Ἐνόησας τὸ λεγόμενον, ἐλθέ μοι λοιπὸν ἐπὶ τὸ πνευματικώτερον. Ἔσπειρεν ὁ Ἰησοῦς διὰ τῶν ἀποστόλων τὸν λόγον τῆς βασιλείας τῶν οὐρανῶν κατὰ πάσης τῆς οἰκουμένης. Ἀκοὴ δεξαμένη τὸ κήρυγμα κατέχει παρ᾽ ἑαυτῇ· καὶ τέως μὲν βλάστην φυλλάδος ἐργάζεται σπουδὴν περὶ τὴν Ἐκκλησίαν, καὶ συναγόμεθα κατὰ τὸ αὐτὸ, καὶ οἱ σιτοδόται, καὶ τὰ ζιζάνια, ὁ πιστὸς, καὶ ὁ ὑποκριτὴς, ἵνα ἀληθέστερον εἴπωμεν τὸ καταγγελλόμενον· οἱ δὲ γεωργοὶ τῆς Ἐκκλησίας, τὴν δίκελλαν τῶν λόγων τοῖς ἐσπαρμένοις ἐπιβαλόντες, γεωργοῦμεν εἰς καρποφορίαν· οὔπω δὲ οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων παχυνθῇ, τότε φαίνεται τίς μὲν ὁ πιστὸς, τίς δὲ ὁ ὑποκριτής. Καὶ πῶς καὶ τίνα τρόπον παραγίνεται πολλάκις εἰς πόλιν ἀνὴρ δυνάμενος διδάσκειν Ἑλληνιστὶ, ὃς, τὴν ἀκοὴν θελγόμενος, σπεύδει εἰς τὴν Ἐκκλησίαν, οὐ τὴν ἰατρείαν τῆς ψυχῆς, ἀλλὰ τῶν λόγων τὸ κάλλος μόνον ἁρπάσαι. Ἀνεχώρησεν ὁ εὐγλώττως λαλῶν· ἀνεχώρησε καὶ τῆς Ἐκκλησίας τὸ ζιζάνιον· οὐ γὰρ ἔχει τὸ σιτῶδες, τὸ πιστόν. Ὁ δὲ πιστὸς, κἂν εὐγλώττως λέγῃ τὰ λεγόμενα, σπουδάζει κατακούειν, κἂν Συριστὶ, κἂν Ῥωμαϊστὶ, κἂν διαφόρῳ γλώττῃ. Οὐ γὰρ ζητεῖ λόγους, ἀλλ᾽ ἔργα. «