Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν ἐκ γενετῆς τυφλόν

Μέγας Αθανάσιος

Ο Χριστός ως Θύρα και Καλός Ποιμένας και τελική δοξολογία

Θεολογική ερμηνεία της σοφίας του τυφλού, εκτενής αναφορά στο πρόσωπο του Χριστού ως της μοναδικής θύρας των προβάτων και του Καλού Ποιμένος, και κατακλείδα με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 5

Τί λέγεις, ὦ φίλε; σίδηρος πυρὶ προσομιλήσας ὅλως πυρακτοῦται, καὶ στομωθεὶς ὀξύτατα τέμνει· καὶ οὗτος τῶν Δεσποτικῶν χειρῶν ἀξιωθεὶς, καὶ τοῦ θεϊκοῦ ἐμπτύσματος, οὐκ εἶχεν ἀσυλλόγιστα κατὰ τῶν παρανόμων ῥητόρων σοφιστεύειν; Οὐ περὶ τούτου καὶ τῶν τοιούτων ἔλεγεν ἡ θεία Γραφή· «Κύριος σοφοῖ τυφλούς;» Εὔκαιρον καὶ τοῦτον τὸν παραδόξως ἀναβλέψαντα, καὶ τῷ Κυρίῳ γνησίως πιστεύσαντα, καὶ κατὰ Ἰουδαίων κραταιῶς ἐνισχύσαντα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσειπεῖν.

Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν, ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους· εἰσῆλθε διὰ τῆς σταυρικῆς θύρας εἰς τὴν ἐκκλησιαστικὴν μάνδραν. Ἤκουες ἀρτίως τοῦ Κυρίου λέγοντος· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, κλέπτης ἐστὶ καὶ λῃστής» Θύραν ὁ Κύριος ἑαυτὸν προσηγόρευσε· καὶ γὰρ ὅπως μή τινες, θύραν ἀκούσαντες, δόξουσιν ἁπλῶς αὐτὸν περὶ θύρας λιτῆς λέγειν, ἐπάγει τὴν ἑρμηνείαν, ἵνα κρατύνῃ τὴν διδασκαλίαν· εὐθέως γὰρ προσθεὶς ἔλεγεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ καὶ ἐξέλθῃ, νομὴν εὑρήσει.» Καλῶς ὁ Κύριος θύραν ἑαυτὸν προσηγόρευσεν, ὡς φυλάττων τοὺς ἔνδον τῆς πίστεως, ὡς ἀποσοβῶν τοὺς ἔξω περιαθροῦντας, καὶ εἰσάγων εἰς τὴν τοῦ οἰκοδεσπότου πατρὸς συντυχίαν. Οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα εἰ μὴ διὰ τοῦ Υἱοῦ, κατ᾽ αὐτὸν τὸν λέγοντα· «Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Καλῶς ὁ Κύριος ἑαυτὸν προσηγόρευσε θύραν, καὶ οὐ θύρας· εἷς γὰρ ὁ Πατὴρ, καὶ εἷς ὁ Υἱὸς, καὶ ἓν Πνεῦμα τὸ ἅγιον, καὶ οὐ τρεῖς θεοί· ἀλλὰ μία θύρα γνώσεως. Καὶ τίς τούτου μάρτυς; Παῦλος βοῶν· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.»

Οὐδαμοῦ, οὐ δύο, οὐ τρεῖς, οὐ τέσσαρες, οὐ πέντε, ἀλλὰ πανταχοῦ τὸ εἷς, ἐπειδὴ καὶ μία θύρα, εἷς Κύριος, ἀδιαίρετος οὐσία· μία πίστις, ἡ ἀβαθμίδοτος δοξολογία, ἓν βάπτισμα, καὶ ἀκαπήλευτον φώτισμα· ὁ ταύτην ἔχων τὴν γνῶσιν διὰ τῆς θύρας εἰσέρχεται, καὶ τῇ θύρᾳ Χριστοῦ περιπτύσσεται, καὶ τῆς θύρας οὐ χωρίζεται.

Ἡμᾶς ὁ Κύριος ἀρτίως ἴδια πρόβατα ἀκολακεύτως προσηγόρευσεν· ἴδια πρόβατα, ὡς πολυποκοῦντα τῇ φιλοπτωχίᾳ· ὡς πλεονάζοντα τὸ γάλα τοῦ θρεπτικοῦ λόγου· ὡς χλοαζόμενα τὸ τοῦ Κυρίου σῶμα· ὡς πειθομένους τῇ σταυρικῇ βακτηρίᾳ· ὡς συναγομένους τῇ τριπλόκῳ τῆς πίστεως ἀλύσει· ὡς μὴ λειποτακτοῦντας, ἀλλ᾽ ἐπερειδομένους τῷ ἀκρογωνιαίῳ λίθῳ Χριστῷ. Θύραν ὁ Κύριος ἑαυτὸν προσηγόρευσε· καὶ καλῶς θύραν· ἔχει γὰρ δύο παραστάδας, τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην· ὁδὸν καὶ ὑπέρθυρον, περιτομὴν καὶ ἀκροβυστίαν· οἶκον τὴν ἐκκλησίαν· τράπεζαν τὸ θυσιαστήριον· ἄρτον τὸν ἀμνόν· κρατῆρα τὸν μυστικὸν οἶνον· χρυσὸν τὴν ἀκίβδηλον πίστιν· ἄργυρον τὴν λαμπρὰν πολιτείαν· μαργαρίτας τὰ θεῖα δόγματα· χλαῖναν τὴν στολὴν τοῦ βαπτίσματος. Ἤκουες ἀρτίως αὐτοῦ λέγοντος· «Ἐγώ εἰμι ὁ Ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Ἑαυτὸν ὁ Κύριος ᾐνίττετο· ὃ γὰρ ἤμελλε ποιεῖν, προέλεγεν· οὐδεὶς γὰρ ὑπὲρ τῶν προβάτων θάνατον κατεδέξατο εἰ μὴ μόνος ὁ Κύριος. Αὐτὸς μόνος ὑπὲρ τῶν λογικῶν προβάτων κατεδέξατο θάνατον, οὐκ ἀκούσιον, ἀλλ᾽ ἑκούσιον· θάνατον οὐκ ἐπιζήμιον, ἀλλ᾽ ἐπικερδῆ· θάνατον οὐ φθορᾶς δεκτικὸν, ἀλλ᾽ ἀφθαρσίας χορηγόν· θάνατον πίστει κατανοούμενον, οὐ πολυπραγμονούμενον· θάνατον οὐ καθ᾽ ὁμοιότητα τοῦ θανάτου γενόμενον, ἀλλ᾽ αὐτοῦ τοῦ θανάτου θάνατον εὑρισκόμενον.

Εἰ μὴ γὰρ ὁ Κύριος τὸν ἑκούσιον θάνατον κατεδέξατο, οὐκ ἂν ὁ διάβολος θάνατον ὑπέμεινε.

Διὸ καὶ ὁ Παῦλος βοῶν ἔλεγε· «Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος;» ἀλλ᾽ ἐνταῦθα τὸν λόγον σφραγίσαντες, τῷ Θεῷ εὐχαριστήσωμεν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.