Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ σπέρμα

Μέγας Αθανάσιος

Οι άρτοι της προθέσεως και η ερμηνεία του νόμου του Σαββάτου

Η καταφυγή του Δαβίδ στον ιερέα Αβιμέλεχ και η παράδοση των άρτων της προθέσεως. Θεολογική σύνδεση του ιστορικού παραδείγματος με τους μαθητές του Κυρίου και την υπέρβαση της ιουδαϊκής αργίας του Σαββάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Ἰδὼν δὲ ἑαυτὸν ἐπιβουλευόμενον ὁ Δαβὶδ, κρύβεται ἕως τῆς τρίτης· καὶ ὁ Δαβὶδ οἶδε τὴν τρίτην, καὶ συνθήκας ποιεῖται πρὸς τὸν Ἰωνάθαν, καὶ οὕτως φεύγει ὁ νικητής· οὐκ ἀτονῶν ἀμύνασθαι τὸν ἐχθρὸν, ἀλλὰ μὴ βουλόμενος κατὰ τοῦ εὐεργετηθέντος ἐπαγαγεῖν ξίφος· καὶ παραδοὺς ἅπαξ τῷ Θεῷ τὸ κριτήριον, καὶ φεύγων, ἔρχεται μετὰ τῶν οἰκετῶν πρὸς τὸν Ἀβιμέλεχ τὸν ἱερέα Πάντα δὲ ταῦτα λέγομεν διὰ τὴν ἱστορίαν τοῦ Εὐαγγελίου, διὰ τὸ ῥῆμα τοῦ Σωτῆρος τὸ εἰρημένον· «Οὐκ ἀνέγνωτε ὃ ἐποίησε Δαβὶδ, ὅτε ἐπείνασεν, ὡς ἦλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν;» Ἔρχεται τοίνυν ὁ Δαβὶδ πρὸς τὸν Ἀβιμέλεχ τὸν ἱερέα, μετ᾽ ὀλίγων ὁδοιπορῶν. Ἐξεπλάγη ὁ Ἀβιμέλεχ· καὶ, Τί τοῦτο γέγονε, φησὶν, ὅτι μόνος ὁ στρατηλάτης ὁδεύει, καὶ ὁ ἐπίσημος λιτοτέραν ποιεῖται τὴν ὁδοιπορίαν; Ὁ δὲ Δαβὶδ οὐ λέγει τὴν ἐπιβουλὴν, ἀλλὰ σιωπᾷ τὸ πρᾶγμα καί φησιν, ὅτι τοῖς παιδαρίοις ἐντέταλται ἐν τῷ τόπῳ τῷ λεγομένῳ, Θεῷ πίστις. Σημείωσαι καὶ τοῦτο καὶ παρὰ τῷ Δαβὶδ ἡ πίστις· διὰ τὸν μέλλοντα ἐξ αὐτοῦ γεννᾶσθαι, τὸν λέγοντα· «Κατὰ τὴν πίστιν σου γενηθήτω σοι.» Εἰκόνες καὶ ἐνταῦθα πραγμάτων καὶ ὁμοιότητες. Αἰτεῖ ἄρτους ὁ Δαβὶδ παρὰ τοῦ Ἀβιμέλεχ.

Ὁ δέ φησι πρὸς αὐτόν· Οὐκ εἰσὶν ἄρτοι ἀλλ᾽ ἢ οἱ ἀφιερωμένοι ἐκ προσώπου Κυρίου. Πάλιν ἄλλου νόμου δεῖ ἡμᾶς μνημονεῦσαι. Ὁ τοῦ Μωϋσέως νόμος ἔγραψεν ἐν ταῖς τελεταῖς τῆς λατρείας ταῖς γινομέναις κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου, δώδεκα ἄρτους θερμοὺς πεφθέντας τεθῆναι ἐπὶ τῆς τραπέζης. Ὅπου δὲ θέρμη, ἐκεῖ πῦρ. Λεγέτωσαν νῦν ἡμῖν οἱ Ἰουδαῖοι πῶς τηροῦσι τὸ Σάββατον, καὶ τὸ πῦρ ἅπτειν παραιτοῦνται, ὅπου οἱ ἱερεῖς ἅπτουσι πῦρ, καὶ ἄρτους πέψαντες θερμοὺς παρατιθέασι; Μὴ ἐγὼ μόνος παραβαίνω τὸ Σάββατον; Ἰδοὺ οἱ ἱερεῖς τοὺς θερμοὺς πέπτουσιν ἐν Σαββάτῳ, καὶ περιτομὴν διδόασιν ἐν Σαββάτῳ.

