Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν ἐκ γενετῆς τυφλόν

Μέγας Αθανάσιος

Η πρώτη ανάκριση του θεραπευθέντος και των γονέων του από τους Φαρισαίους

Η αμφισβήτηση του θαύματος από τους Ιουδαίους, η βίαιη προσαγωγή του τυφλού στο συνέδριο και η κλήση των γονέων του, οι οποίοι αποφεύγουν την ευθεία ομολογία λόγω του φόβου του αφορισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Καὶ ὅτι μετὰ τὴν τοσαύτην τοῦ θαύματος πλατύτητα οἱ πλείους τῶν Ἰουδαίων ἀντέλεγον τῷ θαύματι, ἤκουες τοῦ εὐαγγελιστοῦ λέγοντος· «Οἱ δὲ γείτονες, καὶ οἱ ἰδόντες αὐτὸν πρὸ τούτου, ὅτι προσαίτης ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ προσαιτῶν, ὁ ἐκ γενετῆς τυφλός; Ἄλλοι ἔλεγον· Οὗτός ἐστιν. Ἕτεροι δὲ ἔλεγον· Οὐκ ἔστιν οὗτος, ἀλλ᾽ ὅμοιος αὐτῷ ἐστιν.

Ὁ δὲ ἀναβλέψας ἔλεγεν ὅτι, Ἐγώ εἰμι, ὃν λέγετε.» Εἶδες τύφλωσιν ἀναβλέψεως πρόξενον; Ὁ τυφλὸς ἀνέβλεψε καὶ οἱ βλέποντες ἐτυφλώθησαν τῇ κακίᾳ. Ἀεὶ γὰρ ἡ κακία τυφλή. Διὸ καὶ Ἰουδαίων παῖδες ἀπὸ κακίας ἐπήχουν τὸν ἐκ γενετῆς τυφλὸν, λέγοντες πρὸς αὐτόν· Λέγε ἡμῖν, ἄνθρωπε, τίνος χάριν συγκροτεῖς ἡμῖν τὸν υἱὸν τοῦ τέκτονος, καὶ ὡς Θεὸν αὐτὸν θέλεις διαφημίζεσθαι; Οὐκ εἶ σὺ ὁ ἐκ γενετῆς τυφλός· γνωρίζομεν ἡμεῖς ἐκεῖνον· πολλοστὸν αὐτῷ τὰ πρὸς τὰς χρείας ἐχορηγήσαμεν. Πῶς οὖν θρυλλεῖς σὺ, καὶ λέγεις, ὅτι Αὐτὸς ἀνέῳξέ μου τοὺς ὀφθαλμούς; Εἰ χρημάτων δέῃ, καὶ τούτων χάριν ψευδολογεῖς, ὅσον βούλει κομίζου· μόνον τῆς ἀληθείας μὴ ἀπέχου. Πάντα οὖν ἐποίουν, ἵνα πως διασκεδάσωσι τὸ θαῦμα. Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς ἀντιλέγοντας Ἰουδαίους ἔφασκε· Τί με συκοφαντεῖτε;

Τί μου τὸ ψυχικὸν βλέμμα τυφλῶσαι προαιρεῖσθε; Ἀνέβλεψα, οὐ τυφλοῦμαι· μάτην μοι κονιορτὸν βλασφημίας προσρίπτετε. Ἄλλος ἐφιλανθρωπεύσατο, καὶ ὑμεῖς ἀντιβάλλετε. Οὐ προσκυνεῖτε, ἀλλὰ λοιδορεῖτε. Καλῶς δὲ αὐτὸν υἱὸν τοῦ τέκτονος προσαγορεύετε· μετημφίασε γὰρ τῶν ἐμῶν ὀφθαλμῶν τὰς θυρίδας. Μικρόν μοι συγχωρήσατε, εἰ μετ᾽ ὀλίγον ὑμῖν διαλέγομαι. Συγχωρήσατέ μοι πρῶτον κατανοῆσαι τοῦ οὐρανοῦ τὸ κάλλος, τοῦ ἡλίου τὸ κέντρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτητα, τῆς θαλάσσης τὸ κύτος, τῶν πλοίων τὴν ἄτριβον διάβασιν, τῶν ἀνωμάλων τὴν περιοχὴν, τῶν ὀρέων τὰ κυρτώματα, τῶν ποταμῶν τὰ ῥεύματα, τῶν πηγῶν τὰ νάματα, τῶν φρεάτων τὰ ἀντλήματα, τῶν κτηνῶν τὰ σκιρτήματα, τῶν θηρίων τὰ ποικίλματα, τῶν ὀρνέων τὰ σχιζόπτερα, τῶν ἰχθύων τὰ ἰδιώματα, τῶν δένδρων τὰ ὑψώματα, τῶν καρπῶν τὰ γλυκάσματα.

