Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ σπέρμα

Μέγας Αθανάσιος

Ο Δαβίδ ως προτύπωση του Χριστού και οι διωγμοί από τον Σαούλ

Ιστορική αναδρομή στα παθήματα του Δαβίδ και τυπολογικός παραλληλισμός τους με την επίγεια πορεία του Σωτήρα. Αναφορά στο χρίσμα, τη νίκη επί του Γολιάθ, τη γένεση του φθόνου και τις δόλιες επιβουλές του Σαούλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ὁ μὲν οὖν σοφὸς ἀκροατὴς καὶ συνήθης τῶν ἐκκλησιαστικῶν δογμάτων τε καὶ ἀναγνωσμάτων οἶδε τὴν ἱστορίαν, καὶ οὐ χρείαν ἔχει τῆς διηγήσεως· ἐπειδὴ δὲ πολὺς ὁ νεωστὶ συῤῥεύσας ἡμῖν λαὸς, ὁ τὴν ἐπιπόλαιον ἀκρόασιν τῶν θείων λογίων ἔχων, τὸ δὲ βάθος τῆς νοήσεως μὴ ἐνστερνισμένος, καλῶς ἔχειν μοι δοκεῖ ἐπιδραμεῖν καὶ δεῖξαι τὴν ἱστορίαν, ἵνα γνῶμεν τίνος ἕνεκεν ταύτης ἐμνημόνευσεν ὁ Σωτήρ. Βασιλεύς τις ἦν ἐν τοῖς ἀρχαίοις, Δαβὶδ, ποιμὴν τὰ πρῶτα, καὶ βασιλεὺς τὰ δεύτερα. Τὴν δὲ βασιλείαν οὐκ ἔλαβεν ἁρπάσας, ἀλλὰ, τοῦ Σαοὺλ ἁμαρτήσαντος καὶ ἀποβαλομένου, ἐχρίσθη Δαβὶδ ἀπὸ τοῦ Σαμουήλ. Χρισθεὶς δὲ εἰς τὴν βασιλείαν, οὐχ ἅμα ἥρπασε τὸ βασίλειον, ἀλλὰ χρόνοις πολλοῖς δουλεύσας τῷ Σαοὺλ, ὕστερον, ὅτε Θεὸς ἠθέλησεν, ἐφήψατο τῆς βασιλείας.

Ἐπεβουλεύετο οὖν ὑπὸ τοῦ Σαοὺλ, εὐεργετήσας τοῦτον· ἐπεβουλεύετο δὲ καὶ ὑπὸ τοῦ Ἀβεσσαλὼμ, τοῦ οἰκείου τέκνου. Ταῦτα ἀληθῶς μὲν συνέβη τῷ Δαβίδ· οὗτος δέ τινας εἰκόνας εἶχε τῆς τοῦ Σωτῆρος παρουσίας. Ἔδει γὰρ τὸν προπάτορα καὶ εἰκόνας ἔχειν τοῦ ἀπογόνου. «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ.» Τινὸς αἱ τῶν πραγμάτων ὁμοιώσεις οὐκ ἰσότιμοι.

