Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν ἐκ γενετῆς τυφλόν

Μέγας Αθανάσιος

Προοίμιο και το παράδειγμα της χρίσης του Δαβίδ

Εισαγωγικές σκέψεις περί της σχέσης γονέων και τέκνων, και εκτενής αναφορά στην παλαιοδιαθηκική διήγηση της επιλογής και χρίσης του Δαβίδ έναντι των αδελφών του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΕΚ ΓΕΝΕΤΗΣ ΤΥΦΛΟΝ Πολυσπούδαστόν ἐστι πᾶσιν ἀνθρώποις τὸ τῶν γονέων γλύκασμα, γνήσιον, ποθητὸν, παντὸς χρυσίου τιμιώτερον. Οὐκ ἔστιν ἐν τῷ παρόντι βίῳ γονεῦσιν ἀντισταθμιζόμενον κτῆμα. Χρυσὸς πολλάκις ἀπόλλυται· γονέων δὲ φίλτρον οὐ μαραίνεται. Ἄργυρος πολλάκις ἰοῦται· τῶν δὲ γεννησάντων αἱ ὠδῖνες οὐ μειοῦνται. Μαργαρῖται πολλάκις διαφθείρονται· γονέων δὲ δάκρυα τῷ Κυρίῳ παρίστανται. Διὸ καὶ τῶν γονέων τὸ τίμιον ἡ θεία Γραφὴ γνωρίζουσα, παραινεῖ τοῖς τέκνοις βοῶσα· «Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.» Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ εἰ περισπούδαστόν ἐστι τὸ τῶν γονέων γλύκασμα, τίνος ἕνεκεν ὁ Δαβὶδ τοὺς γονεῖς διαβάλλων ἔλεγεν· «Ὁ Πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος προσελάβετό με;» Τί λέγεις, ὦ φίλε, πρὸς τὰ παρόντα; Παντὸς κτίσματος τιμιώτερον τὸ τῶν γονέων γλύκασμα· μὴ γὰρ ὡς πρὸς τὸν δημιουργὸν τῶν ἁπάντων Θεόν· οὐκ ἔστι κτίσμα κτίστῃ συγκριθῆναι δυνάμενον. Εἰ μὲν ἦν ὁ Δαβὶδ εἰρηκώς· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με.» ἀντελάβετο δέ μου ὁ δεῖνα, ὁ γείτων, ἢ ὁ συγγενὴς, ἢ ὁ φίλος, ὡς ὑπεναντίον διεβεβαίου· εἰ δὲ καὶ τῶν γονέων τὸν Κύριον εὐσπλαγχνότερον ἀπεφήνατο, καὶ τοὺς γονεῖς οὐκ ἐνύβρισε, καὶ τὸν Θεὸν ἐδόξασεν.

Τίνος δὲ χάριν ὁ Δαβὶδ προσήκατο τὰς συλλαβὰς, λέγων· «Ὁ Πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος ἀντελάβετό με;» Ἴστε πάντες σαφῶς, ὅσα τε φιλόλογοι, πῶς ὁ τῶν ἁπάντων Θεὸς βουλόμενος τὸν Σαοὺλ, ὡς φαῦλον, τῆς βασιλείας διαδέξασθαι, καὶ τὸν Δαβὶδ, ὡς φίλον, εἰς τὴν βασιλείαν προσήκασθαι, ἀποστέλλει τὸν ἑαυτοῦ διάκονον Σαμουὴλ εἰς τὸν οἶκον τῶν γονέων τοῦ Δαβὶδ, ἐπιφερόμενον τὸ κέρας τῆς χειροτονίας, λέγων πρὸς τὸν Σαμουὴλ ὁ Κύριος· Πορευθεὶς εἰς τὸν οἶκον Ἰεσσαὶ, χρῖσόν μοι ἕνα τῶν υἱῶν αὐτοῦ εἰς βασιλέα.

Ὁ δὲ Σαμουὴλ ὡς εἰς διακονίαν στελλόμενος ἀντερήσατο πρὸς τὸν Κύριον, λέγων· Καὶ τίνα προχειρίσομαι; Λέγε μοι τὸ ὄνομα, Δέσποτα, ἵνα σπουδαιότερον πρὸς τὸ δοκοῦν σοι διαβήσωμαι. Ὁ δὲ Κύριος πρὸς τὸν Σαμουήλ· Οὐ θέλω σε γινώσκειν τὸν προχειριζόμενον, ἵνα μὴ ὡς προσωπολήπτης διαβληθῇς.