Συγχωρήσατέ μοι πρῶτον ταῦτα καὶ παραπλήσια τούτων θεάσασθαι, καὶ εἶθ᾽ οὕτως ὑμῖν διαλέγομαι, πῶς ἀνέβλεψα. Πάλαι μὲν ἐγεννήθην, νυνὶ δὲ πρῶτον εἰσῆλθον εἰς τὸν κόσμον τῷ μέρει τῆς ὄψεως. Ἤκουσα τοῦ προφήτου βοῶντος· «Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.» Ἐγὼ ἐκ τῶν κτισμάτων, ὑμεῖς ἐκ τῶν ἐμῶν ὀφθαλμῶν ἀναλόγως τὸν δημιουργὸν θεωρήσατε. Τί μοι χρημάτων περιουσίαν ἐπαγγέλλεσθε; Οὐ πιπράσκω τὸ δῶρον, οὐ καπηλεύω τῶν ἐμῶν ὀφθαλμῶν τὴν ἀνάβλεψιν. Ἄμεινον εὐγνωμόνως προσαιτεῖν, ἢ κακοτρόπως πλουτεῖν. Τὸ λοιπὸν οὐκέτι προσαιτῶ· ἔλαβον γὰρ τὸν παράπτοντά μοι πρὸς ἐργασίαν λύχνον τοῦ σώματος. Οὐκέτι οὖν προσαιτῶ, ἀλλὰ γεωργῶ· οὐκέτι χάριν αἰτῶ, ἀλλὰ μισθὸν ἀπαιτῶ· οὐκέτι ῥάβδῳ τὴν γῆν ψηλαφῶ, ἀλλὰ τὴν ἄμπελον δρεπάνῳ κλαδεύω· οὐκέτι ἀργύρια συνάγω, ἀλλὰ δράγματα θερίζω· οὐκέτι τὴν πήραν περισφίγγω, ἀλλ᾽ ἅμαξαν ἕλκω· οὐκέτι ἄρτων κλάσματα λαμβάνω, ἀλλὰ σῖτον κομίζω· οὐκέτι στένων βοῶ· Δῶτε τῷ τὸ φῶς μὴ ἔχοντι, ἀλλὰ μεγαλοφώνως κράζω· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» Ταῦτα ἀκούσαντες οἱ ἀντιλέγοντες Ἰουδαῖοι, ὡς εἶδον αὐτὸν μὴ μόνον ἰαθέντα, ἀλλὰ καὶ συνηγοροῦντα τῷ θαύματι, προσῄεσαν ἔτι ἐπερωτῶντες αὐτόν· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὅτι ἐπιμένεις τῷ πράγματι;

Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς τυφλωθέντας ἔφη· Πῶς ἀνέβλεψα;

Ἐπὶ Θεοῦ λέγετε, πῶς τῆς φύσεως ἀκολουθία γίνεται; Εἰ τὸ πῶς ἐρωτᾶτε, ἀντερωτήσω ὑμᾶς κἀγώ· Πῶς τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν, ἀκολουθίαν ἢ θαυματουργίαν μηνύσας; Πῶς τὸν Λάζαρον ἐκ τοῦ τάφου ἐκάλεσε, φυσικῶς ἢ θεοπρεπῶς; Πῶς τὸν λεπρὸν τοῦ πάθους ἀπέλυσε, περιοδεύσας, ἢ θελήσας; Πῶς τὴν αἱμοῤῥοοῦσαν γυναῖκα, ναυαγοῦσαν ἐκ τῆς τῶν αἱμάτων φορᾶς, τοῦ κλύδωνος διέσωσε; Τὸ πάθος ἐρευνήσας, ἢ τὴν πίστιν κατανοήσας; Οἱ δὲ ἀντιλέγοντες Ἰουδαῖοι, ὡς εἶδον αὐτὸν ἐπιμένοντα, δριμύτερον κατεσχηκότες, εἷλκον αὐτὸν μετὰ βίας ἐπὶ τὸ Φαρισαϊκὸν κριτήριον, λέγοντες πρὸς αὐτόν· Νυνί σου τὰς σάρκας καταξανθῆναι παρασκευάσομεν, ἵνα δουλείαν, καὶ μὴ διδασκαλίαν μετέρχῃ. Οὐ σιωπᾷς, ἀλλὰ δημηγορεῖς, καὶ ὡς Θεὸν αὐτὸν θέλεις φημίζεσθαι, ἐκεῖνον τὸν υἱὸν τοῦ Ἰωσήφ; Ἀπὸ συμβεβηκότος τινὸς ἀνέβλεψας, καὶ προσφωνεῖς ἡμῖν, ὡς ἐκ γενετῆς τυφλὸς ἐτέχθης, καὶ ἐπάγεις ἡμῖν ἐκεῖνον τὸν τοῦ τέκτονος υἱόν; Οὐ σιωπᾷς, ἀλλὰ μεγάλα βοᾷς; Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς ἀντιλέγοντας ἔλεγεν· Εἰ οὐ θέλετέ με βοᾷν, τί ἐπερωτᾶτέ με συχνῶς; Ὑμεῖς ἑαυτοὺς θρυλλεῖτε, κἀμοὶ τὸ ἔγκλημα προσάπτετε.

