὰ χερουβὶμ φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. οὐδενὸς γὰρ ἄλλου ἦν ἀνακαλέσασθαι ἡμᾶς ἐκ τῆς κατέναντι κώμης εἰς τὴν ἐπουράνιον πόλιν ἢ αὐτοῦ τοῦ ἀποφηναμένου καθ᾽ ἡμῶν. οὕτως οὖν νοηθήσεται καὶ τὸ ἐπὶ τῆς ὄνου καὶ τοῦ πώλου, ὅτι πᾶσα ἡ ἀνθρωπότης ἐστίν. ὑποδείγμασι γὰρ κέχρηται ἡ θεία γραφή. κἂν γὰρ τὴν ἐκκλησίαν διαλάβω, τὸν ἄνθρωπον σημαίνω· κἂν τοῦ Ἀδὰμ μνήμην ποιήσωμαι, ἀλλὰ πᾶσαν ὁμοῦ τὴν ἀνθρωπότητα ὁμολογῶ. διὰ τοῦτο γὰρ ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστός, ἵνα τὸ πεπλανημένον ἐπιστρέψῃ καὶ τὸ ἀπολωλὸς ζητήσας εὕρῃ. αὐτὸς γάρ ἐστιν «ὁ λύων τοὺς πεπεδημένους καὶ ἀνορθῶν τοὺς κατερραγμένους» καὶ ἀνακαλούμενος τοὺς ἐκπεσόντας καὶ λυτρούμενος τοὺς αἰχμαλώτους. τοῦτο δὲ μηνύων καὶ ὁ θεόφορος Δαυὶδ ἐν ψαλμοῖς ᾄδει λέγων· «ἐπίτρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ.» οὗτός ἐστιν ὁ καὶ τὸ σκότος καταλάμπων, περὶ οὗ γέγραπται· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» τῆς γὰρ παρουσίας τοῦ σωτῆρος καταλαμψάσης τὰ σύμπαντα λύεται λοιπὸν ἡ ὄνος καὶ ὁ πῶλος ἐκ τῶν δεσμῶν. αὐτὸς γὰρ καὶ τὰς ἁμαρτίας ἡμῶν ἦρεν, ὥς φησι διὰ τοῦ προφήτου· «ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου.» Δείξωμεν οὖν καὶ ἡμεῖς ἀγαθὸν τῇ ψυχῇ ἑαυτῶν.