Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ σπέρμα

Μέγας Αθανάσιος

Τα θαύματα κατά την ημέρα του Σαββάτου και η τελική δοξολογία

Αφήγηση και θεολογική ερμηνεία των θαυμάτων της θεραπείας του εκ γενετής τυφλού, του παραλυτικού και του ανθρώπου με το ξηρό χέρι στη συναγωγή. Ολοκλήρωση της ομιλίας με ηθικές προεκτάσεις περί αγαθοεργίας και κατακλείδα δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Ζήτησον τὰ ἐν τοῖς Εὐαγγελίοις γεγραμμένα, καὶ εὑρήσεις τὸ ἀληθὲς τῶν λόγων. Ἐτήρουν ἐν Σαββάτῳ τὰ τῶν θαυματουργημάτων ἐπιδοξότερα· πῶς καὶ τίνα τρόπον; «Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.» Τοῦτο τὸ θαῦμα οὐκ ἐποίησεν ἐν ἑτέρᾳ ἡμέρᾳ, ἀλλ᾽ ἐν Σαββάτῳ. Πηλὸν γὰρ ποιήσας διὰ τοῦ πτῦσαι χαμαὶ, ἐπιχρίσας τοὺς ὀφθαλμοὺς, ἔπεμψεν εἰς τὸν Σιλωάμ· καὶ ἦλθεν ὁ τυφλὸς βλέπων. Οἱ δὲ τὸν τυφλὸν ἰδόντες βλέποντα οὐκ ἀνέβλεψαν. Κἀκείνου μὲν ἠνεῴχθησαν αἱ αἰσθηταὶ τῶν ὀμμάτων κόραι, Ἰουδαίων δὲ οὐκ ἠνοίχθησαν οἱ ὀφθαλμοί· ἀλλ᾽ ἔχοντες τοὺς ὀφθαλμοὺς ἠνεῳγμένους, οὐκ ἔβλεπον, καὶ κατέκριναν τὸν Κύριον λέγοντες, ὅτι «Οὐκ ἔστιν οὗτος ὁ ἄνθρωπος ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ.» Ὢ πολλῆς ἀνοίας! Ποῖον γὰρ ἔργον γέγονε; Πτύσμα ἀπὸ χειλέων, ἀπὸ δακτύλων μόνον ὁ πηλὸς, περίχρισμα λιτὸν, οὐκ ἐργαλείοις ἰατρικοῖς, ἀλλὰ χειρὶ θεοποιήτῳ εἰργασμένον. Τί μέμφῃ τὸ πραχθέν; Ἔχεις ἐν Σαββάτῳ θαυματούργημα.

Ἀπῆλθεν ὁ τυφλὸς, καὶ ἀπῆλθεν ὁ τυφλὸς βλέπων. Καὶ ἐν Σαββάτῳ ἐποίει, ἵνα ἀξιόπιστος γένηται, ἐν Σαββάτῳ διδάσκων. Ἔχω καὶ ἄλλο θαυματούργημα. Ἐν Ἱεροσολύμοις προβατική τις ἦν κολυμβήθρα, καὶ νῦν ἐστιν· πέντε στοὰς εἶχε· νῦν γὰρ περιῃρέθη τὰ πέριξ οἰκοδομήματα.

Παραλυτικὸς δὲ ἔκειτο ἐπὶ τριάκοντα καὶ ὀκτὼ ἔτεσιν ἀσθενῶν. Πολὺς γὰρ ὁ χρόνος γίνεται τῆς νόσου, ἵνα, κἂν οὕτως βλέποντες, δυσωπηθῶσιν οἱ Ἰουδαῖοι. Εἰ γὰρ ὀλιγοχρόνιος ἦν ἡ νόσος, ἐλάνθανε τὸ θαῦμα· νυνὶ δὲ πολλὰ ἔτη ἐμαρτύρησε τῇ νόσῳ, ἵνα, κἂν οὕτω βλέποντες, ἀναβλέψωσιν. Ὁ δὲ Σωτὴρ παραγενόμενος, καὶ παράγων, λέγει ἐκείνῳ· «Θέλεις ὑγιὴς γενέσθαι;» καὶ τὰ ἀκόλουθα. Καὶ ἐξεγερθεὶς κἀκεῖνος, αἴρει τὸν κράββατον, καὶ περιπατεῖ. Σάββατον δὲ ἦν.