Ὁμοιούσθω γὰρ ὁ δοῦλος τῷ δεσπότῃ· οὐ μὴν ἰσότιμος γίνεται, πλὴν ἔχει τινὰς ὁμοιότητας. Ὁ Δαβὶδ ποιμὴν, καὶ ποιμὴν ὁ Χριστός· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς,» ἔλεγεν. Ἀλλ᾽ ὁ μὲν ποιμὴν θρεμμάτων, ὁ δὲ ποιμὴν ψυχῶν· ὁμοίωσις πραγμάτων, πολλὴ δὲ παραλλαγὴ τοῦ ἀξιώματος. Ἔχρισε τὸν Δαβὶδ εἰς βασιλέα Σαμουὴλ ὁ ἱερεὺς, ἐβάπτισε καὶ τὸν Σωτῆρα ὁ Ἰωάννης, ὡς ἱερεὺς ὢν καὶ αὐτός· ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων. Χρισθεὶς δὲ ὁ Δαβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ᾽ ἠνείχετο πολλοῖς χρόνοις δουλεύων τῷ Σαούλ· καὶ ὁ Σωτὴρ ἡμῶν γεννηθεὶς βασιλεὺς πρὸ τῶν αἰώνων, καὶ οὐ πρόσκαιρον ἔχων τὴν βασιλείαν, ἀλλὰ πρὸ πάντων τῶν αἰώνων βασιλεὺς, ἐκ βασιλέως Θεοῦ γεννηθεὶς, ἠνείχετο· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν,» ἵνα τελέσῃ τὴν οἰκονομίαν. Ἐδίωκε τὸν Δαβὶδ Σαοὺλ, ἐδίωκε τὸν Χριστὸν Ἡρώδης. Ἀλλ᾽ οὔτε ὁ Σαοὺλ διώκων τὸν Δαβὶδ ἔβλαψεν, οὔτε Ἡρώδης διώκων τὸν Χριστὸν ἔβλαψεν.

Ἐπανέστη τῷ Δαβὶδ Ἀβεσσαλὼμ υἱὸς ὤν· ἐπανέστη τῷ Σωτῆρι Ἰούδας υἱὸς ὢν καὶ αὐτὸς ἄλλος· τοὺς γὰρ μαθητὰς οἶδεν ὁ Σωτὴρ ὀνομάζειν υἱοὺς, λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός·» καὶ πάλιν πρὸς τοὺς μαθητὰς ἔλεγε, «Τεκνία.» Ὁ τόπος τῆς ἀπωλείας τοῦ Ἀβεσσαλὼμ Χεὶρ Ἀβεσσαλὼμ μέχρι τὴν σήμερον καλεῖται. Καὶ βλέπε μοι τὴν ἀκρίβειαν τῆς εἰκόνος τῶν πραγμάτων. Οὐ γέγραπται, Ποῦς Ἀβεσσαλὼμ, ἀλλὰ Χεὶρ Ἀβεσσαλώμ· οὐ γέγραπται Κεφαλὴ Ἀβεσσαλὼμ, καίτοιγε ἀπὸ τριχῶν κεφαλῆς ἀπώλετο, ἀλλὰ Χεὶρ Ἀβεσσαλώμ.

Πρώτη γὰρ ἦν ἡ τῆς κεφαλῆς χεὶρ, ἡ προδοῦσα κατὰ τῆς εἰκόνος τῶν πραγμάτων· ἀλλ᾽ ὡς ἐξελθούσης διὰ τῆς ὀνομασίας τῶν πραγμάτων τῆς χειρὸς, πλαγίως ἐμήνυσε τὸ ἐσόμενον ἡ Γραφή· Χεὶρ Ἀβεσσαλὼμ, καὶ τῶν πραγμάτων εἰκόνες. Ὅσας ὁμοιότητας ἔχει ὁ Δαβὶδ πρὸς τὸν Σωτῆρα!