Ὅπου δὲ περιτομὴ, ἐκεῖ καὶ σίδηρος, καὶ σπόγγοι, καὶ τὰ ἀκόλουθα. Ὅπου ἀρτοποιίαι, ἐκεῖ καὶ κλίβανοι, ἐκεῖ καὶ φρυγάνων συγκομιδὴ, καὶ ὅλως ἔργον αὐτοῖς, τὸ τῆς ἀρτοποιίας. Τῷ μὲν οὖν λαῷ τῶν Ἰουδαίων ἀπηγορεύετο μὴ ἐργάζεσθαι ἐν Σαββάτῳ· τοῖς δὲ ἱερεῦσιν οὐκ ἦν ἀπηγορευμένον. Διὰ τοῦτο καὶ ἡμῖν καὶ πᾶσιν ἀφίεται τὸ ἐν Σαββάτῳ ἐργάζεσθαι· καὶ γὰρ καὶ ἡμεῖς πάντες βασίλειον ἱεράτευμα. Πάλαι μὲν οὖν τοῖς ἱερεῦσιν ἠφίετο· ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. Τοῦ νόμου γράψαντος· Ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου τοὺς δώδεκα ἄρτους τίθεσθαι ἐν τραπέζῃ· ἄρτων γὰρ ἀφιερωμένων ἐκείνων, ἐκ τῆς τραπέζης ᾔτει ὁ Δαβὶδ τὴν τροφήν. Ὁ δὲ Ἀβιμέλεχ ἔλεγε· «Εἰ διαπεφυλαγμένα τὰ παιδάρια, πλὴν ἀπὸ γυναικός.» Ὧδέ μοι λοιπὸν, ἐν παρεκβάσει τοῦ λόγου, ἀσφαλίζου τὸ εἰρημένον, ὁ πιστὸς, καὶ νόει μοι τὸ λεγόμενον· καὶ τὴν ἁγνείαν ἀναλάμβανε σαρκός. Εἰ γὰρ ὁ Ἀβιμέλεχ τότε ταῦτα παρήγγειλε, πῶς οὐχὶ καὶ παραφυλακτέον;

Καὶ οὕτως ἔλαβεν ὁ Δαβὶδ, καὶ ἤσθιε τοὺς ἄρτους, καὶ ἐν Σαββάτῳ ἴσως ἔλαβεν. Ἐπεὶ οὖν οἱ Ἰουδαῖοι κατεμέμφοντο τῷ Σωτῆρι, διὰ τὸ ἐν Σαββάτῳ τοὺς μαθητὰς τίλλειν στάχυας καὶ ἐσθίειν· διὰ τοῦτο εὐκαιρότατα ἐμνημόνευσε τῆς ἱστορίας τῆς ἐν Σαββάτῳ γενομένης· ἵνα δείξῃ αὐτοῖς, ὅτι, εἰ πρὸς σωτήριον τροφὴν ἠφίετο τῷ Δαβὶδ καὶ τοῖς μετ᾽ αὐτοῦ ἐφάψασθαι ἄρτων ἐκ τῆς τραπέζης, οὐκ ἦν ἀπηγορευμένον καὶ τὸ στάχυας λαμβάνοντας, καὶ ψώχοντας ἐσθίειν τοὺς μαθητάς. «Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαβὶδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ, ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν;» Ἔχεις ἑξῆς συνεζευγμένην καὶ τὴν ἱστορίαν περὶ τῆς ξηρᾶς χειρός· ὅπως ὁ Σωτὴρ ἡμῶν εἰς τὴν συναγωγὴν εἰσελθὼν (δεῖ γὰρ ἡμᾶς παραδραμεῖν τὴν ἱστορίαν διὰ τὸ μῆκος τῶν λόγων, ἵνα μὴ προσκορὴς γένηται ἡ ἀκρόασις·) καὶ ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατηγορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· «Ἀνάστηθι εἰς τὸ μέσον.» Ἡ ἀνάστασις τὸ ἀναστῆναι ἐκέλευσεν· «Ἀνάστηθι, καὶ στῆθι εἰς τὸ μέσον.» Οὐ κομπώδη τὴν ἰατρείαν ἐργαζόμενος· οἶδε γὰρ εὐκαίρως λέγειν, «Ὅρα, μηδενὶ εἴπῃς·» ἀλλ᾽ ὅτε μὲν ἔστιν εὔκαιρον, κρύβει τὸ θαυματούργημα· ὅτε δὲ δεῖ ἐν Σαββάτῳ θαυματουργῆσαι, τότε φανερώτατα ἐργάζεται.