Οἱ δὲ Ἰουδαῖοι οὐκ ἔβλεπον τὸ θαυματούργημα τὸ ἐν Σαββάτῳ γενόμενον, ἀλλὰ τὸν κράββατον βασταζόμενον, δέον αὐτοῖς λογίσασθαι· Ἰατροὶ τοιοῦτοι παρεγένοντο, οὐδεὶς ἐθεράπευσε· πένης ἔκειτο ὁ ἄθλιος, μηδὲ τὸν ῥίπτοντα εἰς τὴν κολυμβήθραν ἔχων. Τοιοῦτος ὁ θαυματοποιὸς καὶ καινότερα ἐργαζόμενος, ὁ τοσαύτην δύναμιν τῷ παραλυτικῷ δοὺς, ὡς μὴ μόνον ἀναστῆναι, ἀλλὰ καὶ βαστάσαι τὸν κράββατον.

Τυφλὸν ἡ πονηρία. Καὶ κρίνουσι τὸν σωθέντα, καὶ λέγουσιν αὐτῷ· «Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον ἐν Σαββάτῳ.» Ἀπεκρίνατο ἐκεῖνος· «Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν.» Θεοῦ τὸ ἔργον τὸ προσταχθέν. Ἀσύνηθές ἐστι καὶ τὸ παραλυτικὸν διὰ τριάκοντα καὶ ὀκτὼ ἐτῶν θεραπευθῆναι. Ἐκ τοῦ αὐτοῦ στόματος ἤκουσα τοῦ· Βαστάσαι τὸν κράββατον. Εἰ τὸ σῶμα ἐπήκουσε καὶ ὑγιὲς ἐγένετο, ἐγὼ ἀγνώμων ἔσομαι, τῷ μὴ βαστάσαι τὸν κράββατον; Πάλιν οἱ Ἰουδαῖοι οὐκ ἐζήτουν αὐτὸν, ἵνα μάθωσι πῶς ἐθεράπευσε, καὶ προσκυνήσωσι τὸν δόντα τοιαῦτα, ἀλλ᾽ ἵνα αὐτῷ ἐπιβουλεύσωσι.

Γέγονε κἀκεῖνο τρίτον τὸ νῦν ἀναγνωσθέν. Εἰσῆλθεν εἰς τὴν συναγωγὴν, πονηρευομένων συναγωγή. Τί γὰρ πονηρότερον εὐεργετουμένων καὶ ἐπιβουλευόντων; Ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ἄνθρωπος ἦν χεῖρα ἔχων ξηράν. Ξηρὸς ἦν τις τὴν χεῖρα, καὶ οἱ παρόντες ξηροὶ τὴν διάνοιαν, καὶ οὐκ ἔβλεπον τὸν τότε παρόντα· οὐδὲ ὑπώπτευον τὸ θαυματούργημα τοῦ ἐργαζομένου. Ὁ δὲ Σωτὴρ, πρὶν ποιῆσαι τὸ ἔργον, διὰ λόγων ἐγεώργει τὴν διάνοιαν. Εἰδὼς γὰρ τὸ πονηρὸν τῆς διανοίας, καὶ τὸ βάθος τὸ πικρὸν, πρῶτον αὐτοῖς προπαρηγόρει τοῖς λόγοις, καὶ τὸ ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· «Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; »Εἰ γὰρ εἶπεν αὐτοῖς, ἔξεστιν ἐργάσασθαι; εὐθέως ἂν ἔλεγον, Παρὰ τὸν νόμον λέγεις. Νυνὶ δὲ εἶπεν αὐτοῖς, ὃ καὶ ὁ νόμος ἐβούλετο· ὁ γὰρ περὶ τοῦ Σαββάτου νομοθετήσας προσετίθει, ὅτι Πλὴν τούτου, ὃ ἐπὶ ψυχὴν ποιηθήσεται. Αὐτίκα ἐὰν Σαββάτῳ πέσῃ ἄνθρωπος εἰς βάθη, ἔξεστιν Ἰουδαίοις ἀνασπάσαι· οὐ μόνον ἄνθρωπον, ἀλλὰ καὶ βοῦν καὶ ὄνον. Οὕτω τὰ ἐπὶ σωτηρίᾳ συνεχώρει ὁ νόμος γίνεσθαι, καὶ ἐτρέφοντο Ἰουδαῖοι ἐν Σαββάτῳ.

