Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ σπέρμα

Μέγας Αθανάσιος

Το ευαγγελικό ανάγνωσμα των σταχύων και η παραβολή του σπορέως

Ερμηνεία του ευαγγελικού αναγνώσματος για τους μαθητές που έκοβαν στάχυα το Σάββατο. Αλληγορική ανάλυση της παραβολής του σπορέως, του διαχωρισμού σίτου και ζιζανίων, καθώς και ηθική προτροπή για έμπρακτη πνευματική καρποφορία έναντι της υποκρισίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΣΠΟΡΟΝ. Ἐν ἡμέρᾳ Σαββάτου συνήχθημεν, οὐ νοσοῦντες Ἰουδαϊσμόν· οὐ γὰρ ἐφαπτόμεθα Σαββάτων ψευδῶν· παραγεγόναμεν δὲ ἐν Σαββάτῳ, τὸν Κύριον τοῦ Σαββάτου Ἰησοῦν προσκυνήσοντες. Πάλαι μὲν γὰρ ἦν ἐν τοῖς ἀρχαίοις τὸ τίμιον Σάββατον· μετέθηκε δὲ ὁ Κύριος τὴν τοῦ Σαββάτου ἡμέραν εἰς Κυριακήν· καὶ οὐχ ἡμεῖς ἐσμεν οἱ ἀφ᾽ ἑαυτῶν τοῦ Σαββάτου καταφρονήσαντες, ἀλλ᾽ ὁ προφήτης ἐστὶν ὁ ἀποβαλὼν καὶ εἰπών· «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου.» Μέχρι μὲν γὰρ ὅτε ἄξια ἐπράττετο τῶν πραγμάτων τῆς νομοθεσίας, ἢ μέχρις ὅτε μὴ ἦν παραγενόμενος ὁ Διδάσκαλος, ἐνήργει τὰ τοῦ παιδαγωγοῦ· ἐλθόντος δὲ τοῦ Διδασκάλου, κατηργήθη ὁ παιδαγωγὸς, καὶ ἡλίου ἀνατείλαντος, ὁ λύχνος ἐπαύσατο. Εὔκαιρος δὲ ἡμῖν γέγονε καὶ ἡ ἀνάγνωσις, κατὰ ἀκολουθίαν, περὶ Σαββάτου. Ἠκούομεν γὰρ ἀρτίως, ὅπως ὁ Ἰησοῦς ἐπορεύετο διὰ τῶν σπορίμων, καὶ ὅπως τὴν χεῖρα τὴν ξηρὰν ἐθεράπευσε· καί μοι δοκεῖ καλῶς ἔχειν ὀλίγα εἰς τὸ ἀνάγνωσμα τοῦ Εὐαγγελίου εἰπεῖν. Ὁ Σωτὴρ ἡμῶν ἐπορεύετο διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτῷ ἠκολούθουν, καὶ στάχυας τίλλοντες, ἤσθιον· καὶ Ἰουδαῖοι ἐπετίμων αὐτοῖς λέγοντες· «Οὐκ ἔξεστι τοῦτο ποιεῖν ἐν Σαββάτῳ.» Κατὰ ποῖον νόμον, ὦ Ἰουδαῖοι; Κατὰ ποίαν Μωσέως νομοθεσίαν; Κατὰ ποίαν προφήτου φράσιν;