Οὗτος τοίνυν ὁ Δαβὶδ, χρισθεὶς εἰς βασιλέα ὑπὸ τοῦ Σαμουὴλ, ἐλαίῳ αἰσθητῷ· ἄλλως δὲ ὁ Σωτὴρ ἡμῶν ἐχρίσθη. Πῶς καὶ τίνα τρόπον, ἄκουε τοῦ τεσσαρακοστοῦ τετάρτου Ψαλμοῦ λέγοντος· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·» ἵνα μὴ τῇ ὁμοιολεξίᾳ τῆς χρίσεως ἰσοτιμίαν νομίσῃς εἶναι τῶν λεγομένων. Ἐχρίσθη Δαβὶδ, ἐχρίσθη καὶ ὁ Χριστός· ἀλλ᾽ ὁ μὲν ἐχρίσθη ὑπὸ ἀνθρώπου, ὁ δὲ ἐχρίσθη ἐκ Πατρός· καὶ ἡ χρίσις ἀνεκδιήγητος, καὶ ἀκατάληπτα τὰ πράγματα. Διὰ τοῦτο λέγει ὁ Ψαλμῳδός· «Ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Τῆς ὁμοιότητός εἰσι μέτοχοι, οὐ μὴν ἰσότιμον ἔχουσι τὴν χρίσιν· πανταχοῦ γὰρ καὶ τὴν ὁμοιότητα τηρεῖ, καὶ τὸ ὑπερέχον τοῦ πράγματος φυλάττει. Ὁ τοίνυν Δαβὶδ χρισθεὶς ὑπὸ τοῦ Σαμουὴλ, ἔμενεν ἐφ᾽ ἑαυτοῦ. Ὁ δὲ Σαοὺλ, παραβὰς ἐντολὰς Θεοῦ, πνεύματι ἀκαθάρτῳ παρεδόθη. Ἔψαλλε δὲ ὁ Δαβὶδ, καὶ κιθάραν εἶχε ποιμενικὴν, καὶ ἐν ἐρήμοις διάγων, καὶ οὐκ ἔχων τίσιν ἀνθρώποις διαλεχθῆναι· καὶ κιθάραν πηξάμενος, καὶ διὰ τοῦ ἀνακρούεσθαι τὰ μέλη δύο εἰργάζετο· παρεμυθεῖτο γὰρ καὶ διὰ τοῦ ἤχου τὸ τῶν τόπων ἔρημον, οὐ μὴν εἰς ἔκλυτα ἐξέπιπτε μέλη, ἀλλὰ ψαλμοὺς ᾖδεν, ἵνα τέρπῃ μὲν τὸ εὔηχον, ὠφελῇ δὲ τὸ εὐσεβές.

Καὶ ἔψαλλεν ἐν ταῖς ἐρήμοις λέγων, ὅτι καὶ «Τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστι·» προσετίθη δὲ πάλιν· «Ἀνὰ μέσον τῶν ὀρέων διελεύσεται ὕδατα, καὶ ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ. Ἐπ᾽ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει.» Ἔψαλλε τὰ περὶ τοῦ ἀνθρώπου, λέγων· «Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας.» Ἔτι δὲ καὶ τὰ τοῦ Θεοῦ θαυματουργήματα ἔψαλλε. Ὀδυνωμένου δὲ τοῦ Σαοὺλ ὑπὸ τοῦ πνεύματος τοῦ ἀκαθάρτου, γίνεταί τις μηνοτὴς τῷ Σαούλ· καὶ τούτῳ τῷ τρόπῳ καλεῖται ὁ Δαβίδ.

Καὶ ὁσάκις ἐπετίθετο αὐτῷ τὸ πνεῦμα τὸ πονηρὸν, λαμβάνων τὴν κιθάραν ὁ Δαβὶδ, ἀνεκρούετο, ψάλλων καὶ ὕμνους λέγων τῷ Θεῷ. Μὴ γάρ μοι τῆς κιθάρας μνημόνευε, ἀλλὰ τοῦ ψαλλομένου· μηδὲ, ἁρπάσας τὰ ῥήματα, εἰς θεατρομανεῖς ἐμπέσῃς ἡδονὰς, ἀλλὰ, μνημονεύσας τῶν ψαλμῶν, τῇ Ἐκκλησίᾳ παράμενε. Εἰς χεῖρας τοίνυν λαμβάνων τὴν κιθάραν ὁ Δαβὶδ, καὶ ψάλλων τῷ Θεῷ, τὸν πνίγοντα δαίμονα ἀπήλαυνεν. Ὢ μεγάλης ψαλμῶν δυνάμεως! Τὸ πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ Δαβὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβραίων· καί τις Γολιὰθ παμμεγέθης τὸ σῶμα, καὶ θρασὺς τὴν ψυχὴν, καὶ φοβερὸς ὀφθῆναι, ἐπὶ τεσσαράκοντα ἡμέρας ὠνείδιζε τὸν Ἰσραὴλ, καὶ ᾔτει εἰς μονομαχίαν ἕνα, ἀσπίδα μὲν παμμεγέθη περικείμενος, δόρυ δὲ ἐξελὼν, καὶ φοβερὰς κνημίδας· καὶ οἱ βλέποντες ἔφυγον, καὶ ὁ Σαοὺλ ἐδειλία.