Ἠρώτησέ τις νῦν αὐτοὺς οὐ τὸ ἀντιλεγόμενον, ἀλλὰ τὸ ὁμολογούμενον· Ἔξεστιν ἀγαθοποιῆσαι; Ἀλλ᾽ οὐδὲ λέγουσι, Ναί· οὐ γὰρ ἦσαν ἀγαθῆς προαιρέσεως. «Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προφέρει τὸ ἀγαθόν.» Πονηροὶ δὲ ὄντες Ἰουδαῖοι, περὶ ἀγαθῶν οὐ συντίθενται, καὶ οὔτε ἀγαθοποιῆσαι ὡμολόγουν, οὔτε κακοποιῆσαι εἰπεῖν ἠδύναντο· ἀναίσχυντον γὰρ ἦν τὸ ῥῆμα· ἀλλὰ σιωπῶσιν. Ὅτε δὲ διὰ φλυαρίαν, πολλὰ φλυαροῦσιν· ὅτε διὰ κατηγορίαν, μεγάλα κραυγάζουσιν· «Αἶρε, αἶρε, σταύρωσον.» Οὗτος ὁ ἄνθρωπος τάδε καὶ τάδε ἐποίησεν. Ὅτι δεῖ ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι, ἢ ἀπολέσαι, οἱ μὲν σιωπῶσιν· ὁ δὲ, συλλυπούμενος τῇ καρδίᾳ ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, εἶπε τῷ ἀνθρώπῳ· Οἱ βλέποντες βλεπέτωσαν, οἱ ἀνήκοοι, ὡς βούλονται πράττειν, πραττέτωσαν· οἱ σκληροκάρδιοι ἀπολιθούσθωσαν· ἁπαλυνέσθω δέ σου ἡ δεξιά.

Ἔγειραι, μηκέτι προσαίτει. Τὸ γὰρ, ἔγειραι, τὸ καθέζεσθαι ἐδήλου. Ὁ δὲ ξηρὰν ἔχων τὴν χεῖρα τί ἐκαθέζετο, ἢ πάντως εἰς τὸ προσαιτεῖν; Οὐ δίδωμί σοι ἀργύριον, ἵνα μὴ ἀναλώσῃς· ὑγείαν σοι δίδωμι, μηδέποτε δαπανωμένην. Μηδὲ διὰ τὸ ξηρὰν ἔχειν τὴν χεῖρα προσαίτει, ἀλλ᾽ ἀπολαβὼν αὐτὴν ὑγιῆ, λοιπὸν καὶ σώαν ἐργασάμενος, ἔκτεινον τὴν χεῖρά σου πτωχῷ.

Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον· γενοῦ θέατρον τοῖς βλέπουσιν. Ἐν σοὶ ὁ ἀγὼν λοιπὸν ἀγωνίζεται ὁ περὶ Σαββάτου. Στῆθι εἰς τὸ μέσον, ἵνα καὶ οἱ χωλεύοντες τὰς ἰγνύας στῶσιν, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἴδωσι. Στῆθι εἰς τὸ μέσον, καὶ λαλήσας πρὸς τοὺς Ἰουδαίους τὰ εἰρημένα, ὅτι ἔξεστι τόδε ποιῆσαι ἢ οὔ;