Ποῦ κεκώλυται τρέφεσθαι τὸν πεινῶντα; Ποῦ γέγραπται μὴ ἐμπλησθῆναι γαστέρα κενήν; Οἱ δὲ τὸ τρέφεσθαι ὀνειδίζοντες ἐν Σαββάτῳ, αὐτοὶ φόνοις ἐν Σαββάτῳ κατὰ τοῦ οἰκοδεσπότου εἰργάζοντο· λέγει γὰρ ἡ Γραφὴ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς ἡμέρας ἐν ᾗ ὁ Θεὸς ἔπαθεν· «Ἦν δὲ ἡμέρα ἐκείνη μεγάλη τοῦ Σαββάτου.» Καὶ τὸν μὲν νομοθέτην ἀναιροῦσιν ἐν Σαββάτῳ, τρέφεσθαι δὲ μαθητὰς ἐν Σαββάτῳ οὐ βούλονται. Διὰ τοῦτο ὁ Σωτὴρ ἐν τοῖς ἀρτίως ἀναγνωσθεῖσιν, ἠρώτα αὐτούς· Τί ἔξεστιν ποιῆσαι ἐν τῷ Σαββάτῳ; ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; τὸ τρέφεσθαι ὀνειδίζετε, τὸ δὲ φονεῦσαι κατεργάζεσθε; Ἀεὶ γὰρ οἱ Ἰουδαῖοι τὸν κώνωπα διυλίζουσι, τὴν δὲ κάμηλον καταπίνουσιν· ἀεὶ ἀκριβεῖς εἰσι περὶ τὸ ἀποδεκατῶσαι τὸ πήγανον καὶ τὸ λάχανον· τὰ δὲ βαρύτερα τοῦ νόμου οὐ τηροῦσι.

Καὶ διαπορευομένων τῶν μαθητῶν, ἠγανάκτουν, ὅτι στάχυας ἔψωχον ταῖς χερσὶ, καὶ ἤσθιον. Οὐ σιδήρῳ ἀπέτεμνον, ἐπεὶ κατηγόρουν ὡς ἔργου· οὐδὲ ἄλλοις ἐργαλείοις ἐχρήσαντο, ἵνα μὴ κατηγορήσωσιν, ὡς μὴ τρεφομένων, ἀλλ᾽ ἐργαζομένων. Νυνὶ δὲ τί μέμφεσθε τῷ ὑπὸ τοῦ Θεοῦ δοθέντι εἰς σωτηρίαν; Εἰ γὰρ ὁ Θεὸς οὐ τὸ τρέφεσθαι ἀπηγόρευσεν ἐν Σαββάτῳ, τί σὺ τοῦτο ὀνειδίζεις, ὅπερ ὁ Θεὸς οὐκ ἀπηγόρευσεν;

Διεπορεύετο τοίνυν ὁ Σωτὴρ διὰ τῶν σπορίμων· ὁ κόκκος τοῦ σίτου, διὰ τῶν σπορίμων, ὁ νοητὸς κόκκος τοῦ σίτου, ὁ πεσὼν εἰς ἕνα τόπον, καὶ ἀναστὰς πολύχους εἰς τὴν οἰκουμένην· αὐτὸς γὰρ περὶ ἑαυτοῦ ἔλεγεν, ὅτι «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου, πεσὼν εἰς τὴν γῆν, ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Εἴπωμεν αὐτὸ καὶ ἄλλως· Διεπορεύετο τοίνυν ὁ Ἰησοῦς διὰ τῶν σπορίμων· αὐτὸς γὰρ ἐνίοτε μὲν κόκκος τοῦ σίτου καλεῖται διὰ τὸ θρεπτικόν· ἄλλοτε δὲ σπορεύς ἐστι, κατὰ τὸ εἰρημένον ἐν τοῖς Εὐαγγελίοις· «Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.» Σπείρει μὲν οὖν ὁ Ἰησοῦς δαψιλῶς· ἡ δὲ καρποφορία γίνεται πρὸς τὸ ὑποκείμενον· ὅπου μὲν γὰρ πετρώδης ἡ γῆ, εὐμαρῶς ξηραίνεται τὸ σπέρμα οὐκ ἀδυναμίᾳ τοῦ σπόρου, ἀλλὰ τῇ καχεξίᾳ τῆς γῆς· ὁ μὲν γὰρ σπόρος ἐνεργής· ἄγονος δὲ ἡ γῆ βάθος μὴ κεκτημένη.