Ἧκεν ἐπισκεψόμενος τοὺς ἀδελφοὺς ὁ Δαβὶδ, καὶ συμβάλλει εἰς μάχην, ὁ γυμνὸς τῷ ἐνόπλῳ, ὁ ἀπειροπόλεμος τῷ πολυπολέμῳ, ὁ νέος τῷ ἀνδρί· καὶ πάντων πτηξάντων, καὶ μηδενὸς τολμῶντος ἐπεξελθεῖν, Δαβὶδ ἀναδέχεται τὸν πόλεμον. Εἰδὼς δὲ ἔψαλλεν, ὅτι τοῦ Θεοῦ ὁ πόλεμος, καὶ ὅτι «Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.» ᾜδει ἃ ἔψαλλεν· εἶχεν ὅπλον μέγιστον τὴν πίστιν, καὶ περικεφαλαίαν περιέθετο σωτηρίου, καὶ ἀναλαβὼν ῥάβδον καὶ σφενδόνην, τὸν λίθον περιειλήσας, πλήξας τὸν ἀντίδικον, συντόμως κατήνεγκε. Παρατρέχομεν γὰρ τὰ ῥήματα· ἐπειδὴ οὐ τοῦτο νῦν ἐστι τὸ προκείμενον.

Ἔπεσεν ὁ Γολιὰθ ὁ μέγας ὑπὸ τοῦ μικροῦ, καὶ ὁ ἔμπειρος ὑπὸ τοῦ ἀπείρου καὶ ἀφελεστέρου. Καὶ λαβὼν αὐτοῦ τὸ ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν. Καὶ ἡ μὲν κεφαλὴ ἀπηνέχθη ἐν Ἱεροσολύμοις· τὸ δὲ ξίφος αὐτοῦ ἐτηρεῖτο παρὰ Ἀβιμελὲχ τῷ ἱερεῖ.

Ἐλυτρώθη ὁ λαὸς ὑπὸ τοῦ ἀντιδίκου. Ἐξῆλθον εἰς ὑπάντησιν γυναῖκες χορεύουσαι· θυμηδία γὰρ ἦν τὸ προκείμενον· φόβος δὲ ἐλύθη, ὁ ἐχθρὸς ἔπεσεν, ὁ λαὸς ἐπήνθει· χορεῖαι, καὶ τύμπανα, καὶ ἁρμονία, καὶ εὐφροσύνη τὸ προκείμενον. Αἱ δὲ χορεύουσαι ᾖδον, οὐ πρὸς ἀξίαν ἀφορῶσαι, ἀλλὰ πρὸς τὸ ἐνεργῆσαι· ἔλεγον γάρ· «Ἐπάταξεν ὁ Δαβὶδ ἐν μυριάσιν αὐτοῦ, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ.» Καὶ τῷ νικήσαντι ἔδωκαν τὰς χιλιάδας, καὶ οὐκ εἶπον, πόσαι χιλιάδες, οὐδὲ πόσαι μυριάδες. Δύνανται δὲ καὶ μυριάδες ἀναλυθῆναι εἰς χιλιάδας, καὶ χιλιάδες πολυπλασιασθῆναι εἰς μυριάδας. Ὁ Σαοὺλ, ἀκούσας, ἐπλήγη τὴν διάνοιαν.