Τότε λέγει πρὸς αὐτόν· Ἔκτεινον τὴν χεῖρά σου· οὐκ ἐγὼ ἅπτομαι, ἵνα μὴ Ἰουδαῖοι κατηγορήσωσιν· ἵνα μὴ τὸ ἅψασθαι ἔργον εἶναι νομίσωσι, λόγῳ λαλῶ. Οὐκ εἶπεν ὁ Θεὸς, Μὴ λάλει ἐν Σαββάτῳ. Ἐὰν δὲ ὁ λόγος ἔργον γένηται, θαυμαζέσθω ὁ λαλήσας. Ἔκτεινον τὴν χεῖρά σου. Βλέπε μοι διαφορὰν πράγματος· ὁ Πέτρος ἐν Ὡραίᾳ πύλῃ παραλυτικὸν σώζων, πιάσας δεξιᾶς χειρὸς ἤγειρεν. Ὁ δοῦλος κρατῶν ἐκτείνει· ὁ δεσπότης κελεύων ἐκτείνει. Ἔκτεινον τὴν χεῖρά σου· σοὶ δίδωμι τὴν δύναμιν, καὶ τὴν ἐνέργειαν τῆς θεραπείας.

Διὰ τῶν λόγων κελεύσας ἐντίθημι· Ἔκτεινον τὴν χεῖρά σου. Ὁ μὲν εἶπεν, ὁ δὲ ἐποίησε. Καὶ ἡ μὲν ξηρὰ χεὶρ ἀποκατεστάθη· τὸ δὲ ξηρὸν τῆς διανοίας τῶν Ἰουδαίων οὐκ ἐθεραπεύθη· ἀλλ᾽ ἐξελθόντες, κατὰ τὸ ἀρτίως ἀνάγνωσμα, διελογίζοντο, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ. Διαλογίζῃ, τί ποιήσεις; προσκύνησον ὡς Θεὸν, προσκύνησον τὸν θαυματοποιὸν, προσκύνησον ἄνθρωπον τὰ ὑπὲρ ἄνθρωπον ἐργασάμενον. Οὐκ ἐμπλάστρους προσέθηκεν, οὐκ ἐμβροχαῖς τισιν ἡπάλυνεν, οὐ μυρία φάρμακα ἰατρικὰ προσήνεγκεν. Εἰς τὸ μέσον ἦν ὁ ἑστὼς, πάντες ἔβλεπον τὸ γενόμενον· μὴ γὰρ κρύφιον ἦν τὸ ἐργαζόμενον· ἵνα μή τις εἴπῃ· Βοτάνην προσήνεγκεν, ἔμπλαστρον προσέθηκεν. Ἔγειραι, στῆθι εἰς τὸ μέσον, ἵνα πάντως μὴ κατηγορήσωσι τῆς ἀληθείας· ἵνα ἀσυκοφάντητον γένηται τὸ πρᾶγμα.

Ἐξελθόντες δὲ ἐκεῖνοι διελογίζοντο, τί ποιήσωσι τῷ Ἰησοῦ· ὡς καὶ ἐνταῦθα κατὰ τήνδε τὴν ὥραν, ἕστηκέ τις ξηρὰν ἔχων τὴν χεῖρα, ὁ μὴ ἐκτείνων πτωχῷ ἐλεημοσύνην. Οὗτος κἀν ὑγιαίνῃ τὸ σῶμα, ξηρός ἐστι τὴν διάνοιαν. Ἄκουσον καὶ σὺ κατὰ τήνδε τὴν ὥραν τῶν σωτηρίων λόγων λεγόντων· Ἔκτεινον τὴν χεῖρά σου· καὶ ἀπὸ τοῦ σήμερον ἄρξαι ποιεῖν ἐλεημοσύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας, καταφρονοῦσι δὲ τῆς θείας ἐργασίας τῶν προσευχῶν.

Καὶ πρὸς τοῦτον λεγέτω ὁ Σωτήρ· Ἔκτεινον τὴν χεῖρά σου, καθὼς λέγει ὁ Ἀπόστολος· «Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας, ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας.» Αὐτάρκως δὲ τῶν λόγων ἡμῶν προχωρησάντων, ἀναστάντες καὶ ἡμεῖς ἐκτείνωμεν τὰς χεῖρας, καὶ μὴ μόνον ἐν ἡμέρᾳ, ἀλλὰ καὶ ἐν νυκτί· «Ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον.» Καὶ διαπετάσωμεν χεῖρας ὁσίους, νιψάμενοι ἐν ἀθώοις· ἵνα, τὸν τῶν ὅλων Θεὸν ἐπικαλούμενοι, τῆς παρ᾽ αὐτοῦ βοηθείας ἀπολαύσωμεν, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ τῷ Θεῷ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.