Οὐκ ἀντεχούσης δὲ τῆς γῆς πρὸς ὑγρασίαν, πλεῖον αἱ ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξηραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πάλιν ὁ σπόρος σπείρεται εἰς ἀκανθώδη γῆν· καὶ ὁ μὲν σπόρος ἐνεργής· πνίγεται δὲ ὑπὸ τῶν ἀκανθῶν, καὶ ἡ ἔνδον ἀποκειμένη ἐνέργεια οὐ συγχωρεῖται καρποφορῆσαι διὰ τὴν ἔξωθεν ὄχλησιν. Ἐὰν δὲ ἀπολαύσῃ τῆς ἀγαθῆς, ποιεῖ πάλιν οὐχ ὅμοιον τὸν καρπὸν, ἀλλ᾽ ἐν τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατόν.

Μονοειδὴς μὲν ὁ σπόρος, διάφορος δὲ ὁ καρπός· διάφοροι δὲ αἱ γνῶμαι τῶν διδασκομένων. Ἐξῆλθε τοίνυν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν δι᾽ ἑαυτοῦ παρὼν, τὰ δὲ διὰ τῶν μαθητῶν ἐνήργησε. Καὶ ἔχεις ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γεγραμμένον, ὅτι μετὰ τὸ λιθοβοληθῆναι τὸν Στέφανον οὕτως λέγει ἡ Γραφή· «Οἱ μὲν οὖν διασπαρέντες,» οὐ δι᾽ ἀσθενείας σκορπισθέντες· οὐ γὰρ διῃρέθησαν τῇ πίστει· ἀλλὰ διασπαρέντες. Τῇ γὰρ ἐνεργείᾳ τοῦ σπείραντος σιτοποιηθέντες εἰς ἄρτον ἐπουράνιον, κατὰ πᾶσαν διεληλυθότες ζωοφορίας διδασκαλίαν, κατασπείραντες ἐνεργήματα. Ὁ τοίνυν τὰ νοήματα σπείρων Ἰησοῦς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διήρχετο διὰ τῶν σπορίμων, οὐ μόνον δὲ τῶν σπόρων κατασπορεὺς, ἀλλὰ καὶ τῶν αἰσθητῶν. Πρὸς γὰρ τοῦτον ἔλεγεν ἐξ ἀρχῆς ὁ Πατήρ· «Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾽ ὁμοίωσιν.» Πατὴρ ἔλεγεν, Υἱὸς ἐπετέλει· ὁ μὲν ἐπέταττεν, ὁ δὲ εἰς πέρας ἤγαγε τὰ προσταττόμενα· καὶ οὕτως ἐκ Πατρὸς δι᾽ Υἱοῦ ἓν ἦν τελεσιούργημα, μιᾶς κοσμοποιίας διὰ Πατρὸς καὶ Υἱοῦ τελεσιουργουμένης. Ὁ τοίνυν τὰ νοήματα κατασπείρων, καὶ τὰ αἰσθητὰ νεύματι Πατρὸς ἐργασάμενος, οὗτος διέβαινε διὰ τῶν σπορίμων. Πολλὴ δέ τίς ἐστιν ἡ τῶν σπόρων θαυματουργία.

Καὶ ἴδωμεν ἐν καιροῖς σπόρων τὰ περὶ σπόρων· ἐν χειμερίοις ὥραις τὰ περὶ τῆς βλάστης τῆς γῆς διαλεγόμενοι, οὐχ ἵνα φυσιολογήσωμεν τὰ ὁρώμενα, ἀλλ᾽ ἵνα προσκυνήσωμεν τὸν θαυματοποιόν. Ἄνθρωποι μὲν γὰρ τὰ ἐφ᾽ ἑαυτοῖς ἐργαζόμενοι, ζεύξαντες βοῦς ἀροτῆρας, ἀνατέμνουσι τὴν γῆν καὶ ἁπαλύνουσι τὸ πρόσωπον αὐτῆς, ἵν᾽ ὑετοὶ μὲν μὴ παραδράμωσι, ἀλλ᾽ ἐμβαθυνόμενοι καρποφορίαν ἀποδόσωσιν· οἱ δὲ σπόροι ἐν ἁπλότητι τῆς γῆς ῥιφέντες, διττὴν ἔχωσι τὴν ἀπόλαυσιν· μίαν μὲν τοῦ βάθους καὶ τῆς ἁπαλώσεως, δευτέραν δὲ τοῦ κρύπτεσθαι, καὶ μὴ ὑπὸ ὀρνέων ἀναλίσκεσθαι. Ἀλλ᾽ ὁ μὲν ἄνθρωπος ποιεῖ τὸ ἑαυτοῦ· οὐ μὴ ἡ καρποφορία ὑπὸ ἀνθρώπου.