Ἔχεις τὸ κέρας τῆς χειροτονίας, ὅπου δ᾽ ἂν ἐπινεύσει τὸ κέρας, καὶ τὸ ἔλαιον λιμνάσει, ἐκεῖνόν μοι προχείρισον εἰς βασιλέα. Κατέχων τὸ κέρας, ἀπροσωπόληπτον διαιτητὴν, μηδαμῶς δυσχέραινε. Ταῦτα ἀκούσας ὁ Σαμουὴλ, καὶ ὡς παρὰ Θεοῦ τὴν γνῶσιν δεξάμενος, εὐθέως ἀναμφιβόλῳ ποδὶ κατέδραμεν ἐπὶ τὸν οἶκον τοῦ Ἰεσσαὶ, λέγων πρὸς αὐτόν· Ἀπέστειλέ με ὁ Κύριος προχειρίσασθαι ἕνα τῶν υἱῶν σου εἰς βασιλέα. Εὐθέως δὲ ὁ Ἰεσσαὶ καὶ ἡ τούτου γαμετὴ τὸν πρῶτον υἱὸν προεβίβασαν, ὡς τὴν εὐλογίαν τῶν πρωτοτόκων βαστάζοντα, καὶ ἐν τοῖς τέκνοις τὴν εὐταξίαν φυλάττοντα. Ὁ δὲ Σαμουὴλ, εὐθέως τὴν χεῖρα ὑψώσας, καὶ πρὸς τὴν χειροτονίαν σχηματισθεὶς, καὶ τὸ κέρας ἐπινεύσας, ἀπέλυσε τὸν πρῶτον ἀχειροτόνητον, θείῳ νεύματι τοῦ ἐλαίου στάξαι μὴ βουληθέντος. Ὡς δὲ ἕνα ἕκαστον τῶν υἱῶν αὐτοῦ παρήγαγεν αὐτῷ ἐκτὸς τοῦ Δαβὶδ, ὑπέστρεψαν οἱ πάντες λιτοὶ καὶ ἀχειροτόνητοι.

Ὑποστρεψάντων δὲ τούτων λιτῶν, ἀντέβαλλεν ὁ Ἰεσσαὶ πρὸς τὸν Σαμουὴλ, λέγων· Τί πεποίηκας, ἄνθρωπε; ἐσφάλης, καὶ οὐκ οἶδας. Ἢ ἐσφάλης, ἢ παῖξαί με παρέδραμες. Παρὰ θύρας εἰσήλυθες· ἀλλαχοῦ ἀπεστάλης, καὶ ὧδε τὸ κέρας ἐγύμνωσας· μάτην ἡμᾶς ἐχαροποίησας, θρυλλήσας, καὶ τὴν ἐπαγγελίαν μὴ πληρώσας. Ὁ δὲ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς διστάζεις· εἰ δὲ ὁ τῶν καρδιῶν γνώστης ἀπέστειλέ με, τί ἀνανεύεις; Ὁ δὲ Ἰεσσαὶ πρὸς τὸν Σαμουήλ· Καὶ ἐν τίνι λοιπὸν ἐπινεύσω; Παρήγαγόν σοι πᾶσαν τῶν τέκνων μου τὴν καλλονὴν, καὶ οὐδαμοῦ τῆς ἐπαγγελίας τὸ γνώρισμα. Μὴ μᾶλλον οὐκ ἔγνως τὸν ἀποστείλαντά σε; Μὴ ἆρα ἀλλαχοῦ ἀπεστάλης; Μήτιγε ἐμὲ τὸν πρεσβύτην κατέδραμες χειροτονῆσαι; Ὁ δὲ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί· Τί με καταπλήττεις, πρεσβῦτα; Οὐκ ἔχεις ἄλλον υἱόν; εἰ μὲν οὐκ ἔχεις, ἐσφάλην· εἰ δὲ ἔχεις, οὐκ ἐπλανήθην. Ὁ δὲ Ἰεσσαὶ πρὸς τὸν Σαμουήλ· Ἔχω μὲν καὶ ἄλλον υἱὸν, ἀλλ᾽ ὅμως μικρὸν, εὐτελῆ, μὴ ποιοῦντα βασιλέα. Αἰσχύνομαι καὶ προβιβάσαι αὐτόν. Ὁ δὲ Σαμουὴλ πρὸς αὐτόν· Παραδιατάττῃ τῷ Κτίσαντι; αἰσχύνῃ προβιβάσαι τοῦτον; Τί γάρ; Πολυσαρκίαν χρίζει ὁ Θεός;

Προχείρισαι οὖν τοῦτον· λιμνάσει πάντως τὸ ἔλαιον, ἐπινεύσει, οἶδα, τὸ κέρας. Εὐφραινέσθω σου ὁ οἶκος. Τί γάρ; Ὅτι μικρός ἐστιν, οὐ ποιεῖ βασιλέα; Περίμεινον μικρὸν, καὶ ὄψῃ· πῶς οὗτος ὁ μικρὸς τὸν γιγανταῖον πύργον, τὸν Γολιὰθ λέγω δὴ, καταστρέψει.