Ὥς φατε, εἰ ἐκ συμβεβηκότος τινὸς ἀνέβλεψα, τί μου τοὺς γονεῖς παρεστήσατε; Μάτην θορυβεῖσθε· οὐ δύνασθε κρύψαι τὸ θαῦμα· κἂν γὰρ ἐγὼ σιωπήσω, οἱ ὀφθαλμοί μου βοῶσιν. Ἄνθρωπός τις λεγόμενος Ἰησοῦς, οὗ καὶ τὸ ὄνομα ἴασις, πηλὸν ἐπέχρισέ μου τοῖς ὀφθαλμοῖς, καὶ εἶπέ μοι· «Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ.» Καὶ ἀπελθὼν ἐνιψάμην· νιψάμενος, τὸν μὲν πηλὸν ἀπεθέμην, τὸ δὲ φῶς ἐδεξάμην.

Ταῦτα ἀκούσαντες οἱ Φαρισαϊκοὶ κριταὶ, καὶ πλήθους ἀπείρου συναθροιζομένου· σάββατον γὰρ ἦν, ὅτε τὸ θαῦμα τοῦτο πεποίηκεν ὁ Ἰησοῦς· ἐπηρώτων αὐτὸν τὰ αὐτὰ τοῖς Ἰουδαίοις λέγοντες· Οἶδας, ἄνθρωπε, ποίῳ τόπῳ παρέστηκας, καὶ ὅτι ἀσυγχώρητον τὸ παρὸν κριτήριον τυγχάνει, καὶ ὡς οὐκ ἔστιν ἐνταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρὸς τὸ Φαρισαϊκὸν κριτήριον, ἀπεκρίνατο· Πῶς ἀνέβλεψα, πάλιν περιεργάζεσθε; πάλιν ὡς κατάδικον εὐθύνετε, λέγοντές μοι· Πῶς ἀνέβλεψας; Ἐὰν ὑμῖν εἴπω, πάλιν θορυβεῖσθε. Τὸ πῶς ἀνέβλεψα, ἐγὼ ὑμῖν ἐρῶ. Τὴν μὲν αἰτίαν τῆς περιοδίας λέγω, τὴν δὲ ἐξουσίαν τῆς θαυματουργίας, οὐκ ἔχω λέγειν· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς ξύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ οὐκ ἀνταποδοθήσεται αὐτῷ;» Εἰ θέλετε μαθεῖν τὴν περιοδίαν, αὕτη ἐστὶν, ἣν ἤδη προεῖπον· «Πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμούς· καὶ εἶπέ μοι· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. Ἀπῆλθον δὲ, καὶ ἐνιψάμην, καὶ εὐθέως ἀνέβλεψα·» οὐ τοῦ ὕδατος ἐνεργήσαντος, ἀλλὰ τοῦ πτύσματος παραδοξοποιήσαντος.

Ταῦτα ἀκούσαντες οἱ Φαρισαϊκοὶ κριταὶ, ὡς εἶδον αὐτὸν ἔτι ἐπιμένοντα τοῖς αὐτοῖς, τοῦτον ἀπωσάμενοι, τοὺς γονεῖς τοῦ ἀναβλέψαντος ἐφώνησαν, καὶ ἐπυνθάνοντο παρ᾽ αὐτῶν λέγοντες· «Εἴπατε ἡμῖν· οὗτός ἐστιν ὁ Υἱὸς ὑμῶν, ὃν λέγεται, ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει;» Οἱ δὲ γονεῖς τοῦ ἀναβλέψαντος ἀνταποκριθέντες πρὸς τοὺς ἐπερωτῶντας, εἶπον τὰ τῆς μακαρίας Σουσάννης· Στενὰ ἡμῖν πάντοθεν. Ἐὰν εἴπωμεν ὅτι Υἱὸς ἡμῶν ἐστιν, οὐκ ἐκφευξόμεθα τὰς χεῖρας ὑμῶν· τοῦτο γὰρ ἐπηγγείλασθε· ἐὰν δὲ εἴπωμεν, ὅτι οὐκ ἔστιν υἱὸς ἡμῶν, αἰωνίαν κόλασιν ὑποστησόμεθα· τοῦτο γὰρ ἀπόκειται τοῖς τὴν ἀλήθειαν κρύπτουσι. Διὸ, τὴν αἰωνίαν μᾶλλον κόλασιν προτιμήσαντες, τοσοῦτον ἐροῦμεν, ὅσον καὶ ἐν τοῖς παροῦσι ζημίαν οὐχ ὑπομείνωμεν· «Οὗτος ὁ παῖς, ὦ ἄρχοντες, ὅτι μὲν υἱὸς ἡμῶν ἐστιν, ἴσμεν, καὶ ὅτι τυφλὸς ἐγεννήθη οὐκ ἀγνοοῦμεν· τὸ δὲ πῶς ἀνέβλεψεν, οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν. Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς λαλήσει περὶ ἑαυτοῦ.»

Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, καὶ σφόδρα διαπορούμενοι· ἐπέφερεν γὰρ αὐτοῖς οὐ τὴν τυχοῦσαν αἰσχύνην τὸ ὅλως ὁμολογεῖσθαι, ὅτι υἱὸς αὐτῶν ἐστι, καὶ ὅτι τυφλὸς ἐγεννήθη· ὡς οὖν εἶδον οἱ Φαρισαϊκοὶ κριταὶ ἐπιμένοντας τοὺς γονεῖς τοῦ τυφλοῦ, καὶ λέγοντας, ὅτι Οὗτος ὁ υἱὸς ἡμῶν ἐστι, καὶ ὅτι τυφλὸς ἐγεννήθη, ἐπὶ τούτῳ δακνόμενοι, ἐπειδὴ ὡμολογεῖτο ἡ ἀλήθεια, τινὰς τῶν ἀπατεώνων ἐκ τῶν ὄπισθεν ἀπέστειλαν πρὸς τοὺς γονεῖς τοῦ τυφλοῦ, περιηχοῦντας αὐτῶν τὰς ἀκοὰς, καὶ ἐν τῷ κρυπτῷ λέγοντας· Ἀρνήσασθε τὸ τέκνον ὑμῶν, καὶ μὴ ὁμολογήσητε, ὅτι τυφλὸς ἐγεννήθη, ὅπως ἕξητε τοὺς ἄρχοντας φίλους, καὶ πολλῶν δωρεῶν ἀξιωθήσεσθε. Οἱ δὲ γονεῖς τοῦ ἀναβλέψαντος, ὅσα τε γονεῖς, δακρύοντες ἀπεκρίναντο πρὸς τοὺς τὰ μάταια συμβουλεύοντας· Τί λέγετε, ὦ ἄνθρωποι; Τί ἡμᾶς ὑποσύρετε; ἀρνησώμεθα τὸ ἴδιον ἡμῶν τέκνον; Θηρίων ἡμᾶς ὠμοτέρους θέλετε εἶναι. Δράκων τὰ ἴδια τέκνα περιπτύσσεται, καὶ ἡμεῖς τὸ ἴδιον τέκνον ἀρνησώμεθα; μὴ γὰρ ἠπείθησε τοῖς γονεῦσί ποτε· ἀλλὰ καὶ τυφλὸς ὢν διέτρεφεν ἡμᾶς, καὶ ἀναβλέψας πολλῷ μᾶλλον γηροκομήσει ἡμᾶς. Ἀρκείσθω οὖν ὑμῖν· ἔστω, ὅτι οὐ θέλομεν δι᾽ ὑμᾶς κηρύττειν τὸν περιοδεύσαντα τὸ ἡμέτερον τέκνον, οὔτε εἰπεῖν μετὰ παῤῥησίας, τίς ἐστιν οὗτος.

Ἔστι δὲ εἰπεῖν τινα πάντως· Καὶ πόθεν ἡμῖν ἡ γνῶσις, ὅτι διὰ τὸν Φαρισαϊκὸν φόβον ἔκρυψαν οἱ γονεῖς τοῦ ἀναβλέψαντος τὸ κηρύξαι τὸν Δεσπότην Χριστὸν ἐπὶ πάντων; Πόθεν οὖν ἡμῖν ἡ ἀπόδειξις, αὐτὸς ὁ εὐαγγελιστὴς Ἰωάννης ἀπεμνημόνευσε, λέγων· «Ταῦτα δὲ ἔλεγον οἱ γονεῖς τοῦ ἀναβλέψαντος, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους. Ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀποσυνάγωγος γένηται.» Εἶδες Φαρισαϊκὴν πονηρίαν.