Ἀνθρώπου μὲν γὰρ τὸ σπεῖραι· Θεοῦ δὲ τὸ αὐξῆσαι. Καὶ προστάγματι Θεοῦ νεφέλαι ἐκ θαλαττίων βυθῶν τὰ ὕδατα ἀνασπάσασαι, καὶ ἐξ ἁλμυρότητος εἰς γλυκύτητα μεταβαλοῦσαι, ἐπιχέουσι μὲν ἐπὶ τὸ πρόσωπον τῆς γῆς· μονοειδὴς δὲ ὑετὸς, καταβὰς, πολυειδεῖς ἐργάζεται σπόρους. Καὶ σῖτον μὲν ἐργάζεται, κύαμον δὲ καὶ κέγχρον καὶ ὄλυραν. Ἓν μὲν τὸ καταβὰν, καὶ πολλὰ τὰ βλαστώμενα· καὶ τὸ μονοειδὲς τῶν ὑετῶν εἰς πολύχουν καρποφορίαν διασπείρεται· ἵνα δειχθῇ, μὴ τῇ τοῦ σπείραντος εὐμαρείᾳ, ἀλλὰ τῇ τοῦ Θεοῦ ἐνεργείᾳ γίνεσθαι τὸ καρποφορούμενον. Καὶ πρῶτον μὲν ὁ σπόρος χλόη τις ὥσπερ ἀναβαίνει, καὶ πολλάκις σίτῳ ζιζάνιον συνέσπαρται· ἡ δὲ ὁμοιότης τῶν φύλλων οὐ συγχωρεῖ φανῆναι, τί μὲν σῖτος, τί δὲ ζιζάνιον. Ὅταν δὲ ὁ σπόρος εὐθυτενὴς γένηται, καὶ εἰς ὕψος γένηται, ὁ στάχυς διακρίνει, καὶ ἡ καρποφορία δείκνυσι τὸ ὑποκείμενον, τί μὲν σῖτος, τί δὲ ζιζάνιον.

Ἐνόησας τὸ λεγόμενον, ἐλθέ μοι λοιπὸν ἐπὶ τὸ πνευματικώτερον. Ἔσπειρεν ὁ Ἰησοῦς διὰ τῶν ἀποστόλων τὸν λόγον τῆς βασιλείας τῶν οὐρανῶν κατὰ πάσης τῆς οἰκουμένης. Ἀκοὴ δεξαμένη τὸ κήρυγμα κατέχει παρ᾽ ἑαυτῇ· καὶ τέως μὲν βλάστην φυλλάδος ἐργάζεται σπουδὴν περὶ τὴν Ἐκκλησίαν, καὶ συναγόμεθα κατὰ τὸ αὐτὸ, καὶ οἱ σιτοδόται, καὶ τὰ ζιζάνια, ὁ πιστὸς, καὶ ὁ ὑποκριτὴς, ἵνα ἀληθέστερον εἴπωμεν τὸ καταγγελλόμενον· οἱ δὲ γεωργοὶ τῆς Ἐκκλησίας, τὴν δίκελλαν τῶν λόγων τοῖς ἐσπαρμένοις ἐπιβαλόντες, γεωργοῦμεν εἰς καρποφορίαν· οὔπω δὲ οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων παχυνθῇ, τότε φαίνεται τίς μὲν ὁ πιστὸς, τίς δὲ ὁ ὑποκριτής. Καὶ πῶς καὶ τίνα τρόπον παραγίνεται πολλάκις εἰς πόλιν ἀνὴρ δυνάμενος διδάσκειν Ἑλληνιστὶ, ὃς, τὴν ἀκοὴν θελγόμενος, σπεύδει εἰς τὴν Ἐκκλησίαν, οὐ τὴν ἰατρείαν τῆς ψυχῆς, ἀλλὰ τῶν λόγων τὸ κάλλος μόνον ἁρπάσαι. Ἀνεχώρησεν ὁ εὐγλώττως λαλῶν· ἀνεχώρησε καὶ τῆς Ἐκκλησίας τὸ ζιζάνιον· οὐ γὰρ ἔχει τὸ σιτῶδες, τὸ πιστόν. Ὁ δὲ πιστὸς, κἂν εὐγλώττως λέγῃ τὰ λεγόμενα, σπουδάζει κατακούειν, κἂν Συριστὶ, κἂν Ῥωμαϊστὶ, κἂν διαφόρῳ γλώττῃ. Οὐ γὰρ ζητεῖ λόγους, ἀλλ᾽ ἔργα. «