Ὢ μεγάλης ἀνοίας! Οὐκ ἔδει κἂν τὸ παρὸν αἰδεσθῆναι; Τί βασκαίνεις ἀνθρώπῳ νικητῇ, ἐν μιᾷ ὥρᾳ εὐφημουμένῳ, ὁ ἐπὶ τεσσαράκοντα ἡμέρας κρυπτόμενος; Τῶν ἐχθρῶν ἐλυτρώθης, τί βασκαίνεις ἀνθρώπῳ ἐπαινουμένῳ, ἔργα ἄξια ἐπαίνων ἐργασαμένῳ; Ἀλλὰ πρὸς ἑαυτὸν ἔλεγεν· Ἔδωκαν τῷ Δαβὶδ τὰς μυριάδας, καὶ ἐμοὶ τὰς χιλιάδας. Καὶ ἦν ὑποβλεπόμενος τὸν Δαβίδ.

Βλέπε εἰ μὴ ἀπόγονοι αὐτοῦ ἦσαν, οἷς σήμερον ὁ Σωτὴρ ἐθεράπευσε τὴν δεξιὰν χεῖρα τὴν ξηράν. Καὶ ἐξελθόντες ἐκεῖνοι, οὐχ ἵνα δοξάσωσι τὸν Θεὸν, ἐσκέπτοντο, ἀλλὰ πῶς ἐπιβουλεύσωσι τῷ εὐεργέτῃ. Λέγει γὰρ τὸ Εὐαγγέλιον, ὅτι αὐτοὶ μὲν ἐπλήσθησαν ἀνοίας, καὶ ἐξελθόντες, διελογίζοντο, τί ἂν ποιήσωμεν τῷ Ἰησοῦ; Ἀπόγονοι τοῦ διώκοντος, καὶ ἀπόγονοι τοῦ μανιώδους, καὶ ἀπόγονοι τοῦ ἐπιβουλεύοντος τοῖς εὐεργέταις. Ὑπεβλέπετο τοίνυν ὁ Σαοὺλ τὸν Δαβὶδ, καὶ οὐκ ἔτι ἔβλεπεν αὐτὸν ὀρθοῖς ὀφθαλμοῖς. Τοιοῦτοι γὰρ οἱ βάσκανοι, καὶ τοιοῦτοι οἱ ὑποκριταί. Διὰ τοῦτο ἡ Γραφή σοι λέγει· «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν,» μηδὲν πλάγιον, μηδὲ βάσκανον, ἢ ἔρωτος ἢ μανίας, ἤ τι τοιοῦτον ἐχόμενοι. Βλέπε τὸν φίλον ὀρθῶς, μηδὲν κεκρυμμένον, μηδὲν ἰοβόλον. Ἀλλ᾽ ὁ Σαοὺλ ὑπεβλέπετο τὸν Δαβίδ. Καὶ βλέπε κατασκευήν· ἰδὼν αὐτὸν τιμώμενον, βούλεται αὐτῷ δοῦναι τὴν θυγατέρα ἐπιγαμβρίαν. Ὢ πείρασις βασκανίας! Ἐπιβουλεύει, καὶ νυμφίον αὐτὸν λαμβάνει· καὶ οὐ φείδεται θυγατρὸς, ἵνα τῷ τετιμημένῳ ἐπιβουλεύσῃ. Καὶ ἔπαθλον βούλεται ἑκατὸν ἀκροβυστίας ἀλλοφύλων.

Ὑπώπτευε γὰρ, ὅτι, ἐὰν εἰς πόλεμον αὐτὸν ἐμβάλῃ, οἱ ἑκατὸν, συμπλακέντες τῷ ἑνὶ, ἀποκτενοῦσι τὸν ἕνα· καὶ οὕτως ἀπαλλαγείη. Καὶ γέγονεν· ἀλλ᾽ ὁ μὲν ἐχθρὸς ὡς ἐχθρὸς, ὁ δὲ Θεὸς ὡς Θεός. Ἀπέρχεται ὁ Δαβὶδ, καὶ νικᾷ μόνος ἑκατόν. Ὁ δὲ Σαοὺλ ἰδὼν Θεὸν σύμμαχον τοῦ ἐχθροῦ, οὐδὲ οὕτως ἐδυσωπήθη· μᾶλλον δὲ οὐ τοῦ ἐχθροῦ, ἀλλὰ τοῦ εὐεργέτου ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν Δαβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας ἀβλεπτῶν.