Ὁ γὰρ λόγος ἡμῶν καὶ τὸ κήρυγμα ἡμῶν οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.» Τί τὸ ὄφελος, ἐὰν Ἑλληνιστὶ λαλῶμεν, βαρβαρίζωμεν δὲ τῇ γνώμῃ; Τί τὸ ὄφελος, ἐὰν εὐσύνθετος μὲν ὁ λόγος, κακοσύνθετος δὲ ὁ τρόπος;

Πολὺ κάλλιόν ἐστι μήτε τὴν Ἑλλήνων εἰδέναι φωνὴν, καὶ τὸν νόμον τοῦ Θεοῦ ἐν καρδίᾳ κεκτῆσθαι. Εἰ μὲν γὰρ σοφιστοῦ διδασκαλεῖον ἦν ἡ Ἐκκλησία, εὐγλωττίας ἦν ὁ καιρός· ἐπειδὴ δὲ τρόπων ἀγὼν, καὶ καρποφορία τὸ προκείμενον, καὶ προσδοκία οὐρανῶν τὸ προσδοκώμενον, μὴ γλῶττα ζητείσθω, ἀλλ᾽ ὁ τρόπος κατορθούσθω. Πάλιν ἄλλοι νοσοῦσιν ἀνθρωπαρέσκειαν ἀνθρώπων, καὶ καιρὸν καθυποκρίνονται· κἂν μὲν ἐπίσημον πρόσωπον ἢ ἐκ πλατειῶν ἢ ἐξ ἀνθρώπων παραγίνηται, καὶ Χριστιανισμὸν ἐπαγγελλόμενον, τρέχουσιν εἰς τὴν Ἐκκλησίαν, ἵνα ἀνθρώπῳ δείξωσι τὸ πρόσωπον. Ἐξῆλθεν ὁ ἐπίσημος, συνεξῆλθεν ὁ ὑποκριτὴς, καὶ ἀπέχει τὸν μισθόν. Δι᾽ ἀνθρώπων ἦλθεν, ἀνθρώπῳ ἤρεσε, παρὰ Θεοῦ οὐδὲν ἔλαβεν· οὐ γὰρ ἐκείνῳ ἔδειξε τὴν διάνοιαν. Τοιαῦτα τῆς Ἐκκλησίας τὰ ζιζάνια.

Ἀλλ᾽ ἔχει τι θαυμάσιον ὁ γεωργὸς τῆς Ἐκκλησίας Λόγος· καὶ γὰρ ζιζάνια σιτοποιεῖ, ἐὰν θέλῃ. Ἐπειδὴ γὰρ αὐτοπροαίρετος ἡ τῶν ἀνθρώπων κίνησις, καὶ αὐτεξούσιος ἡ γνώμη, ἐπὶ σοὶ κεῖται τὸ πρᾶγμα· εἰ θέλεις ζιζάνια, εἶ ἀλόγων ζώων τροφή· εἰ θέλεις, μεταβάλλῃ καὶ γίνῃ σῖτος. Εἰκόνα ζητεῖς τῶν λόγων, λάμβανε ἀπὸ δένδρων τὸ ζητούμενον. Ἡ ἀγριέλαιος, ἐπικεντρισθεῖσα, καλλιέλαιος γίνεται, καὶ ἄμπελος ἀγρία, ἡμερωτάτης ἀμπέλου κλῆμα δεξαμένη, ἐπιλανθάνεται μὲν τῶν τῆς ῥίζης παλαιοτήτων, ἀναλαμβάνει δὲ τὴν καινότητα τῶν παλαιῶν. Ἐπιλάθου καὶ σὺ τῶν πρώτων, καὶ ἀνάλαβε τὰ λεγόμενα· καὶ τοῦ ζιζανίου πάρες, τὸ δὲ σιτῶδες ἀνάλαβε· ἵνα δυνηθῇς καὶ αὐτὸς εἴσω ἅλωνος ἐκκλησιαστικῆς γενέσθαι νοητῆς.

Ταῦτα δὲ πάντα ὑμῖν εἴρηται διὰ τὸ εὐαγγελικὸν ἀνάγνωσμα, τὸ περὶ σπόρων διαλεγόμενον, διὰ τὸν κατασπείραντα ἐν ταῖς ψυχαῖς, τῶν ψυχῶν λυτρωτὴν Ἰησοῦν, τὸν διαπορευόμενον διὰ τῶν σπορίμων. Ὁ μὲν οὖν διεπορεύετο ἐπίτηδες ἐν Σαββάτῳ, διάγων τοὺς μαθητὰς διὰ τῶν σπορίμων καὶ οἱ μαθηταὶ διερχόμενοι, ἔτιλλον στάχυας, καὶ ψώχοντες ταῖς χερσὶν αὐτῶν ἤσθιον, καινοτέραν ἅλωνα τοῖς στάχυσι τὰς χεῖρας ἐργαζόμενοι. Οἱ δὲ Ἰουδαῖοι ἐπετίμων τοῖς μαθηταῖς τρεφομένοις, καὶ πρὸς τὸν διδάσκαλον ἀγανακτοῦσιν· «Ἴδε, τί ποιοῦσι οἱ μαθηταί σου;» Ἑαυτοὺς ἀπαλλοτριώσαντες τῆς δικαιοσύνης, οὐκ εἶπαν, Οἱ κοινωνοὶ τῶν μαθητῶν ἡμῶν· ἑαυτοὺς γὰρ τῆς μαθήσεως ἐξώρισαν· ἀλλ᾽, «Ἴδε, τί ποιοῦσιν οἱ μαθηταί σου.» Δεικνύουσι τὰ φαινόμενα. Τῷ γνώστῃ τῶν καρδιῶν δεικνύετε τὰ ὁρώμενα; Οὐκ ἐλάβετε πολλάκις τὴν πεῖραν, ὅτι οἶδε καὶ τῶν καρδιῶν τὰς γνώσεις;

Οὐ λέγων· «Τί διαλογίζεσθε ἐν ἑαυτοῖς πονηρά;» ὁ διαλογισμοὺς εἰδὼς, ἀσταχύων ψωχμοὺς οὐκ οἶδε; Καινότερος νεκρὸς ἐλεύθερος ἐν νεκροῖς. Οἱ μὲν ἄλλοι νεκροὶ, δεσμοῖς ὥσπερ περιβαλλόμενοι, ἐν εἱρκτῇ τῇ ὁδῷ ἀπήγοντο· Ἰησοῦς δὲ γέγονε δι᾽ ἡμᾶς νεκρὸς, καὶ κατῆλθεν εἰς τὰ καταχθόνια μεταξὺ τῶν νεκρῶν· καὶ ἐν νεκροῖς μὲν ἐλθὼν οὐ μόνον ἐλεύθερος ἦν, ἀλλὰ καὶ νεκρῶν ἐλευθερωτής. Καὶ ἵνα μάθῃς, ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν, ἄκουε τῶν Εὐαγγελίων λεγόντων· «Καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστησεν.» Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μνήματα ἀνεῴχθησαν. Ἦν τοίνυν ὁ ἐν νεκροῖς ἐλεύθερος, ὃν κατέλιπον καὶ γνώριμοι. Λέγει δὲ τὸ Εὐαγγέλιον, ὅτι πάντες οἱ μαθηταὶ, ἀφέντες αὐτὸν, ἔφυγον. Ἔτι ζῶντα φεύγουσι, καὶ σταυρωθέντος, ὑπεραποθνήσκουσιν· ἐπειδὴ δὲ μηδὲν ἐναπέμεινεν ἐν τῷ σταυρῷ, ἀλλὰ μετὰ τὸν σταυρὸν τὴν ζωὴν ἀπέλαβε.

Καὶ μὴ ἐμοὶ μόνον πρόσεχε, ἀλλὰ τῷ ἐμοὶ ἀρτίως ἀναγνωσθέντι ψαλμῷ. Πρόσχες τὸ λεγόμενον· ἐγὼ ἀναγινώσκω, σὺ βλέπε ἐκ τῆς ἀκολουθίας τὴν ἀνάστασιν. «Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ,» καθὼς εἰρήκαμεν. Καὶ μετὰ ταῦτα· «Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε, καὶ τῷ πρωῒ ἡ προσευχή μου προφθάσειε.» Ὁ νεκρὸς προσεύχεται· εἰ μὴ ἀνέστη, προσεύχεται; Μετὰ γὰρ τὸ διηγήσασθαι τὴν ταφὴν καὶ τὴν νεκρότητα, τότε διηγήσατο τὴν προσευχὴν τὴν πρὸς τὸν Πατέρα γενομένην.

Ἡμεῖς μὲν οὖν τιμῶμεν τὴν Κυριακὴν διὰ τὴν ἀνάστασιν· Ἰουδαῖοι δὲ ἔτι καὶ νῦν ἐξέχονται τοῦ Σαββάτου, καὶ μετὰ τὸ εἰπεῖν τὸν Ἡσαΐαν· «Καὶ τὰ Σάββατα ὑμῶν μισεῖ ἡ ψυχή μου.» Οὐδέν μοι κοινὸν πρὸς τὸ Σάββατον, ὃ ὁ Θεὸς ἐμίσησεν. Οὐ λέγω τοὺς κύκλους τῶν ἡμερῶν, ἀλλὰ τὸν νομιζόμενον Ἰουδαϊσμόν. Οὐ γὰρ τὰς ἡμέρας μισεῖ ὁ Θεὸς, ἀλλὰ τοὺς κακῶς ἐν ταῖς ἡμέραις ἐργαζομένους. Καὶ νῦν μὲν ἐξέχονται τοῦ Σαββάτου, καὶ τότε ἐπετίμων τῷ Σωτῆρι λέγοντες· «Ἴδε, τί ποιοῦσιν οἱ μαθηταί σου, ὃ οὐκ ἔξεστι ποιεῖν ἐν Σαββάτῳ.» Ὁ Σωτὴρ πρὸς αὐτούς· Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε Δαβίδ; Ὁ ἐκ Δαβὶδ μνημονεύει τοῦ Δαβίδ· ὁ ἐκ Δαβὶδ κατὰ σάρκα, πρὸ δὲ Δαβὶδ κατὰ πνεῦμα· ὁ κατὰ σάρκα μὲν τοῦ Δαβὶδ υἱὸς, κατὰ πνεῦμα δὲ τοῦ Δαβὶδ δεσπότης· ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσας, ἡ ῥάβδος ἡ θαυμασία, ἡ τὸ μὲν γένος Ἰουδαίων συντρίβουσα, τῶν δὲ ἐθνῶν τὸ γένος ὡς ποίμνιον συνάγουσα. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς. Καὶ δὴ ἄξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου· καὶ πολὺς ὁ περὶ τῆς ῥάβδου Ἰησοῦ λόγος. Ἔλεγε τοίνυν πρὸς τοὺς Ἰουδαίους· «Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε Δαβὶδ, ὅτε ἐπείνασεν αὐτὸς, καὶ οἱ μετ᾽ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγεν, ὃ οὐκ ἔξεστιν ποιεῖν εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν;»